σχετλίη, ἦ ῥα κακὸν καὶ ἀεικέα μήσαο νόστον.
ἔλπομαι οὐκ ἐπὶ δήν σε βαρὺν χόλον Αἰήταο
740
ἐκφυγέειν· τάχα δʼ εἶσι καὶ Ἑλλάδος ἤθεα γαίης
τισόμενος φόνον υἷος, ὅτʼ ἄσχετα ἔργʼ ἐτέλεσσας.
ἀλλʼ ἐπεὶ οὖν ἱκέτις καὶ ὁμόγνιος ἔπλευ ἐμεῖο,
ἄλλο μὲν οὔτι κακὸν μητίσομαι ἐνθάδʼ ἰούσῃ·
ἔρχεο δʼ ἐκ μεγάρων ξείνῳ συνοπηδὸς ἐοῦσα,
745
ὅντινα τοῦτον ἄιστον ἀείραο πατρὸς ἄνευθεν·
μηδέ με γουνάσσηαι ἐφέστιος, οὐ γὰρ ἔγωγε
αἰνήσω βουλάς τε σέθεν καὶ ἀεικέα φύξιν.
ὧς φάτο· τὴν δʼ ἀμέγαρτον ἄχος λάβεν· ἀμφὶ δὲ πέπλον
ὀφθαλμοῖσι βαλοῦσα γόον χέεν, ὄφρα μιν ἥρως
750
χειρὸς ἐπισχόμενος μεγάρων ἐξῆγε θύραζε
δείματι παλλομένην· λεῖπον δʼ ἀπὸ δώματα Κίρκης.
οὐδʼ ἄλοχον Κρονίδαο Διὸς λάθον· ἀλλά οἱ Ἶρις
πέφραδεν, εὖτʼ ἐνόησεν ἀπὸ μεγάροιο κιόντας.
αὐτὴ γάρ μιν ἄνωγε δοκευέμεν, ὁππότε νῆα
755
στείχοιεν· τὸ καὶ αὖτις ἐποτρύνουσʼ ἀγόρευεν·
Ἶρι φίλη, νῦν, εἴ ποτʼ ἐμὰς ἐτέλεσσας ἐφετμάς,
εἰ δʼ ἄγε λαιψηρῇσι μετοιχομένη πτερύγεσσιν,
δεῦρο Θέτιν μοι ἄνωχθι μολεῖν ἁλὸς ἐξανιοῦσαν.
κείνης γὰρ χρειώ με κιχάνεται. αὐτὰρ ἔπειτα
760
ἐλθεῖν εἰς ἀκτάς, ὅθι τʼ ἄκμονες Ἡφαίστοιο
χάλκειοι στιβαρῇσιν ἀράσσονται τυπίδεσσιν·
εἰπὲ δὲ κοιμῆσαι φύσας πυρός, εἰσόκεν Ἀργὼ
τάσγε παρεξελάσῃσιν. ἀτὰρ καὶ ἐς Αἴολον ἐλθεῖν,
Αἴολον, ὅς τʼ ἀνέμοις αἰθρηγενέεσσιν ἀνάσσει·
765
καὶ δὲ τῷ εἰπέμεναι τὸν ἐμὸν νόον, ὥς κεν ἀήτας
πάντας ἀπολλήξειεν ὑπʼ ἠέρι, μηδέ τις αὔρη
τρηχύνοι πέλαγος· Ζεφύρου γε μὲν οὖρος ἀήτω,
ὄφρʼ οἵγʼ Ἀλκινόου Φαιηκίδα νῆσον ἵκωνται.
ὧς ἔφατʼ· αὐτίκα δʼ Ἶρις ἀπʼ Οὐλύμποιο θοροῦσα
770
τέμνε, τανυσσαμένη κοῦφα πτερά. δῦ δʼ ἐνὶ πόντῳ
Αἰγαίῳ, τόθι πέρ τε δόμοι Νηρῆος ἔασιν.
πρώτην δʼ εἰσαφίκανε Θέτιν, καὶ ἐπέφραδε μῦθον
Ἥρης ἐννεσίῃς, ὦρσέν τέ μιν εἰς ἓ νέεσθαι.
δεύτερα δʼ εἰς Ἥφαιστον ἐβήσατο· παῦσε δὲ τόνγε
775
ῥίμφα σιδηρείων τυπίδων· ἔσχοντο δʼ ἀυτμῆς
αἰθαλέοι πρηστῆρες. ἀτὰρ τρίτον εἰσαφίκανεν
Αἴολον Ἱππότεω παῖδα κλυτόν. ὄφρα δὲ καὶ τῷ
ἀγγελίην φαμένη θοὰ γούνατα παῦσεν ὁδοῖο,
τόφρα Θέτις Νηρῆα κασιγνήτας τε λιποῦσα
780
ἐξ ἁλὸς Οὔλυμπόνδε θεὰν μετεκίαθεν Ἥρην·
ἡ δέ μιν ἆσσον ἑοῖο παρεῖσέ τε, φαῖνέ τε μῦθον·
κέκλυθι νῦν, Θέτι δῖα, τά τοι ἐπιέλδομʼ ἐνισπεῖν.
