εἵσατο Πανί. Ἀποθανόντα δὲ αὐτὸν ὁ παῖς Πάλλας ἔθαψεν ἐπ᾿ ἄκρων τῶν λόφων. Ἐξ οὗ καὶ νῦν ἡ Ῥώμη Παλλάντιον προσαγορεύεται. Οὗτος δὲ καὶ Ἡρακλέα ἐξένισεν, ἀπὸ τῶν βοῶν Γηρυόνου ἐπανιόντα, καὶ πρῶτος ὡς μάντις καὶ βωμὸν τούτῳ ἱδρύσατο.
Κυλλήνη ὄρος Ἀρκαδίας. Ἀρκάδες δὲ τὸ ἀνέκαθεν οἱ Πελασγοὶ, ὡς καὶ Ἔφορος. Ἐντεῦθεν γὰρ Εὔανδρος γενόμενος, θεοφορήτου μητρὸς θεσπίσμασι πειθόμενος λαόν τε συνήγαγε καὶ ἐλθὼν ᾤκησε τὴν Τυρρηνίαν, λόφον ἐκεῖ τινα ὀχυρωσάμενος, ἐν ᾧ ᾤκουν.
Ἀπὸ Πάλλαντος δὲ τοῦ Εὐάνδρου παιδὸς ἐκλήθη Παλλάντιον, ὅθεν νῦν οἱ Ῥωμαῖοι τοὺς ὠχυρωμένους τόπους κατὰ παραφθορὰν τοῦ ἑνὸς λ καὶ τοῦ ν παλάτιά φασι.
Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera). Anonymous. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.