μεγάλην ἐξοχὴν τῶν ἐπὶ πολὺ ἐκτεταμένων Ἀτλάντων. Μεγάλαι γάρ εἰσιν αἱ ἐξοχαὶ, ὅπου εἰσὶ καὶ τοῦ Ἡρακλέους αἱ στῆλαι. Πρηῶνα δέ φησι τὴν παράτασιν· πρηὼν γὰρ ἡ προβολὴ, οἱονεὶ προῖών που ἐν τῷ ἑσπερίῳ ὠκεανῷ. Ἄτλας ὄρος ἐστὶ μέγιστον περὶ τὰ
ἔσχατα τῆς Λιβύης, ὅθεν καὶ Ἀτλαντικὸν πέλαγος λέγεται. Τοῦτο δὲ διὰ τὸ ὑπερβάλλον μέγεθος κίων ἐμυθολογήθη τοῦ οὐρανοῦ. Καὶ Ἡρόδοτος (4, 184) τοῦτό φησιν, ὅθεν καὶ ὁ Περιηγητὴς πληθυντικῶς Ἀτλάντων αὐτὸ ἐκάλεσε· καὶ Ὅμηρος (Od. α,
53)· “ Ἄτλας δ᾿ οὐρανὸν εὐρὺν ἔχει· ” “ Ἔχει δέ τε κίονας αὐτὸς μακράς. ” Ἢ Ἀτλάντων, τῶν Ἀτλαντικῶν πόρων, ἢ τῶν ἐνοικούντων· Ἑκάτερα γὰρ αὐτῶν περὶ τὸ Ἀτλαντικὸν ὄντα ὄρος τυγχάνει. Ἄτλαντες δὲ δύο εἰσί. Μείζων γὰρ οὗτος τῶν ἄλλων ἐκβολῶν
τοῦ ὠκεανοῦ. Ἀπὸ δὲ τοῦ παρακειμένου ἔθνους τὸ ὄνομα.
Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera). Anonymous. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.