ἔχειν, καὶ Νομάδων ἔθνη πολλὰ παρακεῖσθαι Μασαισύλων καὶ Μασυλίων, οὓς καὶ ἀγρονόμους εἶπε, διὰ τὸ μήτʼ ἀροῦν μήτε γεωργεῖν, ἀγρεύειν δὲ καὶ τούτῳ μόνῳ παῤ οἰκονομίαν κεχρῆσθαι. Οὐκοῦν ἀκόλουθον προπαροξύνειν τὴν λέξιν· οὐ γὰρ ἐνέργειαν ἀλλὰ πάθος σημαίνει. Γλωχῖνα δὲ εἶπε πρὸς τὸ σχῆμα τῆς γραμμῆς· πυμάτη δὲ, ἐπειδὴ πρὸς τῷ τέλει
ἐστὶ τῶν Στηλῶν. Πρῶτοι δὲ τῶν ἄλλων ἐθνῶν οἱ Μαυρούσιοι.
Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera). Anonymous. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.