ΑΠΟΛΛΩΝΙΟΥ ΒΙΒΛΙΟΝ Γ.
1
Εἰδ᾽ ἄγενῦν, Ερατώ, παρά θ᾽ ἵστασο, καί μοι ἔνισπε
1
ἔνθεν ὅπως ἐς Ιωλκὸν ἀνήγαγε κῶας Ιήσων
Μηδείης ὑπ᾽ ἔρωτι. σὺ γὰρ καὶ Κύπριδος αἶσαν
ἔμμορες, ἀδμῆτας δὲ τεοῖς μελεδήμασι θέλγεις
παρθενικάς· τῷ καὶ τοι ἐπήρατον οὔνομ᾽ ἀνῆπται.
5
Ως οἱ μὲν πυκινοῖσιν ἀνωΐστως δονάκεσσι
μίμνον ἀριστῆες λελοχημένοι· αἱ δ᾽ ἐνόησαν
Ηρη Αθηναίη τε, Διὸς δ᾽ αὐτοῖο καὶ ἄλλων
ἀθανάτων ἀπονόσφι θεῶν, θάλαμόνδε κιοῦσαι
βούλευον· πείραζε δ' Αθηναίην πάρος Ηρη.
10
Αὐτὴ νῦν προτέρη, θύγατερ Διὸς, ἄρχεο βουλῆς.
τί χρέος; ἠὲ δόλον τίνα μήσεαι, ᾧ κεν ἑλόντες
χρύσεον Αἰήταο μεθ' Ελλάδα κῶας ἄγοιντο;
ἢ καὶ τόν γ᾽ ἐπέεσσι παραιφάμενοι πεπίθοιεν
μειλιχίοις; ἢ μὲν γὰρ ὑπερφίαλος πέλει αἰνῶς.
15
ἔμπης δ᾽ οὐ τινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν.
Ως φάτος τὴν δὲ παρᾶσσον Αθηναίη προσέειπε·
Καὶ δ᾽ αὐτὴν ἐμὲ τοῖα μετὰ φρεσὶν ἁρμαίνουσαν,
Ηρη, ἀπηλεγέως ἐξείρεαι, ἀλλά ται οὔπω
φράσσασθαι νοέω τοῦτον δόλον, ὅστις ὀνήσει
20
θυμὸν ἀριστήων· πολλὰς δ᾽ ἐπεδοίασα βουλάς.
Η, καὶ ἐπ᾿ οὔδεος αίγε ποδῶν πάρος ὄμματ᾽ ἔπηξαν.
ἄνδιχα πορφύρουσαι ἐνὶ σφίσιν· αὐτίκα δ' Ηρη
τοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον.
Δεῦρ᾽ ἴομεν μετὰ Κύπριν· ἐπιπλόμεναι δέ μιν ἄμφω
25
παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται
κούρην Αἰήτεω πολυφάρμακον οἶσι βέλεσσι
θέλξαι ὀϊστεύσας ἐπ᾿ Ιήσονι. τὸν δ᾽ ἂν οἴω
κείνης ἐννεσίῃσιν ἐς Ελλάδα κῶας ἀνάξειν.
Ως ἄρ᾽ ἔφη· πυκινὴ δὲ συνεύαδε μῆτις Αθήνη,
30
καί μιν ἔπειτ᾽ ἐξαῦτις ἀμείβετο μειλιχίοισιν·
Ηρη, νήϊδα μέν με πατήρ τέκε τοῖο βολάων,
οὐδέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο.
εἰ δὲ σοι αὐτῇ μῦθος ἐφανδάνει, ἢ τ᾽ ἂν ἔγωγε
ἑσποίμην· σὺ δὲ κεν φαίης ἔπος ἀντιόωσα.
35
Η, καὶ ἀναΐξασαι ἐπὶ μέγα, δῶμα νέοντο
Κύπριδος, ὃ ῥά τὲ οἱ δεῖμεν πόσις ἀμφιγυήεις,
ὁππότε μιν ταπρῶτα παραὶ Διὸς ἦγεν ἄκοιτιν.
ἕρκεα δ᾽ εἰσελθοῦσαι ὑπ᾽ αἰθούσῃ θαλάμοιο
ἔσταν, ἵν᾽ ἐντύνεσκε θεὰ λέχος Ηφαίστοιο.
40
αλλ᾽ ὁ μὲν εἰς χαλκεῶνα καὶ ἄκμονας ἦρι βεβήκει
νήσοιο πλαγκτῆς εὐρὺν μυχὸν, ᾧ ἔνι πάντα
δαίδαλα χάλκευε ῥιπῇ πυρός· ἡ δ᾽ ἄρα μούνη
ἦστο δόμῳ δινωτὸν ἀνὰ θρόνον, ἄντα θυράων.
λευκοῖσι δ᾽ ἑκάτερθε κόμας ἐπιειμένη ὤμοις
45
κόσμει χρυσείῃ διὰ κερκίδι, μέλλε δὲ μακροὺς
πλέξασθαι πλοκάμους· τὰς δὲ προπάροιθεν ἰδοῦσα.
ἔσχεθεν, εἴσω τέ σφ᾽ ἐκάλει, καὶ ἀπὸ θρόνου ὧρτο,
εἶσέ τ᾽ ἐνὶ κλισμοῖσιν· ἀτὰρ μετέπειτα καὶ αὐτὴ
ἵζανεν, ἀψήκτους δὲ χεροῖν ἀνεδήσατο χαίτας.
50
τοῖα δὲ μειδιόωσα προσέννεπεν αἱμυλίοισιν.
52
Ηθεῖαι, τις δεῦρο νόος χρειώ τε κομίζει
δηναιὰς αὕτως; τί δ᾽ ἵκάνετον, οὔ τι πάρος γε
λίην φοιτίζουσαι, ἐπεὶ περίεστε θεάων;
Τὴν δ' Ηρη τοίοισιν ἀμειβομένη προσέειπεν·
55
Κερτομέεις· νῶϊν δὲ κέαρ συνορίνεται ἄτῃ.
ἤδη γὰρ ποταμῷ ἐνὶ Φάσιδι νῆα κατίσχει
Αἰσονίδης, οἱ τ᾽ ἄλλοι ὅσοι μετὰ κῶας ἕπονται.
τῶν ἤτοι πάντων μὲν, ἐπεὶ πέλας ἔργον ὄρωρε,
δείδιμεν ἐκπάγλως, περὶ δ᾽ Αἰσονίδαο μάλιστα.
60
τὸν μὲν ἐγὼν, εἴ κέν περ ἐς Αΐδα ναυτίλληται
λυσόμενος χαλκέων Ιξίονα νειόθι δεσμῶν,
ῥύσομαι, ὅσσον ἐμοῖσιν ἐνὶ σθένος ἔπλετο γυίοις,
ὄφρα μὴ ἐγγελάσῃ Πελίης κακὸν οἶτον ἀλύξας,
ὃς μ᾽ ὑπερηνορέῃ θυέων ἀγέραστον ἔθηκε.
65
καὶ δ᾽ ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατ' Ιήσων,
ἐξότ᾽᾽ ἐπὶ προχοῇσιν ἅλις πλήθοντος Αναύρου
ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησε
θήρης ἐξανιών· νιφετῷ δ᾽ ἐπαλύνετο πάντα
οὔρεα καὶ σκοπιαὶ περιμήκεες, οἱ δὲ κατ᾿ αὐτῶν·
70
χείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο.
χρηϊ δὲ μ᾽ εἰσαμένην ὀλοφύρατο, καί μ᾿ ἀναείρας
αὐτὸς ἑοῖς ὤμοισι δι᾽ ἐκ προαλὲς φέρεν ὕδωρ.
τῷ νύ μοι ἄλληκτον περιτίεται· οὐδέ κε λώβην
πτίσειεν Πελίης; εἰ μή σύ γε νόστον ὀπάσσοις.
75
Ως ηὔδα· Κύπριν δ᾽ ἐνεοστασίη λάβε μύθων.
ἅζετο δ᾽ ἀντομένην Ηρην ἕθεν εἰσορόωσα,
καί μιν ἔπειτ᾿ ἀγανοῖσι προσέννεπεν ἢ γ᾽ ἐπέεσσι·
Πότνα θεὰ, μήτοι τι κακώτερον ἄλλο πέλοιτο
Κύπριδος, εἰ δὴ σεῖο λιλαιομένης ἀθερίζω
80
ἢ ἔπος, ἠἑ τι ἔργον, ὅ κεν χέρες αίγε κάμοιεν
ἠπεδαναί· καὶ μή τις ἀμοιβαίη χάρις ἔστω.
Ως έφαθ'. Ηρη δ᾽ αὖτις ἐπιφραδέως ἀγόρευσεν·
Οὐ τι βίης χατέουσαι ἱκάνομεν, οὐδὲ τι χειρῶν.
ἀλλ᾽ αὕτως ἀκέουσα τεῷ ἐπικέκλεο παιδί,
85
παρθένον Αἰήτεῳ θέλξαι πόθῳ Αἰσονίδαο.
εἰ γὰρ οἱ κείνη συμφράσσεται εὐμενέουσα,
ῥηϊδίως μιν ἑλόντα δέρος χρύσειον δΐω
νοστήσειν ἐς Ιωλκὸν, ἐπεὶ δολόεσσα τέτυκται.
Ως ἄρ᾽ ἔφη· Κύπρις δὲ μετ᾿ ἀμφοτέρῄσιν ἔειπεν.
