μᾶλλον ἔνεισι καὶ Θούλην, ὅπου φασὶ τὸν ἥλιον ἐπὶ τὰς ἄρκτους ἥκοντα παρατείνειν ἐπὶ πολὺ τὴν θερινήν ἡμέραν. Εἴκοσι γὰρ ὡρῶν ἰσημερινῶν αὐτὴν ποιεῖ ἐκεῖ καὶ τεττάρων τὴν νύκτα, χειμῶνος δὲ τὰ ἀνάπαλιν. Ἐκεῖθεν δὲ κατὰ προσθήκην αὔξει καὶ γίνεται μείζων
ἑαυτοῦ τῆς ἡμέρας ὁ χρόνος, ἕως ἂν κατὰ κορυφῆς γενόμενος ὁ βόρειος πόλος ἀποτελέσῃ τὴν ἑξάμηνον ἡμέραν τε καὶ νύκτα.
Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera). Anonymous. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.