Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
σίτοις καπήλευ’: ἀντὶ τοῦ· χλεύαζε, ἀποπλάνα τοὺς ἀνθρώπους, ὥστε πορίζειν τροφάς. ἢ ἐν λόγοις ἐμπορεύου, καθάπερ οἱ λογέμποροι λεγόμενοι καὶ μὴ κατὰ φύσιν φιλοσοφοῦντες, ἀλλὰ τοὺς λόγους καπηλεύοντες, καὶ τοῖς σιτίοις τοῖς δι’ ἀψύχου βορᾶς ἀπάτα. ἀντὶ τοῦ· ἅγνευε, ὡς οἱ φιλόσοφοι μηδὲν ἀπὸ τῶν ὀρνέων ἐσθίοντες ἢ ἑτέρων ζῴων, ἀλλὰ σῖτον μόνον καὶ ἔχοντες τὸν Ὀρφέα βασιλέα, ὡς σώφρονα. ἐπεὶ ἔνδοξος ἦν ὁ Πυθαγόρας, ἤδη καὶ πολλοὶ ἐμψύχων ἀπείχοντο. ἀνάγει δὲ τοὺς χρόνους. περὶ ἑαυτοῦ γὰρ αἰνίξασθαι βούλεται ὁ Εὐριπίδης. τοιοῦτος δέ ἐστιν ἀεὶ, τὰ ἡρωϊκὰ πρόσωπα εἰσάγων φιλοσοφοῦντα: —
NAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)