90
Ηρη, Αθηναίη τε, πίθοιτό κεν ὕμμι μάλιστα,
ἢ ἐμοί. ὑμείων γὰρ ἀναιδήτῳ περ ἐόντι
τυτθή γ᾽ αἰδὼς ἔσσετ᾽ ἐν ὄμμασιν· αὐτὰρ ἐμεῖο
οὐκ ὄθεται, μάλα δ᾽ αἰὲν ἐριδμαίνων ἀθερίζει.
καὶ δὴ οἱ μενέηνα, περισχομένη κακότητι,
95
αὐτοῖσι τόξοισι δυσηχέας ἆξαι δϊστοὺς
ἀμφαδίῃ. τοῖον γὰρ ἐπηπείλησε χαλεφθεὶς,
εἰ μὴ τηλόθι χεῖρας, ἕως ἔτι θυμὸν ἐρύκει,
ἕξω ἐμὰς, μετέπειτα γ᾽ ἀτεμβοίμην ἑοῖ αὐτῇ.
Ως φάτο· μείδησαν δὲ θεαὶ, καὶ ἐσέδρακον ἄντην
100
ἀλλήλαις, ἡ δ᾽ αὖτις ἀκηχεμένη μετέειπεν·
Αλλοις ἄλγεα τἀμὰ γέλως πέλει· οὐδέ τί με χρὴ
μυθεῖσθαι πάντεσσιν· ἅλις δ᾽ εἰδυῖα καὶ αὐτή.
νῦν δ᾽ ἐπεὶ ὕμμι φίλον τόδε δὴ πέλει ἀμφοτέρῃσι,
πειρήσω, καί μιν μειλίξομαι, οὐδ᾽ ἀπιθήσει.
105
106
Ως φάτο· τὴν δ᾽ Ηρη ῥαδινῆς ἐπεμάσσατο χειρὸς,
ἦκα δὲ μειδιόωσα παραβλήδην προσέειπεν·
Οὕτω νῦν, Κυθέρεια, τόδε χρέος, ὡς ἀγορεύεις,
ἔρξον ἄφαρ· καὶ μή τι χαλέπτεο, μηδ᾽ ἐρίδηνον
χωσμένη σῷ παιδί· μεταλήξει γὰρ ὀπίσσω.
110
Ἦ ῥα, καὶ ἔλλιπε θῶκον· ἐφωμάρτησε δ' Αθήνη.
ἐκ δ᾽ ἴσαν ἄμφω ταίγε παλίσσυτοι. ἠδὲ καὶ αὐτὴ
βῆ ὁ᾽ ἴμεν Οὐλύμποιο κατὰ πτύχας, εἴ μιν ἐφεύροι.
εὗρε δὲ τόν γ᾽ ἀπάνευθε, Διὸς θαλερῇ ἐν ἀλωῇ,
οὐκ οἶον, μετὰ καὶ Γανυμήδεα, τὸν ῥα ποτὲ Ζεὺς
115
οὐρανῷ ἐγκατένασσεν ἐφέστιον ἀθανάτοισι,
κάλλεος ἱμερθείς, ἀμφ᾿ ἀστραγάλοισι δὲ τώγε
χρυσείοις, ἅτε κοῦροι ὁμήθεες, έψιόωντο.·
καί ὁ᾽ ὁ μὲν ἤδη πάμπαν ἐνίπλεον ᾧ ἐπὶ μαζῷ
μάργος Έρως λαιῆς ὑποΐσχανε χειρὸς ἀγοστὸν,
120
ὀρθὸς ἐφεστηώς· γλυκερὸν δὲ οἱ ἀμφὶ παρειὰς
χροῇ θάλλεν ἔρευθος. ὁ δ᾽ ἐγγύθεν ὀκλαδὸν ἦστο
σίγα κατηφιόων· δοιὼ δ᾽ ἔχεν, ἄλλον ἔθ᾽ αὕτως
ἄλλῳ ἐπιπροϊεὶς, κεχόλωτο δὲ καγχαλόωντι.
καὶ μὴν τούσγε παρᾶσσον ἐπὶ προτέροισιν ὀλέσσας
125
βῆ κενεαῖς σὺν χερσὶν ἀμήχανος, οὐδ᾽ ἐνόησε
Κύπριν ἐπιπλομένην. ἡ δ᾽ ἀντίη ἵστατο παιδὸς,
καὶ μιν ἄφαρ γναθμοίο κατασχομένη προσέειπε.
Τίπτ᾿ ἐπιμειδιάας, ἄφατον κακόν; ἠἑ μιν αὕτως
ἤπαφες, οὐδὲ δίκῃ περιέπλεο, νῆϊν ἐόντα;
130
εἰ δ᾽ ἄγε μοι πρόφρων τέλεσον χρέος, ὅ ττι κεν εἴπω·
καί κέν τοι ὀπάσαιμι Διὸς περικαλλὲς ἄθύρμα,
,κεῖνο, τὸ οἱ ποίησε φίλη τροφὸς Αδρήστεια,
ἄντρῳ ἐν Ιδαίῳ ἔτι νήπια κουρίζοντι,·
σφαῖραν ἐϋτρόχαλον, τῆς οὐ σύ γε μείλιον ἄλλο
135
χειρών Ηφαίστοιο κατακτεατίσσῃ ἄρειον.
χρύσεα μέν οἱ κύκλα τετεύχαται· ἀμφὶ δ᾽ ἑκάστῳ
διπλόαι ἁψίδες περιηγέες εἰλίσσονται· ·
κρυπταὶ δὲ ῥαφαί εἰσιν· ἕλιξ δ᾽ ἐπιδέδρομε πάσαις
κυανέη. ἀτὰρ, εἴ μιν ἑαῖς ἐνὶ χερσὶ βάλοιο,
140
ἀστὴρ ὣς, φλεγέθοντα δι' ἠέρος ὁλκὸν ἵησι.
τὴν τοι ἐγὼν ὀπάσω· σὺ δὲ παρθένον Αἰήταο
θέλξον, ὀϊστεύσας ἐπ᾿ Ιήσονι· μηδέ τις ἔστω
ἀμβολίη. δὴ γάρ κεν ἀφαυροτέρη χάρις εἴη.
Ως φάτο· τῷ δ᾽ ἀσπαστὸν ἔπος γένετ᾽ εἰσαΐοντι.
145
μείλια δ᾽ ἔκβαλε πάντα, καὶ ἀμφοτέρῃσι χιτῶνος
νωλεμὲς ἔνθα καὶ ἔνθα θεᾶς ἔχετ᾽ ἀμφιμεμαρπώς.,
λίσσετο δ' αἶψα πορεῖν αὐτοσχεδόν· ἡ δ᾽ ἀγανοῖσιν
ἀντομένη μύθοισιν, ἐπειρύσσασα παρειάς,
κύσσε ποτισχομένη, καὶ ἀμείβετο μειδιόωσα.
150
Ιστω νῦν τόδε σεῖο φίλον κάρη, ἠδ᾽ ἐμὸν αὐτῆς,
ἢ μέν σοι δῶρόν γε παρέξομαι, οὐδ᾽ ἀπατήσω,
εἴ κεν ἐνισκίμψης κούρῃ βέλος Αἰήταο.
Φῆς ὁ δ᾽ ἄρ᾽ ἀστραγάλους συναμήσατο, καδδὲ φαεινῷ
μητρὸς ἑῆς, εὖ πάντας ἀριθμήσας, βάλε κόλπῳ.
155
αὐτίκα δὲ ἰοδόκην χρυσέῃ περικάτθετο μίτρῃ,
πρέμνῳ κεκλιμένην· ἀνὰ δ᾽ ἀγκύλον είλετο τόξον.
βῆ δὲ δι᾽ ἐκ μεγάροιο Διὸς πάγκαρπον ἀλωήν.
αὐτὰρ ἔπειτα πύλας ἐξήλυθεν Οὐλύμποιο
αἰθερίας· ἔνθεν δὲ καταιβάτις ἐστὶ κέλευθος
160
οὐρανίη· δοιὼ δὲ πόλοι ἀνέχουσι κάρηνα
οὐρέων ἠλιβάτων, κορυφαὶ χθονὸς, ἤχί τ' ἀερθεὶς
ἠέλιος πρώτῃσιν ἐρεύθεται ἀκτίνεσσι.
νειόθι δ᾽ ἄλλοτε γαῖα φερέσβιος, ἄστεὰ τ᾿ ἀνδρῶν
φαίνετο, καὶ ποταμῶν ἱεροὶ ῥόσι, ἄλλοτε δ᾽ αὖτε
165
ἄκριες, ἀμφὶ δὲ πόντος ἀν' αἰθέρα πολλὸν ἰόντι.
167
Ηρωες δ᾽ ἀπάνευθεν ἑῆς ἐπὶ σέλμασι νηὸς
ἐν ποταμῷ καθ᾽ ἕλος λελοχημένοι ἠγορόωντο.
αὐτὸς δ᾽ Αἰσονίδης μετεφώνεεν· οἱ δ᾽ ὑπάκουον
ἠρέμας ᾗ ἐνὶ χώρῃ ἐπισχερὼ ἑδριόωντες.
170
Ω φίλοι, ἤτοι ἐγὼ μὲν ὅ μοι ἐπιανδάνει αὐτῷ
ἐξερέω· τοῦ δ᾽ ὄμμι· τέλος κρῃῆναι· ἔοικε.
ξυνὴ γὰρ χρειὼ, ξυνοὶ δέ τε μῦθοι ἔασι
πᾶσιν ὁμῶς· ὁ δὲ σίγα νόον βουλήν τ᾽ ἀπερύκων,
ἴστω καὶ νόστου τόνδε στόλον οἷος ἀπούρας.
175
ὦλλοι μὲν κατὰ νῆα σὺν ἔντεσι μίμνεθ᾽ ἕκηλοι
αὐτὰρ ἐγὼν ἐς δώματ᾽ ἐλεύσομαι Αἰήταο,
υἷας ἑλὼν Φρίξοιο, δύω δ᾽ ἐπὶ τοῖσιν ἑταίρους.