οἶσθα μέν, ὅσσον ἐμῇσιν ἐνὶ φρεσὶ τίεται ἥρως
Αἰσονίδης, οἱ δʼ ἄλλοι ἀοσσητῆρες ἀέθλου,
785
οἵως τέ σφʼ ἐσάωσα διὰ πλαγκτὰς περόωντας
πέτρας, ἔνθα πάρος δειναὶ βρομέουσι θύελλαι,
κύματά τε σκληρῇσι περιβλύει σπιλάδεσσιν.
νῦν δὲ παρὰ Σκύλλης σκόπελον μέγαν ἠδὲ Χάρυβδιν
δεινὸν ἐρευγομένην δέχεται ὁδός. ἀλλά σε γὰρ δὴ
790
ἐξέτι νηπυτίης αὐτὴ τρέφον ἠδʼ ἀγάπησα
ἔξοχον ἀλλάων, αἵ τʼ εἰν ἁλὶ ναιετάουσιν,
οὕνεκεν οὐκ ἔτλης εὐνῇ Διὸς ἱεμένοιο
λέξασθαι. κείνῳ γὰρ ἀεὶ τάδε ἔργα μέμηλεν,
ἠὲ σὺν ἀθανάταις ἠὲ θνητῇσιν ἰαύειν.
795
ἀλλʼ ἐμὲ αἰδομένη καὶ ἐνὶ φρεσὶ δειμαίνουσα,
ἠλεύω· ὁ δʼ ἔπειτα πελώριον ὅρκον ὄμοσσεν,
μήποτέ σʼ ἀθανάτοιο θεοῦ καλέεσθαι ἄκοιτιν.
ἔμπης δʼ οὐ μεθίεσκεν ὀπιπεύων ἀέκουσαν,
εἰσότε οἱ πρέσβειρα Θέμις κατέλεξεν ἅπαντα,
800
ὡς δή τοι πέπρωται ἀμείνονα πατρὸς ἑοῖο
παῖδα τεκεῖν· τῶ καί σε λιλαιόμενος μεθέηκεν,
δείματι, μή τις ἑοῦ ἀντάξιος ἄλλος ἀνάσσοι
ἀθανάτων, ἀλλʼ αἰὲν ἑὸν κράτος εἰρύοιτο.
αὐτὰρ ἐγὼ τὸν ἄριστον ἐπιχθονίων πόσιν εἶναι
805
δῶκά τοι, ὄφρα γάμου θυμηδέος ἀντιάσειας,
τέκνα τε φιτύσαιο· θεοὺς δʼ ἐς δαῖτʼ ἐκάλεσσα
πάντας ὁμῶς· αὐτὴ δὲ σέλας χείρεσσιν ἀνέσχον
νυμφίδιον, κείνης ἀγανόφρονος εἵνεκα τιμῆς.
ἀλλʼ ἄγε καί τινά τοι νημερτέα μῦθον ἐνίψω.
810
εὖτʼ ἂν ἐς Ἠλύσιον πεδίον τεὸς υἱὸς ἵκηται,
ὃν δὴ νῦν Χείρωνος ἐν ἤθεσι Κενταύροιο
νηιάδες κομέουσι τεοῦ λίπτοντα γάλακτος,
χρειώ μιν κούρης πόσιν ἔμμεναι Αἰήταο
Μηδείης· σὺ δʼ ἄρηγε νυῷ ἑκυρή περ ἐοῦσα,
815
ἠδʼ αὐτῷ Πηλῆι. τί τοι χόλος ἐστήρικται;
ἀάσθη. καὶ γάρ τε θεοὺς ἐπινίσσεται ἄτη.
ναὶ μὲν ἐφημοσύνῃσιν ἐμαῖς Ἥφαιστον ὀίω
λωφήσειν πρήσοντα πυρὸς μένος, Ἱπποτάδην δὲ
Αἴολον ὠκείας ἀνέμων ἄικας ἐρύξειν,
820
νόσφιν ἐυσταθέος ζεφύρου, τείως κεν ἵκωνται
Φαιήκων λιμένας· σὺ δʼ ἀκηδέα μήδεο νόστον.
δεῖμα δέ τοι πέτραι καὶ ὑπέρβια κύματʼ ἔασιν
μοῦνον, ἅ κεν τρέψαιο κασιγνήτῃσι σὺν ἄλλαις.
μηδὲ σύγʼ ἠὲ Χάρυβδιν ἀμηχανέοντας ἐάσῃς
825
ἐσβαλέειν, μὴ πάντας ἀναβρόξασα φέρῃσιν,
ἠὲ παρὰ Σκύλλης στυγερὸν κευθμῶνα νέεσθαι,
Σκύλλης Αὐσονίης ὀλοόφρονος, ἣν τέκε Φόρκυι
νυκτιπόλος Ἑκάτη, τήν τε κλείουσι Κράταιιν,
μή πως σμερδαλέῃσιν ἐπαΐξασα γένυσσιν
830
λεκτοὺς ἡρώων δηλήσεται. ἀλλʼ ἔχε νῆα
κεῖσʼ, ὅθι περ τυτθή γε παραίβασις ἔσσετʼ ὀλέθρου.