λόγος ἐπὶ τὸν Πόντον, ὑπερκεῖσθαι λέγων αὐτοῦ τὴν Μαιῶτιν, περὶ ἣν οἰκοῦσι Μαιῶται, Σκύθαι τὸ γένος. Εἶτα παῤ ἐκείνοις καλεῖσθαι μητέρα τοῦ Πόντου τὴν λίμνην, εἰκότως· ἐπιτρέχουσα γὰρ τὸν Βόσπορον ἐπιδαψιλεύεται τῇ θαλάσσῃ καὶ ἀναπληροῖ τὸν κόλπον.
Εἶνα δὲ Κιμμερίους ὑπὸ τὴν εἰσβολὴν τοῦ Ταύρου, ἣ καλεῖται Χερρόνησος Ταυρικὴ, παρακειμένη τῷ στόματι τῆς Μαιώτιδος ἐκ δυσμῶν· πολλὰ δὲ παροικοῦσιν αὐτῇ ἔθνη Σκυθικά. Τὴν δὲ Μαιῶτιν ἐκφράζων ὁ Ἀπολλώνιος (2, 362) ἅμα τῷ ὕψει παραφαίνει τὸ σχῆμα, λέγων,
«τῆς ὑπὲρ βορέαο περισχίζονται ἄελλαι.»
Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera). Anonymous. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.