πειρήσω δ᾽ ἐπέεσσι παροίτερον ἀντιβολήσας,
εἴ κ᾿ ἐθέλοι φιλότητι δέρος χρύσειον ὀπάσσαι,
180
ἠὲ καὶ οὐ· πίσυνος δὲ βίῃ μετιόντας ἀτίσσει,
ὧδε γὰρ ἐξ αὐτοῖο πάρος κακότητα δαέντες,
φρασσόμεθ᾽ εἴτ᾿ Αρηϊ συνοισόμεθ᾽, εἴτε τις ἄλλη
μῆτις ἐπίροθος ἔσται ἐεργομένοισιν ἀϋτῆς.
μηδ' αὕτως ἀλκῇ, πρὶν ἔπεσσί γε πειρηθῆναι,
185
τόνδ᾽ ἀπαμείρωμεν σφέτερον κτέρας, ἀλλὰ πάροιθε
λωΐτερον μύθῳ μιν ἀρέσσασθαι μετιόντας.
πολλάκι του ῥέα μῦθος, ὅ κεν μόγις ἐξανύσειεν
ἠνορέη, τόδ᾽ ἔρεξε κατὰ χρέος, ᾗπερ ἐῴκει
πρηΰνας. ὁ δὲ καί ποτ᾽ ἀμύμονα Φρίξον ἔπεισε,
190
μητρυιῆς φεύγοντα δόλον, πατρός τε θυηλάς,
δέχθαι· ἐπεὶ πάντη καὶ ὅτις μάλα κύντατος ἀνδρῶν
Ξεινίου αἰδεῖται Ζηνὸς θέμιν, ἠδ᾽ ἀλεγίζει.
Ως φάτ᾽· ἐπήνησαν δὲ νέοι ἔπος Αἰσονίδαο
πασσυδίην, οὐδ᾽ ἔσκε παρὲξ ὅτις ἄλλο κελεύοι.
195
καὶ τότ᾽ ἄρ᾽ υἱῆας Φρίξου, Τελαμῶνά θ᾽ ἕπεσθαι
ὧρσε καὶ Αὐγείην· αὐτὸς δ᾽ ἕλεν Ερμείαο.
σκῆπτρον· ἄφαρ δ᾽ ἄρα νηὸς ὑπὲρ δόνακάς τε καὶ ὕδωρ
χέρσονδ᾽ ἐξαπέβησαν ἐπὶ θρωσμοῦ πεδίοιο.
Κιρκαῖον τόδε που κικλήσκεται· ἔνθα δὲ πολλαὶ
200
ἑξείης πρόμαλοί τε καὶ ἰτέαι ἐκπεφύασι,
τῶν καὶ ἐπ᾿ ἀκροτάτων νέκυες σειρῇσι κρέμανται
δέσμιοι. εἰσέτι νῦν γὰρ ἄγος Κόλχοισιν ὄρωρεν
ἀνέρας οἰχομένους πυρὶ καιέμεν· οὐδ᾽ ἐνὶ γαίῃ
ἔστι θέμις στείλαντας ὕπερθ᾽ ἐπὶ σῆμα χέεσθαι,
205
ἀλλ᾽ ἐν ἀδεψήτοισι κατειλύσαντε βοείαις,
δενδρέων ἐξάπτειν ἑκὰς ἄστεος. ἠέρι δ᾽ ἴσην
καὶ χθὼν ἔμμορεν αἶσαν, ἐπεὶ χθονὶ ταρχύουσι
θηλυτέρας· ἢ γάρ τε δίκη θεσμοῖο τέτυκται.
Τοῖσι δὲ νισσομένοις Ηρη φίλα μητιόωσα
210
ἠέρα πουλὺν ἐφῆκε δι᾽ ἄστεος, ὄφρα λάθοιεν
Κόλχων μυρίον ἔθνος ἐς Αἰήταο κιόντες·
ὦκα δ᾽ ὅτ᾽ ἐκ πεδίοιο πόλιν καὶ δώμαθ' ἵκοντο
Αἰήτεω, τότε δ᾽ αὖτις ἀπεσκέδασε νέφος Ηρη.
ἔσταν δ᾽ ἐν προμολῇσι τεθηπότες ἕρκε᾽ ἄνακτος,
215
εὐρείας τε πύλας, καὶ κίονας, οἱ περὶ τοίχους
ἑξείης ἄνεχον· θριγκὸς δ᾽ ἐφύπερθε δόμοιο
λαΐνεος χαλκέῃσιν ἐπὶ γλυφίδεσσιν ἀρήρει.
εὔκηλοι δ᾽ ὑπὲρ οὐδὸν ἔπειτ᾽ ἔβαν. ἄγχι δὲ τοῖο
ἡμερίδες χλοεραῖσι καταστεφέες πετάλοισιν ·
220
ὑψοῦ ἀειρόμεναι μέγ᾽ ἐθήλεον. αἱ δ᾽ ὑπὸ τῇσιν
ἀέναοι κρῆναι πίσυρες ῥέον, ἃς ἐλάχηνεν
Ηφαιστος. καὶ ῥ᾽ ἡ μὲν ἀναβλύεσκε γάλακτι,
ἡ δ᾽ οἴνῳ, τριτάτη δὲ θυώδεϊ νᾶεν ἀλοιφῇ·
ἡ δ᾽ ἄρ᾽ ὕδωρ προρέεσκε, τὸ μὲν ποτὶ δυομένῃσι
225
θέρμετο Πληϊάδεσσιν, ἀμοιβηδὶς δ᾽ ἀνιούσαις
κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης.
τοῦ ἄρ᾽ ἐνὶ μεγάροισι Κυταιέος Αἰήταο
τεχνήεις Ηφαιστος ἐμήσατο θέσκελα ἔργα.
καί οἱ χαλκόποδας ταύρους κάμε, χάλκεα δὲ σφέων
230
ἦν στόματ᾽, ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον·
πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρον
ἤλασεν, Ηελίῳ τίνων χάριν, ὃς ῥά μιν ἵπποις
δέξατο, Φλεγραίῃ κεκμηότα δηϊοτῆτι.
ἐνθάδε καὶ μέσσαυλος ἐλήλατο· τῇ δ᾽ ἔπι πολλαὶ
235
δικλίδες εὐπηχεῖς, θάλαμοί τ᾽ ἔσαν ἔνθα καὶ ἔνθα·
δαιδαλέη δ᾽ αἴθουσα παρὲξ ἑκάτερθε τέτυκτο.
λέχρις δ᾽ αἰπύτεροι δόμοι ἕστασαν ἀμφοτέρωθε.
Τῶν ἤτοι ἄλλῳ μὲν, ὅτις καὶ ὑπείροχος ἦε,
κρείων Αἰήτης σὺν ἑῇ ναίεσκε δάμαρτι·
240
ἄλλῳ δ᾽ Αψυρτος ναῖεν πάϊς Αἰήταο.
τὸν μὲν Καυκασίη Νύμφη τέκεν Αστερόδεια,
πρίν περ κουριδίην θέσθαι Εἰδυῖαν ἄκοιτιν,
Τηθύος Ωκεανοῦ τε πανοπλοτάτην γεγαυῖαν.
καὶ μιν Κόλχων υἷες ἐπωνυμίην. Φαέθοντα “
245
ἔκλεον, οΰνεκα πᾶσι μετέπρεπεν ἠϊθέοισι.
τοὺς δ᾽ ἔχον· ἀμφίπολοί τε, καὶ Αἰήταο θύγατρες
ἄμφω, Χαλκιόπη, Μήδειά τε. ἡ μὲν ἄρ᾽ ᾔει
ἐκ θαλάμου θάλαμόνδε κασιγνήτην μετιοῦσα.
Ηρη γάρ μιν ἔρυκε δόμῳ· πρὶν δ᾽ οὐ τι θάμιζεν
250
ἐν μεγάροις, Εκάτης δὲ πανήμερος ἀμφεπονεῖτο
νηὸν, ἐπεί ῥα θεῆς αὐτὴ πέλεν ἀρήτειρα.
·· καὶ σφέας ὡς ἴδεν ἆσσον, ἀνίαχεν· ὀξὺ δ᾽ ἄκουσε
Χαλκιόπη· δμωαὶ δὲ ποδῶν προπάροιθε βαλούσαι
νήματα καὶ κλωστῆρας ἀολλέες ἔκτοθι πᾶσαι
255
ἔδραμον. ἡ δ᾽ ἅμα τῇσιν ἑοὺς υἱῆας ἰδοῦσα
ὑψοῦ χάρματι χεῖρας ἀνέσχεθεν· ὡς δὲ καὶ αὐτοὶς
μητέρα δεξιόωντο, καὶ ἀμφαγάπαζον ἰδόντες
γηθόσυνοι· τοῖον δὲ κινυρομένη φάτο μύθον.
260
Εμπης οὐκ ἄρ᾽ ἐμέλλετ᾽ ἀκηδείῃ με λιπόντες
260
τηλόθι πλάγξασθαι· μετὰ δ᾽ ὑμέας ἔτραπεν αἶσα.
