Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
τοῦτ’ ἔσθ’ ἑκάστῳ: δοκεῖ ἐνταῦθα εὐτελίζων τὸ τῆς Τροίας κατόρθωμα ἐναντιοῦσθαι τῷ ἑξῆς· φησὶ γὰρ
[540]
· ἐπεὶ πλεῖστον ἀναλώσας ψυχῆς μόριον Τροίαν εἷλον καὶ μητέρα σήν. ἔστιν οὖν ὁ νοῦς οὕτως· καλῶς ἐγίνωσκον ὅτι ἑκάστῳ ἀνδρὶ ἡ κατεπείγουσα χρεία τιμιωτέρα νομίζεται τοῦ πορθῆσαι τὴν Τροίαν, οὕτως καὶ νῦν ἐμοὶ πολὺ μεῖζον φαίνεται τὸ βοηθῆσαι τῇ θυγατρί μου μᾶλλον ἢ τὸ πορθῆσαι τὴν Τροίαν, ἀντὶ τοῦ· ἀναγκαιότερον τοῦτο ἡγοῦμαι ἢ ἐκεῖνο. μὴ οὖν διὰ τοῦτο κρῖνε ἐμὲ ἀνάξιον τῆς Τροίας, ὅτι συναγωνίζομαι τῇ θυγατρί μου: —
MNOA
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)