Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
νέων φθινόντων: ὁ Θάνατός φησιν ἐπὶ νέων τελευτώντων * *, καθὸ ἐν τούτοις αὐτοῦ δείκνυται ἡ ἰσχὺς καὶ ἡ δύναμις, οὐ τῆς φύσεως διὰ γῆρας τούτους καταβαλούσης, ἀλλὰ αὐτοῦ καταπαλαίσαντος τὴν νεότητα. ἢ καθὸ δείκνυται καθαρὸς καὶ ἀδωροδόκητος ταῖς Μοίραις ὑπηρέτης, ὑπερορῶν δωρεὰς καὶ θυσίας προσφερομένας ὑπὲρ αὐτῶν·
μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ
[Aeschyl. frg. 161]
. ἢ καθὸ μέγας ὁ θρῆνος καὶ πολλὰ τὰ δάκρυα καὶ ἀξιοπενθὲς τὸ πάθος καὶ μήκιστος ὁ χρόνος, μὴ μαλάσσων τὴν συμφοράν. ὁ δὲ Ἀπόλλων, καίτοι νοήσας τὸ λεχθὲν, παραλογίζεται τὸν Θάνατον φάσκων ὅτι κἂν γραῦς ὄληται ἡ Ἄλκηστις, ἀξίως ταφήσεται, τὸ μεῖζον γέρας λέγων ἐπὶ πολυτελοῦς ταφῆς· ὅθεν ὁ Θάνατός φησι· νόμον σὺ προβάλλῃ τὸ πλουσίως θάπτεσθαι τοὺς ἔχοντας καὶ τοῦτο νομίζεις γέρας ἐμόν, ἐγὼ δὲ γέρας φημὶ τὸ ἐπὶ νέοις νεανιεύεσθαι: —
AB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)