Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
ὁ πᾶς λόγος· μὴ ὤφελε τῶν σῶν γάμων χάριν τὸ δυστυχές μου ⟨γένος⟩ ἐπ’ ἐλπίδι παιδοποιίας καὶ οἴκου καταστάσεως ἐνέγκασθαι καὶ ζεῦξαί σοι τὴν Ἑρμιόνην κατὰ σοῦ, ἀντὶ τοῦ ἐπὶ τῷ σῷ κακῷ, οἷον· εἴθε μὴ ἔγημας τὴν Ἑρμιόνην. ὁ γὰρ ταύτης γάμος αἴτιός σοι θανάτου γεγένηται. ἢ οὕτως ἐν ὑπερβατῷ· ὦ τέκνον ἐμὸν, μήποτε ὤφελε τὸ δυσώνυμον γένος Ἑρμιόνης Ἀίδαν ἀμφιβαλέσθαι ἐπὶ σοὶ καὶ ἐπὶ τοὺς δόμους τῶν σῶν λεχέων καὶ ἐπὶ τὰ σὰ τέκνα, ὅ ἐστιν· εἴθε μή σοι ἐγαμήθη ἵνα δόμου σε καὶ τέκνων καὶ λεχέων ἀφέληται καὶ διὰ τοῦ θανάτου στερήσῃ: —
MNOA
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)