τῶν ἄρκτων, ἡ δὲ τῷ νότῳ κεκλήρωται. Ὠνομάσθαι δὲ τὴν χώραν ἐξ Εὐρώπης φασὶ τῆς Φοινίκης, ὥς φησι Λυκόφρων (1283)·
Ἐκ ταύτης γὰρ ὁ Σαρπηδὼν, ὡς ἱστορεῖ Εὐριπίδης ἐν Ῥήσῳ (28). Ὁ δὲ Ἡρόδοτος (4, 45) συγκατατίθεται αὐτὴν ἀπὸ γυναικὸς εἰρῆσθαι· Ἱππίας μέντοι φησὶν ἀπὸ τῶν Ὠκεανοῦ θυγατέρων. Δύο γὰρ Ὠκεανίδας πρότερον γενέσθαι, Ἀσίαν καὶ Εὐρώπην, ἀφ᾿ ὧν τὰς
χώρας εἰρῆσθαι. Νικίας δέ φησιν ἀπό τινος Εὐρώπου καὶ Ἀσίου καὶ Λίβυος.
Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera). Anonymous. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.