(Od. ι, 98), ” ἐν ᾧ μάλιστα ὁ βορρᾶς καταρρήγνυται. Ἄλλως. Περὶ Κικονίαν ἐστὶν ὁ Ἴσμαρος, ὡς ὁ Ποιητὴς (Od. ι, 39) δηλοῖ· « Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν, Ἰσμάρῳ. Δύο δέ πελάγη τὰ ἐκ τοῦ Ἀδρίου συναπτόμενά φασιν ὑποκεῖσθαι τῇ προειρημένῃ
θαλάσσῃ, ὧν τὸ μὲν Αἰγύπτιον ἄχρι τοῦ Κασίου περατοῦσθαι· τοῦτο δὲ ἄκρον ἐστὶ ψαμμῶδες, ἐπὶ τὰ βόρεια τοῦ Πηλουσίου κείμενον· τὸ δὲ Συριακὸν ἐπὶ τὸν Ἰσσικὸν ἀποκρέμασθαι κόλπον, ὃν ἄνω τῆς Σιδονίας ἐπὶ τὰ βόρεια κεῖσθαι θαλάσσης.
Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera). Anonymous. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.