Scholia in Euripidem (scholia vetera). Scholia in Euripidem. ed. Eduard Schwartz. Berlin. 1887.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
View:
By Line
ὦ δώματ’ Ἀδμήτει’: ἡ διὰ στόματος καὶ δημώδης ἱστορία περὶ τῆς Ἀπόλλωνος θητείας παρ’ Ἀδμήτῳ αὕτη ἐστὶν, ᾗ κέχρηται νῦν Εὐριπίδης· οὕτως δέ φησι καὶ Ἡσίοδος
[frg. 112]
καὶ Ἀσκληπιάδης ἐν Τραγῳδουμένοις
[frg. 16]
. Φερεκύδης
[frg. 76]
δὲ οὔ φησι τοὺς Κύκλωπας ὑπὸ Ἀπόλλωνος ἀνῃρῆσθαι, ἀλλὰ τοὺς υἱοὺς αὐτῶν, γράφων οὕτως·
παρ’ αὐτόν, τὸν Ἄδμητον,
ἔρχεται Ἀπόλλων θητεύσων ἐνιαυτὸν, Διὸς κελεύσαντος, ὅτι κτείνει τοὺς Βρόντεω καὶ Στερόπεω καὶ Ἀργεω παῖδας. κτείνει δὲ αὐτοὺς Ἀπόλλων Διὶ μεμφθεὶς, ὅτι κτείνει Ζεὺς Ἀσκληπιὸν τὸν παῖδα αὐτοῦ κεραυνῷ ἐν Πυθῶνι. ἀνίστη γὰρ ἰώμενος τοὺς τεθνεῶτας. Ἀναξανδρίδης δὲ ὁ Δελφός
[frg. 5 FHG III p. 107]
φησι θητεῦσαι αὐτὸν, διότι τὸν ἐν Πυθοῖ δράκοντα ἀνεῖλεν. Ῥιανὸς
[p. 180 Mein.]
δέ φησιν ὅτι ἑκὼν ἐδούλευσεν αὐτῷ ἐρῶν τοῦ Ἀδμήτου. καὶ περὶ μὲν τῆς Ἀπόλλωνος θητείας ταῦτα. Ἀπολλόδωρος δέ φησι κεραυνωθῆναι τὸν Ἀσκληπιὸν ἐπὶ τῷ τὸν Ἱππόλυτον ἀναστῆσαι, Ἀμελησαγόρας
[frg. 2]
δὲ ὅτι Γλαῦκον, Πανύασσις
[frg. 19]
⟨δὲ⟩ τι Τυνδάρεων, οἱ δὲ Ὀρφικοὶ ὅτι Ὑμέναιον, Στησίχορος
[frg. 16]
δὲ ἐπὶ Καπανεῖ καὶ Λυκούργῳ, Φερεκύδης δὲ ἐν τῇ η τῶν Ἱστοριῶν
[frg. 8]
⟨διὰ τὸ⟩ τοὺς ἐν Δελφοῖς [φησι] θνῄσκοντας αὐτὸν ἀναβιώσκειν, Φύλαρχος
[frg. 17]
δὲ διὰ τοὺς Φινείδας, Τελέσαρχος
[frg. 1]
δὲ δι’ Ὠρίωνα, Πολύαρχος δὲ ὁ Κυρηναῖος
[FHG IV p. 479]
διὰ τὸ τὰς Προίτου θυγατέρας αὐτὸν ἰάσασθαι [κεραυνωθῆναί φησιν]: —
AB
Current edition First1KGreek
Scholia in Euripidem (scholia vetera) (Greek) (Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.)