Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
† ὦ μῆτερ, ὦ τεκοῦσ’, ἄπειμι δὴ κάτω: ταῦτα λεγούσης τῆς Πολυξένης ἀνταπεκρίθη ἡ Ἑκάβη ἡμεῖς ἐν φάει δουλεύσομεν. ἡ δὲ Πολυξένη πρὸς ταῦτα οὐκ ἀπεκρίθη, ἀλλ’ ἔχεται τῶν αὑτῆς λόγων κἂν ἀμοιβαῖοι φαίνωνται οἱ στίχοι. οὕτως γάρ ἐστιν ἡ ἀκολουθία τούτων· ὦ μῆτερ, ὦ τεκοῦσα, ἄπειμι δὴ κάτω ἄνυμφος, ἀνυμέναιος, ἄνευ τῶν ἐπὶ γάμῳ λεγομένων ὕμνων, ἐκεῖ δ’ ἐν Ἅιδου κείσομαι χωρὶς σέθεν, ἀντὶ τοῦ σοῦ. διὰ μέσου δὲ ἐβόα Ἑκάβη ἐκείνης λαλούσης, ὅπως ἀποκριθῇ καὶ εἴπῃ αὐτῇ τι, καὶ οὐκ ἀντεῖπεν αὐτῇ μέχρι τοῦ στίχου τοῦ λέγοντος τί σοι πρὸς Ἕκτορ’ ἢ γέροντ’ εἴπω πόσιν: —
A
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)