Ἀσία πρώην ἐκαλεῖτο, ὡς ἱστορεῖ ὁ Διονύσιος ὁ Κυζικηνός. Οὐ μὴν ἀλλὰ καὶ Ποσειδωνία ἐκαλεῖτο, ὡς Εὐφορίων φησιν·
καὶ ἐπ᾿ ἐκείνων ἔλεγεν (vs. 278), « ὀξὺ μὲν ἑσπερίην, πλατὺ δʼ ἀντολίην ὑπὸ μέσην »· ὅθεν καὶ ἐν ἀρχῇ ἔλεγεν (vs. 5)· « οὐ μὲν πᾶσα διαπρὸ περίδρομοι, ἀλλὰ διαμφὶς ὀξυτέρα βεβαυῖα ». — Ἄχρι γὰρ τῶν Διονύσου στηλῶν ἀπήρτισται ἡ Ἀσία. τοῦτο τὸ σχῆμα,
καθὼς κἶπεν, ἀποτελοῦσα. Διὸ καὶ τὸ ἑξῆς οὕτως εἶπε· πυμάτοιο παρὰ ῥόον ὠκεανοῖο. Καίτοι οὐκ ἔχει ὁ ὠκεανὸς τέλος, ὅσπερ κύκλος ἐστίν. Ὁποῖον γάρ ἐστι τοῦ κύκλου τὸ τέλος, τοῦτο καὶ ἡ ἀρχή. Λεκτέον οὖν ὅτι πρὸς τὰ τῆς χώρας ἔσχατα καὶ τὸν
ὠκεανὸν ληπτέον. Ὅπου γὰρ μέσος ἐστί τις τόπος, μέσος ὠκεανὸς λέγεται, ὅπου δὲ παρὰ τοῦτο, τελευταῖος.
Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera). Anonymous. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.