δειλὴ ἐγὼν, οἷον πόθον Ελλάδος ἔκ ποθεν ἄτης
λευγαλέης, Φρίξοιο ἐφημοσύνῃσιν ἕλεσθε
πατρός; ὁ μὲν θνήσκων στυγερὰς ἐπετείλατ᾽ ἀνίας
ἡμετέρη κραδίῃ. τί δέ κεν πόλιν Ορχομενοῖο,
265
ὅστις ὅδ᾽ Ορχομενός, κτεάνων Αθάμαντος ἕκητι,
μητέρ᾽ ἑὴν ἀχέουσαν ἀποπρολιπόντες, ἵκοισθε;
Ως ἔφατ· Αἰήτης δὲ πανύστατος ώρτο θύραζε,
ἐκ δ᾽ αὐτὴ Εἰδυῖα δάμαρ κίεν Αιήταο,
Χαλκιόπης ἀΐουσα· τὸ δ᾽ αὐτίκα πᾶν ὁμάδοιος
270
ἕρκος ἐπεπλήθει, τοὶ μὲν μέγαν ἀμφιπένοντο
ταῦρον ἅλις δμῶες· τοὶ δὲ ξύλα κάγκανα χαλκῷ
κόπτον· τοὶ δὲ λοετρὰ πυρὶ ζέον· οὐδέ τις ἦεν,
ὃς καμάτου μεθίεσκεν, ὑποδρήσσων βασιλήϊ.
Τόφρα δ' Ερως πολιοῖο δι᾽ ἠέρος ἶξεν ἄφαντος,
275
τετρηχώς, οἷόν τε νέαις ἐπὶ φορβάσιν οἶστρος
τέλλεται, ὃν τε μύωπα βοῶν κλείουσι νομῆες.
ὦκα δ᾽ ὑπὸ φλιὴν προδόμου ἐνὶ τόξα τανύσσας
ἰοδόκης ἀβλῆτα πολύστονον ἐξέλετ᾿ ἰόν.
ἐκ δ᾽ ὅγε καρπαλίμοισι λαθών ποσὶν οὐδὸν ἄμειψεν,
280
ὀξέα δενδίλλων· αὐτῷ δ᾽ ὑπὸ βαιὸς ἐλυσθεὶς
Αἰσονίδη, γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇς
ἰθὺς δ᾽ ἀμφοτέρῃσι· διασχόμενος παλάμησιν
ἦκ᾽ ἐπὶ Μηδείῃ· τὴν δ᾽ ἀμφασίη λάβε θυμόν.
αὐτὸς δ᾽ ὑψορόφοιο παλιμπετὲς ἐκ' μεγάροιο
285
καγχαλόων ἤΐξε· βέλος δ᾽ ἐνεδαίετο κούρῃ
νέρθεν ὑπὸ κραδίη, φλογὶ εἴκελον· ἀντία δ' αἰεὶ
βάλλεν ἐπ᾿ Αἰσονίδην ἀμαρύγματα, καὶ οἱ ἄηντο,
στηθέων ἐκ πυκιναὶ καμάτῳ φρένες, οὐδέ τιν᾿ ἄλλην
μνῆστιν ἔχε, γλυκερῇ δὲ κατείβετο θυμὸν ἀνίῃ.
290
ὡς δὲ γυνὴ μαλερῷ περὶ κάρφεα χεύατο δαλῷ
χερνῆτις, τῇπερ ταλασήϊα ἔργα μέμηλεν,
ὣς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο, και see
ἄγχι μάλ᾽ ἐγρομένης τὸ δ᾽ ἀθέσφατον ἐξ ὀλίγοιο
δαλοῦ ἀνερχόμενον σὺν κάρφεα πάντ᾽ ἀμαθύνει
295
τοῖος ὑπὸ κραδίῃ εἰλυμένος αἴθετο λάθρη
οὖλος Έρως· ἁπαλὰς δὲ μετετρωπᾶτο παρειάς
ἐς χλόον, ἄλλοτ᾽ ἔρευθος, ἀκηδείῃσι νόοιο.
Αμῶες δ᾽ ὁππότε δή σφιν ἐπαρτέα θῆκαν ἐδωδήν,
αὐτοί τε λιαροῖσιν ἐφαιδρύναντο λοετροῖς,
300
ἀσπασίως δόρπῳ τε ποτῆτί τε θυμὸν ἄρεσσαν.
ἐκ δὲ τοῦ Αἰήτης σφετέρης ἐρέεινε θυγατρὸς
υἱῆας, τοίοισι παρηγορέων ἐπέεσσι.
Παιδὸς ἐμῆς κοῦροι, Φρίξοιό τε, τὸν πέρι πάντων
ξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτισα,
305
πῶς Αἰάνδε νέεσθε παλίσσυτοι, ἐὲ τις ἄτη
σωομένους μεσσηγὺς ἐνέκλασεν; οὐ μὲν ἐμεῖο
πείθεσθε, προφέροντος ἀπείρονα μέτρα κελεύθου.
ᾔδειν γάρ ποτε πατρὸς ἐν ἅρμασιν Ηελίοιο
δινεύσας, ὅτ᾽ ἐμεῖο κασιγνήτην ἐκόμιζεί.
310
Κίρκην. Εσπερίης εἴσω χθονός, ἐκ δ᾽ ἱκόμεσθα
ἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθ᾽ ἔτι νῦν περ
ναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἴης.
ἀλλὰ τί μύθων ἦδος; ἃ δ᾽ ἐν ποσὶν ὑμμιν ὄρωρεν
εἴπατ᾿ ἀριφραδέως, ἠδ' οἵτινες οἵδ᾽ ἐφέπονται
315
ἀνέρες, ὅππη τε γλαφυρῆς ἐκ νηὸς ἔβητε
317
Τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν
Αργος ὑποδείσας ἀμφὶ στόλῳ Αἰσονίδιο
μειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ήεντ
Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι
320
ζαχρηεῖς· αὐτοὺς δ᾽ ὑπὸ δούρασι πεπτηῶτας
νήσου Ενυαλίοιο ποτὶ ξερὸν ἔκβαλε αῦμα
λυγαίῃ ὑπὸ νυκτί θεὸς δὲ τις ἄμμ᾽ ἐσάωσεν.
οὐδὲ γὰρ αἱ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσον
ηὐλίζοντ᾿ ὄρνιθες Αρήϊαι, οὐδ᾽ ἔτι κείνας
325
εὕρομεν. ἀλλ᾽ οἵγ᾽ ἄνδρες ἀπήλασαν, ἐξαποβάντες
νηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι· καὶ σφ᾿ ἀπέρυκεν
ἡμέας οἰκτείρων Ζηνὸς νόος, ἠε τις αἰσα·
αὐτίκ᾽ ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματ᾿ ἔδωκαν,
οὔνομά τε Φρίξοιο περικλεὲς εἰσαΐοντες,
330
ἠδ᾽ αὐτοῖο σέθεν· μετὰ γὰρ τεὸν ἄστυ νέονται.
χρειὼ δ᾽ ἦν ἐθέλῃς ἐξίδμεναι, οὐ σ᾽ ἐπικεύσω.
τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι
καὶ κτεάνων βασιλεὺς περιώσιον, οἵνεκεν ἀλκῇ
σφωϊτέρῃ πάντεσσι μετέπρεπεν Αἰολίδῃσι,
335
πέμπει δεῦρο νέεσθαι ἀμήχανον· οὐδ᾽ ὑπολύξειν
στεῦται ἀμειλίκτοιο Διὸς θυμαλγέα μῆνιν
καὶ χόλον, οὐδ᾽ ἄτλητον ἄγος, Φρίξοιό τε ποινὰς
Αἰολιδέων γενεὴν, πρὶν ἐς Ελλάδα κῶας ἱκέσθαι.
νῆα δ' Αθηναίη Παλλάς κάμεν, οὐ μάλα τοίην,
340
οἷαί περ Κόλχοισι μετ᾿ ἀνδράσι νῆες ἔασι,
τάων αἰνοτάτης ἐπεκύρσαμεν. ἤλιθα γάρ μιν
λάβρον ὕδωρ πνοιή τε διέτμαγεν· ἡ δ᾽ ἐνὶ γόμφοις
ἴσχεται, ἦν καὶ πᾶσαι ἐπιβρίσωσιν ἄελλαι.
ἶσον δ᾽ ἐξ ἀνέμοιο θέει, καὶ ὅτ᾽ ἀνέρες αὐτοὶ
345
νωλεμέως χείρεσσιν ἐπισπέρχωσιν ἐρετμούς.ώσσα
τῇ δὲ ἐναγειράμενος Παναχαΐδος εἴ τι φέριστον
ἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλ᾽ ἐπαληθεὶς
ἄστεὰς καὶ πελάγη στυγερῆς ἁλὸς, εἴ οἱ ἀπάσσοις.
αὐτῷ δ᾽ ὡς κεν ἅδῃ, τῶς ἔσσεται· οὐ γὰρ ἱκάνει
350
χερσὶ βιησόμενος· μέμονε δέ τοι ἄξια τίσεινיי
δωτίνης, ἀΐων ἐμέθεν μέγα δυσμενέοντας τ... **
Σαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει.
εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τειιι
ἴδμεναι, οἵτινες εἰσὶν, ἕκαστὰ κε μυθησαίμην...
355
τόνδε μὲν, οἷό περ οϋνεκ᾽ ἀφ᾿ Ελλάδος ἄλλοι ἄγερθεν,
κλείους Αίσονος υἱὸν Ιήσονα Κρηθείδαο
πεἰ δὲ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης,
οὕτω κε γνωτὸς πατρώϊος ἄμμι πέλοιτο. του
ἄμφω γὰρ Κρηθεὺς Αθάμας τ᾽ ἔσαν Αἰόλου υἱε·
360
Φρίξος δ᾽ αὖτ᾿ Αθάμαντος ἔην πάϊς Αἰολίδαο.
τόνδε δ᾽ ἄρ᾽, Ηελίου γόνον ἔμμεναι εἴ τιν' ἀκούεις,
δέρκεαι Αὐγείην· Τελαμών δ᾽ ὅγε, κυδίστοιο
Αἰακοῦ ἐκγεγαώς· Ζεὺς δ᾽ Αἰακὸν αὐτὸς ἔτικτεν.
