ἱκανὸς, καὶ ἱστία πρῶτος ἐξευρών· διὸ καὶ ταμίαν ἀνέμων αὐτὸν εἶναι λέγουσιν. Εἷς δὲ τῶν υἱῶν αὐτοῦ Ἰόκαστος τὸ Ῥήριον ἔκτισε, πόλιν πρώνη· Ἐρυθρὰν καλουμένην, ὡς ὁ Καλλίμαχος (fr. 202) « Ῥήγιον ἄστυ λιπὼν Ἰοκάστεον Αἰολίδαο, » Φιλόξενον δὲ τὸν
Αἴολον εἶπεν, ἐπειδὴ τὸν Ὀδυσσέα ὑπεδέξατο, καὶ τοὺς ἀνέμους αὐτῷ παρέσχεν. Ἄλλως. Ἄρνην πρὸ γάμου κύουσαν ὁ πατὴρ Αἴολος εἰς Ἰταλοὺς ἐξορίζει. Μετάποντος δὲ ἄρχων τῶν τόπων γυναῖκα αὐτὴν ποιεῖται, τὴν πρότερον Σῖριν μετοικίσας εἰς τὴν ὁμώνυμον
αὐτῇ πόλιν. Οἱ δὲ τεχθέντες ἐξ Ἄρνης, Βοιωτὸς καὶ Αἴολος, βουλήσει τῆς μητρὸς κτείνουσι τὴν Σῖριν, καὶ μετοικίζονται φόβῳ τοῦ Μεταπόντου· ἀλλʼ ὁ μὲν εἰς Βοιωτίαν ἅμα τῇ μητρὶ, ὁ δὲ πρὸς Λίπαρον τὸν τῶν πλησίων νήσων ἄρχοντα, ὅς καὶ υἱὸν αὐτὸν
ποιεῖται καὶ μετὰ θάνατον τὰς νήσους αὐτῷ ἐᾷ, ἐξ οὗ Αἰολίδες ὠνομάσθησαν. Τούτων δὲ μία Ἱερὰ πῦρ ἀναδίδωσιν.
Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera). Anonymous. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.