Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
τριτάταν δέ νιν κλύω: τὸ ἑξῆς· τριτάταν δέ νιν κλύω τάνδε ἡμέραν κατέχειν ἁγνὸν τὸ στόμα τῆς Δήμητρος ἀκτῆς. οἷον· λοιπὸν τρεῖς ἡμέρας ἔχω ἀκούουσα περὶ αὐτῆς ὅτι ἀσθενεῖ καὶ οὐ μεταλαμβάνει βρώσεως ἐν τῷ στόματι αὐτῆς. τὸ δὲ κρυπτῷ πένθει ἀντὶ τοῦ· ἐπὶ ἀδήλῳ συμφορᾷ καὶ μὴ ἐμφαινομένῃ πρὸς τὸ τέλος τοῦ θανάτου φέρεται. ἀντὶ τοῦ· ὑπὸ τῆς ἀλγηδόνος καὶ τῆς νόσου τῆς κρυπτῆς μέλλει ἀποθνῄσκειν. θαυμασίως δὲ ὁ Εὐριπίδης ἐπὶ Ορέστου νοσοῦντός φησιν
[41]
οὔτε σῖτα διὰ δέρης ἐδέξατο ὡς βουλομένου μὲν φαγεῖν, καταπιεῖν δὲ μὴ δυναμένου ὑπὸ ἀσθενείας· περὶ δὲ Φαίδρας ἀσιτεῖν βουλομένης εἰς θάνατον τὸ σύνολον αὐτὴν μὴ δέχεσθαι εἰς τὸ στόμα τροφήν: —
MNAB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)