ὑπʼ αὐτῶν ὀρχεῖσθαι, οἳ ὀρχούμενοι ἄρδην τοὺς αὐτῶν δεσπότας καταβαλόντες ἀπώλεσαν. Οἱ δὲ οὐ διὰ τοῦτο, ἀλλ᾿ ὅτι τῶν ἀναθημάτων ἔκλεψάν τινα τοῦ Ἀλφειοῦ· ἔχει γὰρ τιμὰς ὁ Ἀλφειὸς ἐν Ὀρτυγίᾳ πρός τε Συρακούσαις καὶ τῇ Ἀρεθούσῃ· ἃ κλέψαντες κατὰ
μῆνιν Ἀλφειοῦ ἡττήθησαν ἐν πολέμῳ ὃν εἴρηται τρόπον. — Οἱ Συβαρῖται τοῦ Ἀλφειοῦ ἀναθήματα ἐσύλησαν, καὶ αἰσχρῶς αὐτοῖς χρησάμενοι ἐβεβήλωσαν. Οὗτοι δὲ εἰς ἔσχατον τρυφῆς ἐλάσαντες πρὸς αὐλὸν ὀρχεῖσθαι τοὺς ἰδίους ἐδίδαξαν ἵππους. Καὶ δὴ Κροτωνιᾶται
πόλεμον πρὸς αὐτοὺς ἔχοντες εἶς τὴν μάχην αὐλοὺς ἤγαγον, οἱ δὲ ἵπποι τῶν Συβαριτῶν ἐξ ἔθους πρὸς ὄρχησιν ἐτράπησαν, τῶν αὐλῶν ἀκούοντες, καὶ τοὺς δεσπότας αὐτῶν κατέβαλον. Οἱ δὲ Κροτωνιᾶται πάντας ἀνεῖλον πεπτωκότας, καὶ ἔρημος γέγονεν ἡ
πόλις. Διὰ τοῦτο γὰρ εἶπε « δειλαίη Σύβαρις ναιέτας στενάχουσα. »
Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera). Anonymous. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.