Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
† ὧ Ζεῦ τί λέξω· ἆρα ὁρᾶν σε τὰ τῶν ἀνθρώπων· ἢ μάτην τὴν ὑπόληψιν ταύτην κεκτῆσθαι ἡμᾶς· ἡ τύχη δὲ πάν⟨τα⟩ σκοπεῖ. ταῦτα δὲ εἶπε . . τὴν Ἑκάβην καὶ λέγων· ὧ Ζεῦ, διὰ τί οὐκ ἐλευθεροῖς αὐτὴν ἀπὸ τῶν λυπῶν πολλὰ παθοῦσαν δεινά. ἡ δὲ σύνταξις οὕτως· ὧ Ζεῦ, ἆρα εἴπω σε ὁρᾶν καὶ ἐπισκοπεῖν τοὺς ἀνθρώπους, ἢ τὴν δόξαν ταύτην, ἤγουν τὴν ὑπόληψιν, μάτην κεκτῆσθαι τοὺς βροτοὺς ψευδῶς τὸ δαιμόνων γένος δοκοῦντας εἶναι, τὴν τύχην δὲ καὶ τὴν μοῖραν πάντα τοῖς ἀνθρώποις ἐπισκοπεῖν: —
A
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)