οὐκ ἀσύμφωνον τῷ σκοπῷ. Θεοῦ γὰρ ποιητικοῦ παρῃτήσατο νῦν ἐπίκλησιν, ὥσπερ ἐπειγόμενος συναποδημῆσαι τῷ λόγῳ. Ζηλοῖ δὲ τὸν Ἀπολλώνιον, οὐ χαρακτῆρος ὢν ἐραστὴς, ἀλλ᾿ ἐπικαίρου διὰ τὴν χρείαν ἐπιβολῆς. Προθέμενος οὖν οἰκουμένην γράψαι γῆν τε
καὶ θάλασσαν, ὡρισμένην ὁμοῦ τοῖς εἰς αὐτὴν εἰσβάλλουσι ποταμοῖς, ὠκεανὸν προλαμβάνει τῇ μνήμῃ καλῶς, εἴγε θεῶν καθʼ Ὅμηρον (Il. 14, 201) εἴρηται γένεσις, ὧν ἡ ἔννοια σημαίνει τὰ κοσμικὰ στοιχεῖα κατά τινας· εἶναι γὰρ αὐτῶν πρῶτον τὸ ὕδωρ, ὁμοίως
δὲ καὶ τὴν γῆν. Ἡ γὰρ τοῦ Ἡρακλείτου δόξα τὰ πάντα φησὶν ἐκ ῥοῆς εἶναι καὶ στάσεως. Προϊὼν δὲ μετʼ οὐ πολὺ συμπαραλαμβάνει τὰς Μούσας, εὔνοιάν τινα παραφυλάτων ἅμα τῇ τέχνῃ. Παραιτεῖται δὲ τὸ ἀμάρτυρον, ἴσως ἐκ τοῦ Καλλιμάχου τοῦτο μαθὼν, ἐπεὶ κἀκεῖνος “ἀμάρτυρον οὐδὲν ἀείδω” φησί. Διατετηρημένην δὲ ἐν τοῖς ἑξῆς ἀποδιδοὺς ἑαυτῷ τὴν
πίστιν ἐπάγει τὸ ἔπος; εἰπών (vs. 62)· ὑμεῖς δ᾿, ὦ Μοῦσαι, σκολιὰς ἐνέποιτε κελεύθους.
ὠκεανοῦ. Ὀνομάσας τοίνυν τὴν γῆν, πρῶτον περὶ τοῦ ὠκεανοῦ, ὡς περιέχοντος τὴν γῆν, διαλαμβάνει, ἔπειτα περὶ τῶν πελαγῶν, εἶτα περὶ τῆς γῆς διαλαβὼν ἄρχεται ἀπὸ Λιβύης, εἶτα περὶ Εὐρώπης λέγει, ἐπεὶ καὶ τῆς αὐτῆς θέσεώς ἐστι (εἴγε καὶ πρότερον εἰς
Ἀσίαν καὶ Εὐρώπην διῄρουν πᾶσαν τὴν γῆν, τὴν Λιβύην τῇ Εὐρώπῃ προσνέμοντες)· εἶτα τῶν νήσων μνημονεύσας ἐπὶ πᾶσι τὴν Ἀσίαν καταλέγει. Διαιροῦσι δὲ τὴν οἰκουμένην εἰς τρία, εἰς Ἀσίαν Εὐρώπην τε καὶ Λιβύην.
σύνταγμα. Ἐρατοσθένὸυς δὲ ὢν ζηλωτὴς κύκλῳ περιέχεσθαι τὴν γῆν φησιν ὑπὸ τοῦ ὠκεανοῦ.
