Ἑλλησπόντου. Καλεῖ δὲ τοῦτο τὸ μέρος ἰσθμὸν, ὅπερ καὶ Ἡρόδοτος (1, 72) αὐχένα λέγε. Ἔστι δὲ ὁ αὐχὴν οὗτος πρὸς νότον, ἀντικείμενος αὐτῆς τῆς Καράμβιος καὶ Κριοῦ μετώπου· καὶ στενοῦ γενομένου τούτου παρὰ τὸν Πόντον, εἰκὸς ὁρᾶσθαι τὰς περαιτέρω δύο
θαλάσσας. Ἡ Προποντὶς γὰρ βορειοτέρα γίνεται τῶν προειρημένων ἐθνῶν. Πλατὺν δὲ αὐτὸν εἶπεν, ἐπεὶ πολλὰ ἔθνη ἔχει ἐν ἑαυτῷ. Μεταξὺ δὲ κεῖται τοῦ Εὐξείνου Πόντου, ὃς ἄγει ἄχρι Κόλχων, καὶ Προποντίδος. Τὰ δὲ ἔθνη Κιλικία, Ἰσαυρία, Παμφυλία, Λυκία,
Καρία, Ἀσία, Ἑλλήσποντος, χώρα Φρυγία τῶν ἐν τῇ δευτέρᾳ Φρυγίᾳ, Καππαδοκία, Ἀρμενία, Γαλατία, Παφλαγονία, Πόντος Πολεμώνιος, Βιθυνία. Χῶραι ιδ´.
Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera). Anonymous. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.