ὣς δὲ καὶ ἄλλοι πάντες, ὅσοι συνέπονται ἑταῖροι,
365
ἀθανάτων υἱές τε καὶ υἱωνοὶ γεγάασι.
367
Τοῖα παρέννεπεν Αργος· ἄναξ δ᾽ ἐπεχώσατο μύθοις
εἰσαΐων· ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο.
φῆ δ᾽ ἐπαλαστήσας· μενέηνε δὲ παισὶ μάλιστα δε
Χαλκιόπης· τῶν γάρ σφε μετελθέμεν οἵνεκ᾽ ἐώλπει·
370
ἐκ δὲ οἱ ὄμματ᾽ ἔλαμψεν ὑπ᾽ ὀφρύσιν ἱεμένοιο.
Οὐκ ἄφαρ᾿ ὀφθαλμῶν μοι ἀπόπροθι, λωβητῆρες, τα
νεῖσθ᾽ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης,
πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι.
αὐτίχ᾽ ὁμαρτήσαντε ἐφ᾿ Ελλάδα; οὐκ ἐπὶ κῶας,
375
σκῆπτρα δὲ καὶ τιμὴν βασιληΐδα δεῦρο νέεσθε.
εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης,
ἦτ᾿ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας
ἀμφοτέρας, οἴοισιν ἐπιπροέηκα πόδεσσιν,
ὡς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι,
380
οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσι.
Φῆ ῥα χαλεψάμενος· μέγα δὲ φρένες Αἰακίδαο
νειόθεν οἰδαίνεσκον· ἐέλδετο δ᾽ ἔνδοθι θυμὸς
ἀντιβίην ὀλοὸν φᾶσθαι ἔπος· ἀλλ᾽ ἀπέρυκεν
Αἰσονίδης· πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν.
385
Αἰήτη, σχέο μοι τῷδε στόλῳ. οὔ τι γὰρ αὕτως
ἄστυ τεὸν καὶ δώμαθ᾽ ἑκάνομεν, ὡς που ἔολπας,
οὐδὲ μὲν ἱέμενοι. τίς δ᾽ ἂν τόσον οἶδμα περῆσαι
τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας; ἀλλ᾿ ἐμὲ δαίμων
καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ώρσεν ἐφετμή.
390
δὸς χάριν ἀντομένοισι· σέθεν δ᾽ ἐγὼ Ελλάδι πάση
θεσπεσίην οἴσω κληηδόνα· καὶ δὲ τοι ἤδη
πρόφρονες εἰμὲν Αρηϊ θοὴν ἀποτῖσαι ἀμοιβὴν,
εἴτ᾽ οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτε τιν᾿ ἄλλου
δῆμον σφωϊτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι.
395
Ισκεν ὑποσαίνων ἀγανῇ ὀπί· τοῖο δὲ θυμὸς
διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινὴν,
ἢ σφέας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίξοι,
ἢ ὅγε πειρήσαιτο βίης. τὸ οἱ εἴσατ᾿ ἄρειον
φραζομένῳ· καὶ δή μιν ὑποβλήδην προσέειπε.
400
Ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις;
εἰ γὰρ ἐτήτυμον ἐστὲ θεῶν γένος, ἢὲ καὶ ἄλλως
οὐδὲν ἐμεῖο χέρηες ἐπ᾿ ὀθνείοισιν ἔβητε,
δώσω τοι χρύσειον ἄγειν δέρος, αἴ κ᾽ ἐθέλῃσθα,
πειρηθείς. ἐσθλοῖς γὰρ ἐπ᾿ ἀνδράσιν οὔτι μεγαίρω,
405
ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα.
πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετ᾽ ἄεθλος
τόν δ᾽ αὐτὸς περίειμι χεροῖν, ὀλούν περ͵ ἐόντα.
δοιώ μοι πεδίον τὸ Αρήϊον ἀμφινέμονται
ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντε·
410
τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Αρηος
τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ,
οὐ σπόρον ὁλκοῖσι Δηοῦς ἐνιβάλλομαι ἀκτὴν,
ἀλλ᾽ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας
ἀνδράσι τευχηστῇσι δέμας· τοὺς δ᾽ αὖθι δαΐζων
415
κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας.
ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὥρην·
παύομαι ἀμήτοιο. σὺ δ᾽, εἰ τάδε τοῖα τελέσσεις,
αὐτῆμαρ τόδε κῶας ἀποίσεαι ἐς βασιλῆος·
πρὶν δέ κεν οὐ δοίην, μηδ᾽ ἔλπεο. δὴ γὰρ ἀεικὲς
420
ἄνδρ᾽ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι.
422
Ως ἄρ᾽ ἔφη· ὁ δὲ σίγα ποδῶν πάρος ὄμματα πήξας:
ἦσθ' αὕτως ἄφθογγος, ἀμηχανέων κακότητι.
βουλὴν δ᾽ ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδὲ πη εἶχε
θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργου:
425
ὀψὲ δ᾽ ἀμειβόμενος προσελέξατο κερδαλέοισιν.
Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις.
τῷ καὶ ἐγὼ τὸν ἄεθλον, ὑπερφίαλόν περ ἐόντα,
τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτ᾽ ἄλλο
ῥίγιον ἄνθρωπός γε κακῆς ἐπαμείψετ᾽ ἀνάγκης,
430
ἢ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος.
Ως φάτ᾽ ἀμηχανίῃ βεβολημένος· αὐτὰρ ὃ τόνγε
σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα.
Ερχεο νῦν μεθ᾽ ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο·
εἰ δὲ σύ γε ζυγὰ βουσὶν ὑποδείσαις ἐπαεῖραι,
435
ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο,
αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος
ἀνὴρ ἐῤῥίγῃσιν ἀρείονα φῶτα μετελθεῖν.
Ισκεν᾿ ἀπηλεγέως· ὁ δ᾽ ἀπὸ θρόνου ὄρνυτ᾽ Ιήσων,
Αὐγείης, Τελαμών τε παρασχεδόν· εἵπετο δ᾽ Αργος
440
οἷος, ἐπεὶ μεσσηγὺς ἔτ᾿ αὐτόθι νεῦσε λιπέσθαι
αὐτοκασιγνήτοις· οἱ δ᾽ ᾔεσαν ἐκ μεγάροιο.
θεσπέσιον δ᾽ ἐν πᾶσι μετέπρεπεν Αἴσονος υἱὸς
κάλλεϊ καὶ χαρίτεσσιν· ἐπ᾿ αὐτῷ δ᾽ ὄμματα κούρη
λοξὰ παρὰ λιπαρὴν σχομένη θηεῖτο καλύπτρην,
445
κῆρ᾽ ἄχεϊ σμύχουσα· νόος δέ οἱ, ἠὔτ᾽ ὄνειρος,
ἑρπύζων πεπότητο μετ᾽ ἴχνια νισσομένοιο.
καὶ ρ᾽ οἱ μὲν ῥα δόμων ἐξήλυθον ἀσχαλόωντες.
Χαλκιόπη δὲ χόλον πεφυλαγμένη Αἰήταο
καρπαλίμως θάλαμόνδε σὺν υἱάσιν οἶσι βεβήκει
450
αὕτως δ᾽ αὖ Μήδεια μετέστιχε· πολλὰ δὲ θυμῷ
ὥρμαιν, ὅσσα τ᾿ Ερωτες ἐποτρύνουσι μέλεσθαι.
προπρὸ δ᾽ ἄρ᾽ ὀφθαλμῶν ἔτι οἱ ἰνδάλλετο πάντα·
αὐτός θ' οἷος ἔην, οἵοισί τε φάρεσιν ἕστο,
οἷά τ᾽ ἔειφ᾽, ὡς θ᾽ ἕζετ᾽ ἐπὶ θρόνου, ὡς τε θύραζε
455
ἤϊεν· οὐδέ τιν᾿ ἄλλον οἴσσατο πορφύρουσα
ἔμμεναι ἀνέρα τοῖον· ἐν οὔασι δ᾽ αἰὲν ὀρώρει
αὐδή τε μῦθοί τε μελίφρονες, οὓς ἀγόρευσε.
τάρβει δ᾽ ἀμφ᾽ αὐτῷ, μή μιν βόες, ἠὲ καὶ αὐτὸς
Αἰήτης φθίσειεν· ὀδύρετο δ᾽ ἤΰτε πάμπαν
460
ἤδη τεθνειῶτα, τέρεν δὲ οἱ ἀμφὶ παρειὰς
δάκρυον αἰνοτάτῳ ἐλέῳ ῥέε κηδοσύνῃσιν·
ἦκα δὲ μυρομένη λιγέως ἀνενείκατο μῦθον.
Τίπτ᾿ ἐμὲ δειλαίην τόδ᾽ ἔχει ἄχος; εἴθ᾽ ὅγε πάντων
φθίσεται ἡρώων προφερέστατος, εἴτε χερείων,
465
ἐῤῥέτω. ἢ μὲν ὄφελλεν ἀκήριος ἐξαλέασθαι.
ναὶ δὴ τοῦτό γε, πότνα θεὰ Περσηΐ, πέλοιτο.
οἴκαδε νοστήσειε φυγὼν μόρον· εἰ δὲ μιν αἶσα
δμηθῆναι ὑπὸ βουσὶ, τόδε προπάροιθε δαείη,
οὕνεκεν οὐ οἱ ἔγωγε κακῇ ἐπαγαίομαι ἄτῃ.
470
Η μὲν ἄρ᾽ ὡς ἐόλητο νόον μελεδήμασι κούρη.
