Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου: διαβεβόηται τοῦτο τὸ ζήτημα. καὶ οἱ μὲν ὑπέλαβον τὸν Ἱππόλυτον στέφειν τὴν Ἄρτεμιν ἀνθίνῳ στεφάνῳ, οἱ δὲ [Φιλόχορος
[frg. 167]
τὴν ἐν Ἄγραις Ἄρτεμιν τῷ μελιλώτῳ στέφεσθαί φησιν] ἐφ’ ἑαυτοῦ τὸν Ἱππόλυτον ταῦτα λέγειν ὅτι ἐμαυτόν σοι ἀνατίθημι, ὧ θεὰ, στέφανον, τουτέστι κόσμον ἀνθηρότατον· κόσμον γὰρ εἶναι τῇ παρθένῳ τὸ μετὰ τοῦ σωφρονεστάτου τῶν νέων διημερεύειν. ἄλλοι δὲ μηδὲν αἰνίττεσθαι τὸν ποιητήν φασι μηδὲ ἀλληγορεῖν, ἀλλὰ κυρίως λέγειν, καὶ τῷ ὄντι στέφανον φέρειν τὸν Ἱππόλυτον, τοῦτον δὲ ἐκ τοιούτου λειμῶνος, καθ’ ὃν οὐκ ἔστιν ἡμῖν ὅσιον δρέπεσθαι τῶν ἀνθέων. τὸ γὰρ οὐδ’ ἦλθέ πω σίδηρος εἰς τοῦτο καταστρέφει, ὅτι οὐ δέδρεπται ὑπό τινος οὐδὲ εἴργασται. ἄλλοι δέ φασι τὸν Εὐριπίδην τροπικώτερον τὸν ἐπὶ τῇ Ἀρτέμιδι ὕμνον στέφανον λέγειν. καὶ γὰρ δὴ παράλογον εἶναι καὶ πολλὴν ἀτοπίαν ἔχον τὸ δοκεῖν ἄνθινον λειμῶνα εἶναι, ὅθεν ἐδρέφθη τὰ ἄνθη, καὶ τοιοῦτον, εἰς ὃν οἱ εἰσιόντες ἐξετάζονται πότερον διδακτὴν ἔχουσι τὴν σωφροσύνην ἢ ἐκ φύσεως, καὶ ⟨ὑπὸ τῆς αἰδοῦς⟩ κατάρδεσθαι αὐτόν. φιλοσόφως δέ φησι τῷ μὲν ξοάνῳ πλεκτὸν στέφανον προσφέρειν, τῇ δὲ θεῷ τὸν ὕμνον. ἐξ ἀκηράτου δὲ τῆς ἀδόλου καὶ ἀφθάρτου μου διανοίας: —
MNAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)