αὑτὴν δισκεῦσαι. Ἡ δὲ ἱστορία κεῖται ἐντελὴς παρὰ τῷ τὴν Ἀλέξανδραν γράψαντι Λυκόφρονι (720). — Παρθενόπη λέγεται διὰ τὸ πολλοῖς ὑποπεσοῦσα ἀνδράσι φυλάξαι τὴν παρθενίαν. Ἀπὸ δὲ Φρυγίας ἐρασθεῖσα Μητιόχου καὶ ἀποτεμοῦσα τὰς τρίχας εἰς
Καμπανίαν ἦλθε καὶ ἐκεῖ ᾤκησεν. Οἱ δὲ μίαν τῶν Σειρήνων φασὶ μετὰ τὸν σπαραγμὸν ἐκβρασθῆναι ἐκεῖ καὶ ὡς θεὸν νομισθῆναι. Ἡνίκα γὰρ Ὀδυσσεὺς παρέπλευσεν αὐτὰς καὶ οὐκ ἐθέλχθη ὑπὸ τῆς ᾠδῆς αὐτῶν, οὔτε δέ τις τῶν ἑταίρων αὐτοῦ, τηνικαῦτα ἡ Παρθενόπη,
μία δὲ ἦν τῶν Σειρήνων, μανεῖσα, ἐπειδὴ μὴ ἴσχυσε τοὺς περὶ τὸν Ὀδυσσέα καταθέλξαι, ἑαυτὴν κατεπόντισεν. Εἰσὶ δὲ τὰ ὀνόματα τῶν Σειρήνων ταῦτα, ὡς καὶ Λυκόφρων (720), Παρθενόπη, Λευκωσία καὶ Λίγεια.
Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera). Anonymous. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.