Παλλὰς, τί δρῶμεν: οὐκ ἐχρῆν ἡμᾶς ἔτι
μέλλειν Ἀχαιῶν ὠφελεῖν στρατεύματι.
νῦν γὰρ κακῶς πράσσουσιν ἐν μάχῃ δορός,
λόγχῃ βιαίως Ἕκτορος στροβούμενοι.
ἐμοὶ γὰρ οὐδέν ἐστιν ἄλγιον βάρος,
ἐξ οὗ γ’ ἔκρινε Κύπριν Ἀλέξανδρος θεὰν
κάλλει προήκειν τῆς ἐμῆς εὐμορφίας
καὶ σῆς, Ἀθάνα, φιλτάτης ἐμοὶ θεῶν,
εἰ μὴ κατασκαφεῖσαν ὄψομαι πόλιν
Πριάμου, βίᾳ πρόρριζον ἐκτετριμμένην: — AHC
Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.