Αἰγύπτου μέρη καὶ τοῦ αὐτοῦ κυβερνήτου ἀποπνιγέντος, τοῦ Φρόντιδος, διαδέχεται τὴν ναῦν Κάνωβος, ὅστις καὶ πολλὰ διατρίψας ἐν Αἰγύπτῳ ναυπηγῶν τὰ σκάφη ὑπὸ ὄφεως πληγεὶς τελευτᾷ. Ὃν θάψας ὁ Μενέλαος πόλιν εἰς ὄνομα αὐτοῦ ἱδρύσατο, ἐάσας τὸ
ἀχρειότατον τοῦ στρατοῦ μέρος οἰκεῖν τὴν πόλιν καί τινας Αἰγυπτίους.
ἡ Κρήτη λέγεται· διὸ καὶ τὰ ἑκατόμβαια ἐκεῖ ἐθύετο ἐπὶ σωτηρίᾳ τῶν τοσούτων πόλεων· μία δὲ τῶν ἑκατὸν αἱ Ἀμύκλαι, ἣν ἔκτισεν υἱὸς Λακεδαίμονος ὁ Ἀμύκλας.
Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera). Anonymous. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.