οὐ πᾶσα ἡ γῆ διόλου κυκλοτερὴς, ἀλλὰ κατά τι μέρος. ὀξυτέρα δὲ πρὸς ἑκατέραν ὁδὸν ἡλίου, δυτικήν τε καὶ τὴν ἀντικειμένην ἑῴαν. Ἢ συνάπτεται τῷ ὀξυτέρῳ τὸ διαμφίς, ἵνʼ ᾖ διαμφὶς ὀξυτέρα, οὐ χωρὶς ἀλλʼ εἰς ἑκάτερον. Ὅσοι δὲ μεταγράφουσι τὸ εὐρυτέρη
βαβαυῖα, τοιοῦτον ὑπολαμβάνουσι τὸ ἑξῆς· εὐρυτέρη μὲν βεβηκυῖα σφενδόνη· μειοῦται γὰρ πρὸς ἑκάτερα τὰ μέρη τοῦ εὔρους.
κελεύθους σφενδόνῃ εἰκυῖα, ἵνα τοὺς πόδας τῆς σφενδόνης, τὴν ἕω καὶ τὴν δύσιν, ἐκλάβωμεν, τὰ δὲ μέσα καὶ πλάγια τῆς σφενδόνης τὰ νότια καὶ τὰ βόρεια μέρη· ταῦτα γὰρ, τὰ μέρη πλατύτερα τῆς σφενδόνης (ὡς ἑκατέρωθεν ἐκ τῶν ἀνατολῶν καὶ δυσμῶν εἰς ὀξὺ κωνοειδῶς
λήγοντα ). Ἡ ἐπιπολάζουσα γραφὴ καὶ ἐν πᾶσιν ὡς εἰπεῖν εὑρισκομένη τοῖς ἀντιγράφοις ἡ εὐρυτέρα ἐστὶν, ἥτις ἐναντία παντελῶς τῷ σφενδόνῃ ἐοικυῖα. Τὸ. δὲ βεβαυῖα ἀντὶ τοῦ βαίνουσα καὶ προερχομένη.
Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera). Anonymous. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.