Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
καὶ ἄλλως: Πελασγοὶ ταῖς Ἀθήναις ἐπιθέμενοι ἥρπασαν ἄλλα τε ⟨καὶ γύ⟩ναια, ἃ εἰς Λῆμνον ἤγαγον καὶ χρησάμενοι ἐπαιδοποίησαν. αἱ δὲ τοὺς παῖδας τὴν πάτριον φωνήν τε καὶ τὰ ἔθη ἐπαίδευσαν. οἱ δὲ ἡβή⟨σαντες⟩ φίλοι τε ἀλλήλοις ἦσαν καὶ ἠμύναν⟨το⟩ τοὺς ἀδικοῦντας, τέλος δὲ καὶ ἄρχοντα αὑτοῖς ⟨ἐπέ⟩στη⟨σαν⟩, ἐφ’ οἷς ἀγανακτήσαντες οἱ πατέρες ⟨αὐτούς⟩ τε καὶ τὰς μητέρας ἀνεῖλον. μετὰ δὲ ταῦτα αἱ Λημνιάδες τοὺς σὺν Θόαντι ἀνεῖλον. δι’ ἄμφω οὖν ἡ παροιμία ἐδόθη· τὰ Λήμνια κακά: —
M
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)