ἔνθα λέγεται ἀποτεθεῶσθαι. Λέγει δὲ σκοπιὰς Εἰδοθέης ἢ τὴν Φάρον αὐτὴν, ὃ ἔστι κτίσμα, ἢ τὸν Ἀντίφαρον λεγόμενον, ὅς ἐστιν ἐν Ταφοσίριδι. Καὶ λέγεται τάφος εἶναι τῆς Εἰδοθέας, τόπος ὢν ὑψηλότατος, ὅθεν καὶ σκοπιὰς εἶπεν Εἰδοθέας. Ἄλλως. Σκοπιαί ἢ ὁ Φάρος
ἢ ὁ τάφος αὐτῆς ὡς ἄνω Ταφοσίριδος.
Αὕτη ἡ Εἰδοθέα τοῦ Πρωτέως θυγάτηρ ἦν, ὃς Αἰγύπτιος ὢν ἀπῆλθε πρὸς Θρᾴκην. Ἔσχε δὲ καὶ δύο υἱοὺς ξενοκτονοῦντας· τούτους Ἡρακλῆς ἐφόνευσε. Παρακαλέσας δὲ τὸν Ποσειδῶνα διὰ τῶν ἀδύτων τῆς γῆς ἦλθε, καὶ ἔκτισε τὴν Φάρον νῆσον. Ἡ Εἰδοθέα οὖν θυγάτηρ αὐτοῦ ἦν, καὶ οὔτε γελᾶ διὰ τὰ τέκνα, οὔτε κλαίει, ὡς δαίμων.
Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera). Anonymous. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.