οἱ δ᾽ ἐπεὶ οὖν δήμου τε καὶ ἄστεος ἐκτὸς ἔβησαν
τὴν ὁδὸν, ἣν τοπάροιθεν ἀνήλυθον ἐκ πεδίοιο,
δὴ τότ' Ιήσονα τοῖσδε προσέννεπεν Αργος ἔπεσσιν. “
475
Αἰσονίδη, μῆτιν μὲν ὀνόσσεαι, ἣν τιν᾿ ἐνίψω· :
475
πείρης δ᾽ οὐ μάλ᾽ ἔοικε μεθιέμεν ἐν κακότητι.
κούρην δή τινα πρόσθεν ὑπέκλυες αὐτὸς ἐμεῖο
φαρμάσσειν, Εκάτης Περσηΐδος ἐννεσίῃσι·
τὴν εἴ κεν πεπίθοιμεν, όΐομαι, οὐκέτι τάρβος
ἔσσετ᾽ ἀεθλεύοντι δαμήμεναι· ἀλλὰ μάλ᾽ αἰνῶς
480
δείδω, μή πως οὐ μοι ὑποσταίη τόγε μήτηρ.
ἔμπης δ᾽ ἐξαῦτις μετελεύσομαι, ἀντιβολήσων,
ξυνὸς ἐπεὶ πάντεσσιν ἐπικρέμαθ᾽ ἡμὶν ὄλεθρος.
Ισκεν ἐϋφρονέων· ὁ δ᾽ ἀμείβετο τοῖσδ᾽ ἐπέεσσιν.
Ω πέπον, εἴ νύ τοι αὐτῷ ἐφανδάνει, οὔ τι μεγαίρω.
485
βάσκ᾽ ἴθι, καὶ πυκινοῖσι τεὴν παρὰ μητέρα μύθοις
ὄρνυθι λισσόμενος: μελέη γε μὲν ἡμὶν ὄρωρευτο.
ἐλπωρή, ὅτε νόστον ἐπετραπόμεσθα γυναιξίν.
ὡς ἔφατ᾿· ὧκα δ᾽ ἕλος μετεκίαθον. αὐτὰρ ἑταῖροι
γηθόσυνοι ἐρέεινον, ὅπως παρεόντας ἴδοντο·
490
τοῖσιν δ᾽ Αἰσονίδης τετιημένος ἔκφατο μύθον.
Ω φίλοι, Αἰήταο ἀπηνέος ἄμμι φίλον κῆρ
ἄντικρυς κεχόλωται. ἕκαστα γ᾽ ἄρ᾽ οὐ νύ τι τέκμωρ
οὔτ᾽ ἐμοὶ, οὔτε κεν ὄμμι διειρομένοισι πέλοιτος
φῆ δὲ δύω πεδίον͵ τὸ Αρήϊον ἀμφινέμεσθαι
495
ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντε,
τετράγυον δ᾽ ἐπὶ τοῖσιν ἐφίετο νειὸν ἀρόσσαι·
δώσειν δ᾽ ἐξ ὄφιος γενύων σπόρον, ὅς ῥ᾽ ἀνίησι
Γηγενέας χαλκέοις σὺν τεύχεσιν· ἤματι δ᾽ αὐτῷ :
χρειὼ τούσγε δαΐξαι. ὃ δή νύ οἱ (οὔτι γὰρ ἄλλο
500
βέλτερου ἦν φράσσασθαι) ἀπηλεγέως ὑποέστην.
Ως ἄρ᾽ ἔφη· πάντεσσι δ᾽ ἀνήνυτος εἴσατ᾿ ἄσθλος.
δὴν δ᾽ ἄνεῳ καὶ ἄναυδοι ἐς ἀλλήλους ὁρύωντο,
ἄτῃ ἀμηχανίῃ τε κατηφέες· ὀψὲ δὲ Πηλεὺς
θαρσαλέως μετὰ πᾶσιν ἀριστήεσσιν ἔειπεν·
505
Ωρη μητιάασθαι ὅ κ᾽ ἔρξομεν. οὐ μὲν ἔολπα
βουλῆς εἶναι ὄνειαρ, ὅσον τ᾽ ἐπὶ κάρτεϊ χειρῶν.
εἰ μέν νυν τύνη ζεύξαι βόας Αἰήταο,·
ἥρως Αἰσονίδη, φρονέεις, μέμονάς τε πόνοιο,
ἦ τ᾽ ἂν ὑποσχεσίην πεφυλαγμένος ἐντύναιο·
510
εἰ δ᾽ οὐ του μάλα θυμὸς ἑῇ ἐπὶ πάγχυ πέποιθεν
ἠνορέῃ, μήτ᾽ αὐτὸς ἐπείγεο, μήτε τιν ἄλλον
τῶνδ᾽ ἀνδρῶν πάπταινε παρήμενος. οὐ γὰρ ἔγωγε
σχήσομ᾽, ἐπεὶ θάνατός γε τὸ κύντατον ἔσσεται, ἄλγος.
Ως ἔφατ᾿ Αἰακίδης· Τελαμῶνι δὲ θυμὸς ὀρίνθη·
515
σπερχόμενος δ᾽ ἀνόρουσε θοῶς· ἐπὶ δὲ τρίτος Ιδας
ὧρτο μέγα φρονέων, ἐπὶ δ' υἶες Τυνδαρέοιο
σὺν δὲ καὶ Οἰνεΐδης ἐναρίθμιος αἰζηοῖσιν.
ἀνδράσιν, οὐδέ περ ὅσσον ἐπανθιόωντας ἰούλους
ἀντέλλων· τοίῳ οἱ ἀείρετο κάρτεϊ θυμός.
520
οἱ δ᾽ ἄλλοι εἴξαντες ἀκὴν ἔχον. αὐτίκα δ᾽ Αργος
τοῖον ἔπος μετέειπεν ἐελδομένοισιν ἀέθλου.
Ω φίλοι, ἤτοι μὲν τόδε λοίσθιον, ἀλλά τιν οἴω
μητρὸς ἐμῆς ἔσσεσθαι ἐναίσιμον ύμμιν ἀρωγήν.
τῷ καί περ μεμαώτες, ἐρητύοισθ᾽ ἐνὶ νηϊ
525
τυτθὸν ἔθ᾽, ὡς τοπάροιθεν, ἐπεὶ καὶ ἐπισχέμεν ἔμπης
λώϊον, ἢ κακὸν οἶτον ἀφειδήσαντας ἑλέσθαι.
κούρη τις μεγάροισιν ἐνιτρέφετ᾽ Αἰήταο,
τὴν Εκάτη περίαλλα θεὰ δάε τεχνήσασθαι
φάρμαχ, ὅσ᾽ ἤπειρός τε φύει καὶ νήχυτον ὕδωρ,
530
τοῖσι καὶ ἀκαμάτοιο πυρὸς μειλίσσετ᾽ ἀϋτμὴν,
καὶ ποταμοὺς ἵστησιν ἄφαρ κελαδεινὰ ῥέοντας,
ἄστρα τε, καὶ Μήνης ἱερῆς ἐπέδησε κελεύθους.
τῆς μὲν ἀπὸ μεγάροιο κατὰ στίβον ἐνθάδ' ἰόντες
μνησάμεθ᾽, εἴκε δύναιτο, κασιγνήτη γεγαυῖα,
535
μήτηρ ἡμετέρη πεπιθεῖν ἐπαρῆξαι ἀέθλῳ.
εἰ δὲ καὶ αὐτοῖσι τόδ᾽ ἐφανδάνει, ἢ τ᾽ ἂν ἱκοίμην
ἤματι τῷδ᾽ αὐτῷ πάλιν εἰς δόμον Αἰήταο
πειρήσων· τάχα δ᾽ ἂν σὺν δαίμονι πειρηθείην.
540
Ως φάτο· τοῖσι δὲ σῆμα θεοὶ δόσαν εὐμενέοντες.
540
τρηρὼν μὲν φεύγουσα βίην κίρκοιο πελειάς
ὑψόθεν Αἰσονίδεω πεφοβημένη ἔμπεσε κόλποις
κίρκος δ᾽ ἀφλάστῳ περικάππεσεν. ὦκα δὲ Μόψος
τοῖον ἔπος μετὰ πᾶσι θεοπροπέων ἀγόρευεν.
Υμμι, φίλοι, τόδε σῆμα θεῶν ἰότητι τέτυκται,
545
οὐδέ πη ἄλλως ἐστὶν ὑποκρίνασθαι ἄρειον,
παρθενικὴν δ᾽ ἐπέεσσι μετελθέμεν ἀμφιέποντας
μήτι παντοίῃ. δοκέω δέ μιν οὐκ ἀθερίξειν,
εἰ ἐτεὸν Φινεύς γε θεῇ ἐνὶ Κύπριδι νόστον
πέφραδεν ἔσσεσθαι. κείνης δ' ὅγε μείλιχος ὄρνις
550
πότμον ὑπεξήλυξε· κέαρ δ᾽ ἐμοὶ ὡς ἐνὶ θυμῷ
τόνδε κατ᾿ οἰωνὸν προτιόσσεται, ὡς γε πέλοιτο.
ἀλλὰ, φίλοι, Κυθέρειαν ἐπικλείοντες ἀμύνειν,
ἤδη νῦν Αργοιο παραιφασίῃσι πίθεσθε.
Ισκεν· ἐπήνησαν δὲ νέοι, Φινῆος ἐφετμὰς
555
μνησάμενοι· μοῦνος δ᾽ Αφαρήϊος ἄνθορεν Ιδας,
δείν᾽ ἐπαλαστήσας μεγάλῃ ὀπὶ, φώνησέν τε.
