Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
† ἄλλως: νοητέον τὴν Ἑκάβην μὴ ἐξέρχεσθαι ἀπὸ τῆς σκηνῆς τοῦ Ἀγαμέμνονος, ἀλλὰ μᾶλλον εἰσέρχεσθαι. ἐκοιμᾶτο γὰρ ἡ Ἑκάβη, ὅτε ταῦτα τὸ εἴδωλον ἔλεγε, καὶ ταραχθεῖσα τῷ φάσματι ἀνέστη καὶ εἰσήρχετο εἰς τὴν σκηνὴν τοῦ Ἀγαμέμνονος εἰς ζήτησιν τῆς Κασάνδρας, ἵνα αὕτη κρίνῃ τοῦς ὀνείρους ἅτε μαντικὴ οὖσα. καί φησι τὸ εἴδωλον· περᾷ γὰρ, ἀντὶ τοῦ εἰσέρχεται, ἡ Ἑκάβη ὑπὸ τὸ ἔσχατον μέρος τῆς σκηνῆς, τουτέστιν ὑπὸ τὴν φλοιὰν αὐτὴν ἐμβαίνει τῆς σκηνῆς: —
A
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)