Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
τί ⟨δῆτα⟩ κλαίεις: ἐπειδὴ ἀορίστως εἶπεν ὁ Ἄδμητος θάπτειν τιν’ ἐν τῇδ’ ἡμέρᾳ ⟨μέλλω⟩ νεκρόν, [εἶτα] ἐπήγαγεν ὁ Ἡρακλῆς· μή τι ἡ Ἄλκηστις ἀπέθανεν; ⟨εἶτά⟩ φησιν ὁ Ἄδμητος ὅτι λυποῦμαι καὶ δι’ ἐκείνην, μέλλουσαν τελευτᾶν. εἶτα ὁ Ἡρακλῆς· μὴ πρόκλαιε τὴν γυναῖκα, τίς δὴ ὄντως ὁ ἀποθανών; εἶτα ὁ Ἄδμητός φησιν ὅτι γυνή τις ⟨ἡ⟩ τεθνηκυῖα, περὶ ἧς ἔλεγον· θάπτειν τινὰ μέλλω νεκρόν: —
B
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)