Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
τοῦτο παρὰ τὴν ἱστορίαν φασὶν εἰρῆσθαι· μὴ γὰρ ἱστορεῖσθαι Ἕκτορι ἐξ ἄλλης γυναικὸς γεγενῆσθαι υἱούς. ἀπερίσκεπτοι δέ εἰσιν οἱ ταῦτα λέγοντες. Ἀναξικράτης γὰρ διὰ τῆς ̄β τῶν Ἀργολικῶν
[frg. 1]
οὕτως λέγει· οἱ δ’ ἀμφὶ Αἰνείαν καὶ Σκαμάνδριον τὸν Ἕκτορος υἱὸν καὶ παλαίτερον * * ἦσαν δὲ αὐτῷ οὗτος μὲν νόθος, ὃς αὐτοῦ κατελήφθη καὶ ἀπόλλυται * * οὗτοι δὲ διασῴζονται· Σκαμάνδριος γὰρ ἀφικνεῖται εἰς τὰ ἐν Ἴδῃ, Αἰνείας δὲ ⟨καὶ Ἀσκάνιος ὁ υἱὸς⟩ καὶ Ἀγχίσης ὁ πατὴρ αὐτοῦ, ἀλλὰ καὶ ἄλλοι τινὲς παῖδες αὐτοῦ καὶ Αἰγέστας οἰκεῖος ὢν τῷ Ἀγχίσῃ [καὶ Αἰνείας] εἰς Δάρδανον μετανίστανται’. οὐκ ἀτόπως οὖν νῦν Εὐριπίδης νόθους φησὶν αὐτὸν ἐσχηκέναι παῖδας: —
MOA
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)