τὸ τυχὸν τὸ ἀπὸ τῆς ζώνης ἄχρις τῶν ποδῶν αὐτοῦ διάστημα τὸ αὐτό ἐστιν ἀεί.
πόλῳ ἀστέρας.
τοὺς ὅλους ἀστέρας τοῦτό φησι τοὺς ὁρωμένους ἐν τῷ ζῳδιακῷ καὶ ἐν τῷ τοῦ γάλακτος κύκλῳ, ὅτι, εἰ μὴ ἦν ὁ κόσμος σφαιρικός, ἀλλὰ κῶνος ἢ κύλινδρος, οὐ μὴν ἐφαίνετο πάντα ἡμικύκλιον τὸ φαινόμενον τμῆμα τοῦ ζφδιακοῦ κύκλου ἢ τοῦ γάλακτος, ἀλλά ποτε μεῖζον ἡμικυκλίου,
ποτὲ ἔλαττον, καὶ ἄλλου μέντοι καὶ ἄλλου κύ- 1 2 κλου τμῆμα, καὶ οὐδὲ κύκλοι δὲ εἶεν οὗτοι, ἀλλὰ παρεγκεκλιμένοι τὰ μάλιστα.
ἐκ τούτου δὲ δῆλον, ὅτι οἴ προδιωρισμένοι ἐπὶ τοῦ ιβʹ ἀργοὶ φανήσονται, εἴγε οὕτως κείσονται· ἐὰν ἐν σφαίρᾳ μένων κύκλος κύκλον μέγιστον τῶν ἐν τῇ σφαίρᾳ δίχα τέμνῃ, καὶ ὁ μένων μέγιστος ἔσται. ἐπεὶ δὲ ὁ Αὐτόλυκος οὐ δύναται ὁρᾶν μέγιστον, διὰ τοῦτο προξιορίζεται
λέγων· ἐὰν ἐν σφαίρᾳ μένων κύκλος φερόμενόν τινα τῶν ἐν τῇ σφαίρᾳ κύκλων ἀεὶ δίχα τέμνει, ὁ δʼ ἕτερος αὐτῶν μήτε πρὸς ὀρθὰς ᾖ τῶ ἄξονι μήτε διὰ τῶν πόλων τῆς σφαίρας, ἑκάτερος αὐτῶν μέγιστος ἔσται.
ἔτερος αὐτῶν μήτε πρὸς ὀρθὰς ᾖ τῷ ἄξονι μήτε διὰ τῶν πόλων, ἀλλὰ μὴ γράφεται μηδέτερονʼ.
3 4 φανεροῦ ἡμισφαιρίου ἐς τὸ ἀφανὲς μεταμείβουσα, ὅταν —τὸ Ασημεῖον τὸ προηγούμενον, ἔστω δὲ ἡ ΑΒ θπεριφέρεια ἐπὶ τὴν ἀνατολὴν δείξασα —
τὸ ἑπόμενον τὸ Β ἀνατείλῃκαὶ πρὸς δυσμὰς γενομένη κρύψασα τὸ ἡγούμενον σημεῖον τὸ Α ἐπικρύψῃ καὶ τὸ ἑπόμενον τὸ Β.
Scholia in Euclidis phaenomena. Scholia in Euclidem. ed. Heinrich Menge. United States. 2017.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.