Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
ὅσοι τε πόντου: ἐπὶ τὸ μέγιστον ηὔξησεν τὸ κατηγόρημα τοῦ νεανίου· εἰ γὰρ ἐκεῖνοι θηριώδεις ὄντες τὴν φύσιν καὶ νόμων καὶ γραφῶν ἄπειροι, σέβουσιν ὅμως τὴν θεὸν, τὴν φύσιν δεξάμενοι διδάσκαλον, πόσῳ γε μᾶλλον ὁ ἐν μέσῃ τῇ Ἑλλάδι τραφεὶς καὶ μέγιστον ἐπὶ φιλοσοφίᾳ φρονήσας. εἰ δὲ καὶ ⟨διὰ τὸ⟩ σωφρονεῖν ἀπέχεσθαι γάμων ἤθελεν, οὐδὲν ἧσσον ἔδει πάλιν αὐτὸν σέβειν τὴν δαίμονα, προεστῶσαν τῶν ἀγαθῶν ἐπιθυμιῶν. πάντες γὰρ οἱ φιλόσοφοι τιμῶσι τὴν θεὸν πρὸς τὸ μὴ εἰς ταύτην ἁμαρτάνοντες τὰ ἐναντία τῆς γνώμης δυστυχεῖν· ἑκατέρωθεν δὲ αὐτῆς δύο Ἔρωτας ἱστῶσιν, τὸν μὲν πρὸς τιμωρίαν, τὸν δὲ πρὸς δωρεὰν εἶναι λέγοντες: —
MNAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)