Ω πόποι, ἡ ῥα γυναιξὶν ὁμόστολοι ἐνθάδ᾽ ἔβημεν,
οἳ Κύπριν καλέουσιν ἐπίροθον ἄμμι πέλεσθαι,
οὐκ ἔτ᾿ Ενυαλίοιο μέγα σθένος· ἐς δὲ πελείας
560
καὶ κίρκους λεύσσοντες ἐρητύεσθε ἀέθλων.
ἔῤῥετε, μηδ' ὄμμιν πολεμήϊα ἔργα μέλοιτο,
παρθενικὰς δὲ λιτῇσιν ἀνάλκιδας ἠπεροπεύειν.
Ως ηὔδα μεμαώς· πολέες δ᾽ ὁμάδησαν ἑταῖροι
ἦκα μάλ, οὐδ᾽ ἄρα τις οἱ ἐναντίον ἔκφατο μύθον.
565
χωόμενος δ᾽ ὅγ᾽ ἔπειτα καθέζετο· τοῖσι δ' Ιήσων
αὐτίκ᾽ ἐποτρύνων τὸν ἑὸν νόον ὧδ᾽ ἀγόρευεν·
Αργος μὲν παρὰ νηὰς, ἐπεὶ τόδε πᾶσιν ἔαδε,.
στελλέσθω· ἀτὰρ αὐτοὶ ἐπὶ χθονὸς ἐκ ποταμοίο
ἀμφαδὸν ἤδη πείσματ᾿ ἀνάψομεν. ἢ γὰρ ἔοικε
570
μηκέτι δὴν κρύπτεσθαι ὑποπτήσσοντας αϋτήν.
Ως ἄρ᾽ ἔφη· καὶ τὸν μὲν ἄφαρ προΐαλλε νέεσθαι
καρπαλίμως ἐξαῦτις ἀνὰ πτόλιν· οἱ δ᾽ ἐπὶ νηὸς
εὐναίας ἐρύσαντες ἐφετμαῖς Αἰσονίδαο,
τυτθὸν ὑπὲξ ἕλεος χέρσῳ ἐπέκελσαν ἐρετμοῖς.
575
Αὐτίκα δ᾽ Αἰήτης ἀγορὴν ποιήσατο Κόλχων
νόσφιν ἑοῖο δόμου, τόθι περ καὶ πρόσθε κάθιζον,
ἀτλήτους Μινύαισι δόλους καὶ κήδεα τεύχων.
στεῦτο δ᾽, ἐπεί κε πρῶτα βόες διαδηλήσωνται
ἄνδρα τὸν, ὃς ῥ᾽ ὑπέδεκτο βαρὺν καμέεσθαι ἄεθλον,
580
δρυμὸν ἀναρήξας λασίης καθύπερθε κολώνης
αὔτανδρον φλέξειν δόρυ νήϊον, ὄφρ᾽ ἀλεγεινὴν
ὕβριν ἀποφλύξωσιν ὑπέρβια μηχανόωντες.
οὐδὲ γὰρ Αἰολίδην Φρίξον, μάλα περ χατέοντα,
δέχθαι ἐνὶ μεγάροισιν ἐφέστιον, ὃς πέρι πάντων
585
ξείνων μειλιχίῃ τε θεουδείῃ τ᾽ ἐκέκαστο,
εἰ μή οἱ Ζεὺς αὐτὸς ἀπ᾿ οὐρανοῦ ἄγγελον ἔκεν
Ερμείην, ὡς κε προσκηδέος ἀντιάσειε.
μὴ καὶ ληϊστῆρας ἑὴν ἐς γαῖαν ἰάντας
ἔσσεσθαι δηναιὸν ἀπήμονας, οἶσι μέμηλεν
590
ὀθνείοις ἐπὶ χεῖρα ἑὴν κτεάτεσσιν ἀείρειν,
κρυπταδίους τε δόλους τεκταινέμεν, ἠδὲ βοτήρων
αὔλια δυσκελάδοισιν ἐπιδρομίῃσι δαΐξαι.
νόσφι δὲ οἱ αὐτῷ φάτ᾽ ἐοικότα μείλια τίσειν
νἱῆας Φρίξοιο, κακορέκτησιν ἀπηδοὺς
595
ἀνδράσι νοστήσαντας ὁμιλαδὸν, ὄφρα ἓ τιμῆς
καὶ σκήπτρων ἐλάσειαν ἀκηδέες· ὡς ποτε βάξιν
λευγαλέην οὗ πατρὸς ἐπέκλυεν Ηελίοιο,
χρῆναὶ μιν πυκινὸν τε δόλον, βουλάς τε γενέθλης
σφωϊτέρης ἄτην τε πολύτροπον ἐξαλέασθαι··
600
τῷ καὶ ἐελδομένους πέμπειν ἐς Αχαϊΐδα γαῖαν
πατρὸς ἐφημοσύνῃ, δολιχὴν ὁδόν. οὐδὲ θυγατρῶν
εἶναὶ οἱ τυτθόν γε δέος, μή που τινὰ μῆτιν
φράσσωνται στυγερὴν, οὐδ᾽ υἱέος Αψύρτοιο·
ἀλλ᾽ ἐνὶ Χαλκιόπης γενεῇ τάδε λυγρὰ τετύχθαι.
605
καὶ ῥ᾽ ὁ μὲν ἄσχετα ἔργα πιφαύσκετο δημοτέροισι,
χωόμενος· μέγα δέ σφιν ἀπείλεε νῆὰ τ᾿ ἐρύσθαι,
ἠδ᾽ αὐτοὺς, ἵνα μή τις ὑπ᾿ ἐκ κακότητος ἀλύξῃ.
609
· Τόφρα δὲ μητέρ᾽ ἑὴν, μετιών δόμον Αἰήτὰο,
Αργος παντοίοϊσι παρηγορέεσκεν ἔπεσσι,
610
Μήδειαν λίσσεσθαι ἀμυνέμεν· ἡ δὲ καὶ αὐτὴ
πρόσθεν μητιάασκε· δέος δὲ μιν ἴσχανε θυμόν,
μή πως ἠὲ παρ᾽ αἶσαν ἐτώσια μειλίξαιτο
πατρὸς ἀτυζομένην ὀλοὂν χόλον, ἠὲ λιτῇσιν
ἑσπομένης ἀρίδηλα καὶ ἀμφαδὰ ἔργα πέλοιτο.
615
Κούρην δ᾽ ἐξ ἀχέων ἀδινὸς κατελώφεεν ὕπνος
λέκτρῳ ἀνακλινθεῖσαν. ἄφαρ δέ μιν ἠπεροπῆες,
διὰ τ᾿ ἀκηχεμένην, ὀλοοὶ ἐρέθεσκοῦ ὄνειροι.
τὸν ξεῖνον δ᾽ ἐδόκησεν ὑφεστάμεναι τὸν ἄεθλον,
οὐ τι μάλ᾽ ὁρμαίνοντα δέρος κριοῖο κομίσσαι,
620
οὐδὲ τι τοῖό γ᾽ ἕκητι μετὰ πτόλιν Αἰήταο·
ἐλθέμεν, ὄφρα δέ μιν σφέτερον δόμον εἰσαγάγοιτο
κουριδίην παράκοιτιν· οἴετο δ᾽ ἀμφὶ βόεσσιν
αὐτὴ ἀεθλεύουσα μάλ᾽ εὐμαρέως πονέεσθαι·
σφωϊτέρους δὲ τοκῆας ὑποσχεσίης ἀθερίζειν,
625
οΰνεκεν οὐ κούρῃ ζεύξαι βόας, ἀλλὰ οἱ αὐτῷ
προὔθεσαν· ἐκ δ᾽ ἄρα τοῦ νεῖκος πέλεν ἀμφήριστον
πατρί τε καὶ ξείνοις· αὐτῇ δ᾽ ἐπιέτρεπον ἄμφω
τὼς ἔμεν, ὡς κεν ἑῇσι μετὰ φρεσὶν ἰθύσειεν.
ἡ δ᾽ ἄφνω τὸν ξεῖνον, ἀφειδήσασα τοκήων,
630
εἶλετο· τοὺς δ᾽ ἀμέγαρτον ἄχος λάβεν, ἐκ διἐβόησαν
χωόμενοι· τὴν δ᾽ ὕπνος ἅμα κλαγγῇ μεθέηκε.
παλλομένη δ᾽ ἀνόρουσε φόβῳ, περί τ᾽ ἀμφί τε τοίχους
πάπτηνε θαλάμοιο· μόλις δ᾽ ἐσαγείρατο θυμὸν,
ὡς πάρος, ἐν στέρνοις, ἀδινὴν δ᾽ ἀνενείκατο φωνήν.
635
Δειλὴ ἐγὼν, οἶὸν με βαρεῖς ἐφόβησαν ὄνειροι.
δείδια, μὴ μέγα δή τι φέρῃ κακὸν ἥδε κέλευθος
ἡρώων. περί μοι ξείνῳ φρένες ἠερέθονται.·
μνάσθω ἑὸν κατὰ δῆμον Αχαϊΐδα τηλόθι κούρην
ἄμμι δὲ παρθενίη τε μέλοι καὶ δῶμα τοκήων.
640
ἔμπα γε μὴν θεμένη κύνεον κέαρ, οὐκ ἔτ᾿ ἄνευθεν
; αὐτοκασιγνήτης πειρήσομαι, εἴ κέ μ᾿ ἀέθλῳ
χραισμεῖν ἀντιάσῃσιν, ἐπὶ σφετέροις ἀχέουσα
παισί· τὸ κέν μοὶ λυγρὸν ἐνὶ κραδίῃ σβέσοι ἄλγος.
