Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
πῶς ἂν σύ μοι λέξειας: ἐπεὶ παχυτέρα τὸν νοῦν οὖσα ἡ γραῦς τοῖς τοσούτοις αἰνιγμοῖς οὐ συνῆκε τὸ λεγόμενον ὑπὸ τῆς Φαίδρας, ἀγανακτοῦσα ἡ Φαίδρα φησί· πῶς ἂν δυνηθείης εἰπεῖν μοι ταῦτα ἃ ἔδει ἐμὲ ἀποκρίνασθαι καὶ πῶς μοι λέξεις ἃ μέλλω λέγειν. ἐπεὶ γὰρ πολυμερῶς αἰνιξαμένης ⟨αὐτῆς⟩ τὸ παχύτερον τοῦ λογισμοῦ τῆς γραὸς οὐκ ἐδυνήθη συμβαλεῖν, ἐρυθριῶσα τὸ πάθος ἐξειπεῖν εἰς τοῦτο ἀπορίας ἦλθεν, ὥστε ἐρωτᾶν ἅπερ αὐτὴν ἔδει λέγειν. τοῦτο δὲ καὶ τὸ αἰσχυντικὸν τοῦ γυναίου ὑποδηλοῖ καὶ τὸ κομματικὸν τῶν νοσούντων: —
MNAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)