ἰδίᾳ θαλασσῶν, καὶ ὑποτίθεται περὶ τὴν ἑσπέραν, οὕτως καλῶν ἄγνωστον καὶ δυτικὸν, οὗ τὴν ἀρχὴν ἐπὶ τὰ βόρεια παρακεῖσθαι μὲν Θούλῃ τῇ νήσῳ, καλεῖσθαι δὲ Σαρματικὸν ὠκεανὸν, ἀγνώστου παρακειμένης τινὸς γῆς· τὸν δὲ συνημμένον αὐτῷ καὶ οὐχ ἕτερον ὄντα
δυτικὸν μὲν διὰ τὸν ἐπέκεινα τόπον, διήκειν δὲ μέχρι τοῦ καλουμένου περὶ τὴν ἐντὸς Αἰθιοπίαν ἑσπερίου κόλπου καὶ πεδίου Πυρροῦ φερωνύμως ἐκ τοῦ ποιοῦ χρώματος εἰρημένου, μεθʼ ὃ Λιβύην ὁμοῦ συνάπτει καὶ ἀναπαύει τῷ Νείλῳ. Τό τε Ἰνδικὸν πέλαγος,
ὅπερ ἐστὶ τῆς Ἐρυθρᾶς, ἄρχεται μὲν ἐκ τοῦ Ἀραβικοῦ κόλπου, παρατείνει δὲ μέσον ἔχον Ταπροβάνην νῆσον ἕως Μεγάλου τοῦ παῤ Ἰνδοῖς τε καὶ Σινδοῖς οὕτως καλουμένου ἑῴου κόλπου. Καὶ ταῦτα μὲν αὐτοῖς ὑπό τι διαπεφώνηται· δείκνυται δὲ τὸ αἴτιον· περὶ γὰρ
ἄλλων οὐκ ἀμφίβολος ἡ δόξα· κατάλληλον πρόθωμαι. Φησὶ γὰρ ὁ ἀνὴρ (Ptol. 7, 5) διαιρεῖσθαι μὲν τὴν οἰκουμένην ἅπασαν εἰς τρεῖς ἠπείρους, Λιβύην, Εὐρώπην, Ἀσίαν· καὶ ἐκ μὲν τῶν ἑῴων ἀγνώστῳ γῇ περιορίζεσθαι τῇ παρακειμένῃ τοῖς ἀνατολικοῖς ἔθνεσι
τῆς Μεγάλης Ἀσίας, Σιναῖς τε καὶ Σηρικῇ· ἐκ δὲ μεσημβρίας ὁμοίως ἀγνώστῳ γῇ περικλειούσῃ τὸ Ἰνδικὸν πέλαγος· ἐκ δὲ τῶν δυτικῶν γῇ τε ἀγνώστῳ περιλαμβανούσῃ τὸν Αἰθιοπικὸν οὕτω λεγόμενον κόλπον καὶ τῷ δυτικῷ ἐφεξῆς ὠκεανῷ καὶ πελάγει τῷ
περιέχοντι τοῖς ἐκεῖ πέρασιν ὁμοῦ Λιβύης τε καὶ Εὐρώπης· ἐκ δὲ τῶν ἄρκτων αὐτὴν περιέχεσθαι τῷ περιέχοντι Θούλην ὠκεανῷ καὶ Βρεττανίαν καὶ τὰ βορειότερα μέρη τῆς Εὐρώπης· καλεῖσθαι δέ φησι τὸν ἀρκτῶον ὠκεανὸν Σαρματικόν τε καὶ Δουηκαληδόνιον·
οὐ μὴν ἀλλὰ καὶ γῇ ἀγνώστῳ περιέχεσθαι, παρακειμένῃ ταῖς ἀρκτικωτάταις χώραις τῆς μεγάλης ἑῴας, Σαρματίαις τε καὶ Σκυθίαις καὶ τῇ Σηρικῇ· δύο γὰρ Σκυθίαι καὶ δύο Σαρματίαι, αὕτω· Σκυθία ἡ ἐκτὸς Ἰμάου ὄρους, καὶ Σκυθία ἡ ἐντὸς Ἰμάου ὄρους, καὶ Σαρματία ἡ ἐπ᾿ Εὐρώπῃ, καὶ Σαρματία ἡ ἐν Ἀσίᾳ. Τὰς δὲ θαλάσσας ὧδε ἔφη καθόλου κεῖσθαι· μίαν μὲν τὴν καθʼ ἡμᾶς ἅμα τοῖς κόλποις, Ἀδριατικῷ τε καὶ τῷ Αἰγαίῳ πελάγει καὶ Προποντίδι καὶ Πόντῳ καὶ Μαιώτιδι λίμνῃ, φέρεσθαι δὲ διὰ τῶν Ἡρακλέους στηλῶν,
ἀρχομένην ἐκ τῶν Ἰβήρων· ἑτέραν δὲ διώνυμον οὕτω λέγεσθαι Κασπίαν τε καὶ Ὑρκανίαν, ἣν ἀποκλείουσά τις ἤπειρος ἐκ τοῦ ἐναντίου νησοποιεῖ τὴν θάλασσαν· τρίτην δὲ εἶναι τὴν Ἰνδικὴν, ἐπιφανῆ τοῖς ἐν αὐτῇ διαπρέπουσι κόλποις, Ἀραβίῳ τε καὶ Περσικῷ, Γαγγητικῷ
τε καὶ τῷ ἰδίως οὕτω καλουμένῳ Μεγάλῳ· περιλαμβάνεσθαι μέντοι καὶ αὐτὴν ὑπὸ ἀγνώστου, καὶ μείζονα μὲν ἔφη τῷ καταλόγῳ τῶν ἄλλων καὶ πρώτην, δευτέραν δὲ τὴν καθʼ ἡμᾶς τῷ μεγέθει, ἐλαττοῖ δὲ τὴν Ὑρκανίαν, καὶ ὑπὸ ταύτης ὁρίζει.
