τί μείζων ἡ ΚΛ τῆς Γ∠ καίτοι ἴση οὖσα κατὰ τὴν ὑπόθεσιν, ὅταν διέλθῃ καὶ ἡ ΕΚ καὶ ἡ Ε Λ διὰ τῆς Γ∠. ἐπεὶ παράλληλος ἐλήφθη ἡ Γ∠ τῇ ΚΛ, καὶ εἰς αὐτὰς ἐμπέπτωκεν εὐθεῖα ἡ ΚΕ, ἐγένετο ἡ ἐκτὸς γωνία ἴση τῇ ἐντὸς καὶ ἀπεναντίον ἡ ὑπὸ ∠ΓΕ τῇ ὑπὸ ΛΚΓ.
διὰ τὸν αὐτὸν λόγον καὶ ἡ πρὸς τῷ ∠ τῇ πρὸς τῷ Λ. ἔστι δὲ καὶ κοινὴ γωνία ἡ πρὸς τῷ Ε· καί εἰσι δύο τρίγωνα τὰ ΓΕ∠, ΚΕΛ τὰς τρεῖς γωνίας ἴσας ἀλλήλαις ἔχοντα — ἡ πρὸς τῷ Γ τῇ πρὸς τῷ Κ, ἡ πρὸς τῷ ∠ τῇ πρὸς τῷ Λ, κοινὴ ἡ πρὸς τῷ Ε —, τῶν δὲ
1 2 ἰσογωνίων τριγώνων ἀνάλογόν εἰσιν αἱ περὶ τὰς ἴσας γωνίας πλευραὶ διὰ τοῦ δʹ τοῦ Ϛʹ τῶν Στοιχείων. ἔσται οὖν ὡς ἡ Ε∠ πρὸς τὴν ∠Γ, οὕτως ἡ ΕΛ πρὸς τὴν ΛΚ· καὶ ἐναλλάξ, ὡς ἡ Ε∠ πρὸς τὴν ΕΛ, οὕτως ἡ
Γ∠ πρὸς τὴν ΚΛ. μείζων δὲ ἡ ΕΛ τῆς Ε∠· μείζων ἄρα καὶ ἡ ΚΛ τῆς Γ∠.
Scholia in Euclidis optica (scholia vetera). Scholia in Euclidem. ed. Johan Ludvig Heiberg, ed. H. Menge. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.