ἀνελθεῖν διὰ τὴν ἀλαζονείαν αὐτοῦ, καταβληθεὶς ὑπὸ τοῦ θεοῦ ἐν τῇ γῇ σὺν τῷ ἵππῳ ἔπεσεν, ὡς τοῦ ἵππου πτερορρυήσαντος. Διὸ καὶ ὡς πρῶτος πατήσας ἐκείνην τὴν γῆν, τοιοῦτον ὄνομα κατέλιπεν ἐν αὐτῇ, ὅπου ταφῆναι καὶ τὸν Σαρδανάπαλον λέγουσιν. Ἐκεῖσε δέ ἐστι καὶ τὸ Ἀλήϊον πεδίον, οὖ καὶ ὁ Ποιητὴς ἐμνημόνευσε.
Λέγεται δὲ ὡς Ταρσὸν καὶ Ἀγχιάλειαν ἐν μιᾷ ἡμέρᾳ Σαρδανάπαλος ἔκτισεν. Ἄλλως. Μεδούσῃ μιᾷ τῶν Γοργόνων Ποσειδῶν ἐμίγη. Αὕτη περὶ κάλλους ἐφιλονείκησε τῇ Ἀθηνᾷ. Ἡ δὲ δεδωκυῖα Περσεῖ τὰ ὑποδήματα τοῦ Ἑρμοῦ τὰ πτερωτὰ καὶ τὴν τοῦ
Ἀϊδωνέως κυνέην ἐποίησεν αὐτὸν ἀποτεμεῖν τὴν αὐτῆς κεφαλήν. Καὶ ἐξῆλθεν ἐκ τοῦ αἵματος αὐτῆς ὁ Πήγασος, ὃν λαβὼν Βελλεροφόντης ἐθέλησεν εἰς τὸν οὐρανὸν ἀνελθεῖν, καὶ κατενεχθεὶς κατεάγη, καὶ ἐπλανᾶτο ὕστερον μαινόμενος.
Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera). Anonymous. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.