Αἱθιοπικὸς, ἕκτος ὁ Ποντικὸς, ἕβδομος ὁ Αἰγαῖος, ὄγδοος ἡ Μαιῶτις, ἔννατος ὁ ἐπὶ Δαλματίαν εἰσβάλλων, ὃς Ἀδριατικός τε καὶ Ἰόνιος καλεῖται, μεθʼ ὃν δεκάτη τῶν εἰρημένων ἡ Προποντίς. Εἰ δὲ δεῖ καὶ περὶ τῶν νήσων εἰπεῖν, ἥτις αὐτῶν μείζων καὶ λόγῳ
διαφερόντως ἔνδοξος, αὐτόθεν ὡς ἐκείνῳ δοκεῖ παραστήσομεν. Πρωτεύει μὲν ἡ Ἰνδικὴ Ταπροβάνη μεγέθει καὶ δόξῃ· μεθ᾿ ἣν ἡ Βρεττανικὴ καλουμένη, παρὰ δὲ τοῖς οἰκοῦσιν αὐτὴν Ἀλουιωνίς, τρίτη δὲ ἡ Χρυσῆ, χερρόνησος Ἰνδική· τετάρτη τῶν Βρεττανῶν ἡ ἑτέρα
λεγομένη παῤ αὐτοῖς Ἰουερνία· πέμπτη τούτων ἡ Πελοπόννησος, καὶ ἡ Σικελία μετʼ αὐτὴν ἕκτη· Σαρδὼ μετʼ ἕκείνην ἑβδόμη· μετὰ δὲ ταύτην ἡ Κύρνος ὀγδόη· Κρήτη δὲ τάξεως ἐννάτης· μετὰ δὲ ταύτην ἡ Κύπρος οὖσα δεκάτη τῷ καταλόγῳ, εἰπεῖν δὲ κορωνίς. Καὶ
ταῦτα μὲν οὔτως ὁ Πτολεμαῖος ὁρίζει.
εἶναι καθʼ ὑπόδειγμα γίνεται. Φησὶ γὰρ οὕτως (v 5)· οὐ μὴν πᾶσα διαπρὸ περίδρομος, ἀλλὰ διαμφὶς ὀξυτέρη βεβαυῖα πρὸς ἠελίοιο κελεύθους, σφενδόνῃ εἰοικυῖα. ” Τί γὰρ οὐχὶ καὶ τὴν ἀοίκητον εἴρηκε; δῆλον, ἐπεὶ μὴ οἷός τε ἦν ἐπιδεῖξαι, μήτε ἀστρονομίαν
ἐπαγγέλλεται. Σφαῖραν γὰρ αὐτὴν ἂν εἰκότως ἔφη εἶναι περιφερῆ μᾶλλον ἢ σφενδονοειδῆ ἢ κῶνον κατ᾿ ἐνίους· ἄλλως τε καὶ διὰ τῆς ἐπιγραφῆς ὡμολόγησεν· ἐπιγέγραπται γὰρ Οἰκουμενικόν. Τίς οὖν αὐτοῖς αἰτία τοῦ διαφωνεῖν ἀλλήλοις; οὐκ ἴσμεν.
Ὅτι δὲ κυκλοτερῆ τὸν ὠκεανὸν ὁ Διονύσιος οἶδεν, αὐτὸς ὁμολογεῖ διὰ τῶν ἐπῶν οὕτως (v. 3)· “ ἐν γὰρ ἐκείνῳ πᾶσα χθὼν, ἅτε νῆσος ἀπείριτος, ἐστεφάνωται.” Καὶ ἐν τοῖς ἑξῆς (v. 27)· “ πάντη δʼ ἀκαμάτου φέρεται ῥόος ὠκεανοῖο, εἷς μὲν ἐὼν, πολλῇσι δʼ
ἐπωνυμίῃσιν ἀρηρώς. ” Εἰτα ὑποκαταβαίνων οὕτως (v. 41)· « ὠκεανὸς περιδέδρομε γαῖαν ἅπασαν· » Ὁμηρικῶς δὴ πρὸς ταύτην τὴν δόξαν· ὁ Ποιητὴς γὰρ εἶπεν (Il. σ, 399)· « ἀψορρόου ὠκεανοῖο. » Καὶ Ὀρφεὺς (fr. 44) ἐν τῷ περὶ Διὸς καὶ Κόρης φησί·
Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera). Anonymous. ed. Karl Müller. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.