Ἦ ῥα, καὶ ὀρθωθεῖσα θύρας ὤίξε δόμοιο,
645
νήλιπος, οἰέανος· καὶ δὴ λελίητο νέεσθαι
αὐτοκασιγνήτηνδε, καὶ ἕρκεος οὐδὸν ἄμειψε.
δὴν δὲ κατ᾿ αὐτόθι μίμνεν ἐπὶ προδόμῳ θαλάμοιο,
αἰδοῖ ἐεργομένη· μετὰ δ᾽ ἐτράπετ᾿ αὐτὶς, ὀπίσσω
στρεφθεῖσ· ἐκ δὲ πάλιν κίεν ἔνδοθεν, ἄψ τ᾽ ἀλέεινεν
650
εἴσω· τηΰσιοι δὲ πόδες φέρον ἔνθα καὶ ἔνθα.
ἤτοι ὅτ᾿ ἰθύσειεν, ἔρυκέ μιν ἔνδοθεν αἰδώς··
αἰδοῦ δ᾽ εἰργομένην θρασὺς ἵμερος ὀτρύνεσκε.
τρὶς μὲν ἐπειρήθη, τρὶς δ᾽ ἔσχετο, τέτρατον αὖτις
λέκτροισι πρηνὴς ἐνικάππεσεν είλιχθεῖσα.
655
ὡς δ᾽ ὅτε τις νύμφη θαλερον πόσιν ἐν θαλάμοισι
μύρεται, ὦ μιν ὄπασσαν ἀδελφεοὶ ἠδὲ τοκῆες,
οὐδέ τί πω πάσαις ἐπιμίσγεται ἀμφιπόλοισιν
αἰδοῦ ἐπιφροσύνῃ τε· μυχῷ δ᾽ ἀκέουσα θαάσσει·
τὸν δὲ τις᾽ ὤλεσε μοῖρα, πάρος ταρπήμεναι ἄμφω
660
δήνεσιν ἀλλήλων· ἡ δ᾽ ἔνδοθι, δαιομένη περ,
σῖγα μάλα κλαίει, χῆρον λέχος εἰσορόωσα,
μή μιν κερτομέουσαι ἐπιστοβέωσι γυναῖκες·
τῇ ἰκέλη Μήδεια κινύρετα. τὴν δὲ τις ἄφνω
μυρομένην μεσσηγὺς ἐπιπρομολοῦσ᾽ ἐνόησε
665
δμωάων, ἡ οἱ ἑπέτις πέλε κουρίζουσα·
Χαλκιόπῃ δ᾽ ἤγγειλε παρασχεδόν· ἡ δ᾽ ἐνὶ παισὶν
ἦστ᾽ ἐπιμητιόωσα κασιγνήτην ἀρέσασθαι,
ἀλλ᾽ οὐδ᾽ ὡς ἀπίθησεν, ὅτ᾽ ἔκλυεν ἀμφιπόλοιο
μῦθον ἀνώϊστον· διὰ δ᾽ ἔσσυτο θαμβήσασα
670
ἐκ θαλάμου θάλαμόνδε διαμπερὲς, ᾧ ἔνι κούρη
κέκλιτ᾽ ἀκηχεμένη, δρύψε δ᾽ ἑκάτερθε παρειάς·
ὡς δ᾽ ἴδε δάκρυσιν ὄσσε πεφυρμένα, φώνησέν μιν.
674
Ωι μοι ἐγὼ, Μήδεια, τί δὴ τάδε δάκρυα λείβεις,
τίπτ᾿ ἔπαθες; τί τοι αἰνὸν ὑπὸ φρένας ἵκετο πένθος;
675
ωή νύ σε θευμορίη περιδέδρομεν ἅψεα νοῦσος,
ἠε τιν᾿ οὐλομένην ἐδάης ἐκ πατρὸς ἐνιπὴν
ἀμφί τ᾿ ἐμοὶ καὶ παισίν; ὄφελλέ με, μήτε τοκήων
δώμαθ', ἅγ᾽ εἰσοράαν, μηδὲ πτόλιν, ἀλλ᾽ ἐπὶ γαίης
πείρασι ναιετάειν, ἵνα μηδέ περ οὔνομα Κόλχων,
680
Ως φάτο· τῆς δ᾽ ἐρύθηνε παρήϊα· δὴν δέ μιν αἰδὼς
παρθενίη κατέρυκεν ἀμείψασθαι μεμαυίαν.
μῦθος δ᾽ ἄλλοτε μέν οἱ ἐπ᾿ ἀκροτάτης ἀνέτελλε
γλώσσης, ἄλλοτ᾽ ἔνερθε κατὰ στῆθος πεπότητο.
πολλάκι δ᾽ ἱμερόεν μὲν ἀνὰ στόμα θῦεν ἐνισπεῖν·
685
φθογγὴ δ᾽ οὐ προὔβαινε παροιτέρω· ὀψὲ δ᾽ ἔειπε.
τοῖα δάλῳ· θρασέες γὰρ ἐπικλονέεσκον Ερωτες.
Χαλκιόπη, περί μοι παίδων σέο θυμὸς ἄηται,
μή σφε πατὴρ ξείνοισι σὺν ἀνδράσιν αὐτίκ᾽ ὀλέσσῃ.
τοῖα κατακνώσασα μινυνθαδίω νέον ὕπνῳ
690
λεῦσσον ὀνείρατα λυγρά, τα τις θεὸς ἀκράαντα
θείη, μηδ᾽ ἀλεγεινὸν ἐφ᾽ υἱάσι κῆδος ἕλοιο.
Φῆ ῥα, κασιγνήτης πειρωμένη, εἴ κέ μιν αὐτὴ
ἀντιάσειε πάροιθεν ἑοῖς τεκέεσσιν ἀμύνειν.
τὴν δ᾽ αἰνῶς ἄτλητος ἐπέκλυσε θυμὸν ἀνίη,
695
δείματι, τοῦ ἐσάκουσεν· ἀμείβετο δ᾽ ὧδ᾽ ἐπέεσσι·
Καὶ δ᾽ αὐτὴ τάδε πάντα μετήλυθον ὁρμαίνουσα,
εἴ τινα συμφράσσαιο καὶ ἀρτύνειας ἀρωγήν.
ἀλλ᾽ ὄμοσον Γαϊάν τε καὶ Οὐρανὸν, ὅ ττι τοι εἴπω
σχήσειν ἐν θυμῷ, σύν τε δρήστειρα πέλεσθαι.
700
λίσσομ᾽ ὑπὲρ μακάρων, σέο τ᾽ αὐτῆς, ἠδὲ τοκήων,
μή σφε κακῇ ὑπὸ κηρὶ διαραισθέντας ἰδέσθαι
λευγαλέως· ἢ σοί γε φίλοις σὺν παισὶ θανοῦσα
εἴην ἐξ Αίδεω στυγερή μετόπισθεν Εριννύς.
Ως ἄρ᾽ ἔφη, τὸ δὲ πολλὸν ὑπεξέχυτ᾿ αὐτίκα δάκρυς
705
νειόθι δ᾽ ἀμφοτέρησι περίσχετο γούνατα χερσὶ,
σὺν δὲ κάρη κόλποις περικάββαλεν. ἔνθ᾽ ἐλεεινὸν
ἄμφω ἐπ᾿ ἀλλήλῃσι θέσαν γόον· ἆρτο δ᾽ ἴωὴ
λεπταλέη διὰ δώματ᾽ ὀδυρομένων ἀχέεσσι.
τὴν δὲ πάρὸς Μήδεια προσέννεπεν ἀσχαλόωσα.
710
Δαιμονίη, τί νύ του ῥέξω ἄκος, οἱ ἀγορεύεις, οι
ἀράς τε στυγερὰς καὶ Εριννύας; αἱ γὰρ ὄφελλεν
ἔμπεδον εἶναι ἐπ᾿ ἄμμι τεοὺς υἱῆας ἔρυσθαι.
ἴστω, Κόλχων ὅρκος ὑπέρβιος, ὅντιν᾽ ὀμόσσαι
αὐτὴ ἐποτρύνεις, μέγας Οὐρανὸς, ἢ θ᾽ ὑπένερθε
715
Γαῖα, θεῶν μήτηρ, ὅσσον σθένος ἐστὶν ἐμεῖο,
μή σ᾽ ἐπιδευήσεσθαι, ἀνυστά περ ἀντιόωσαν.
Φῆ ἄρα· Χαλκιόπη δ' ἠμείβετο τοῖσδ᾽ ἐπέεσσιν
Οὐκ ἂν δὴ ξείνῳ τλαίης, χατέοντι καὶ αὐτῷ,
ἢ δόλον, ἤ τινα μῆτιν ἐπιφράσσασθαι ἀέθλου,
720
παίδων εἵνεκ᾿ ἐμεῖο; καὶ ἐκ κείνου ὅδ᾽ ἑκάνει
Αργος, ἐποτρύνων με τεῆς πειρῆσαι ἀρωγῆς·
μεσσηγὺς μὲν τόνγε δόμων λίπον ἐνθάδ᾽ ἰοῦσα.
724
Ως φάτο· τῇ δ᾽ ἔντοσθεν ἀνέπτατο χάρματι θυμός·
φοινίχθη δ᾽ ἄμυδις καλὸν χρόα, καδδέ μιν ἀχλὺς
725
εἶλεν ἰαινομένην, τοῖον δ᾽ ἐπὶ μῦθον ἔειπε:
Χαλκιόπη, ως ύμμι φίλον τερπνόν τε τέτυκται,
ὡς ἔρξω. μὴ γάρ μοι ἐν ὀφθαλμοῖσι φαείνοι
ἠὼς, μηδ' ἐμὲ δηρὸν ἔτι ζώουσαν ἴδοιο,
εἴ τί γὲ σῆς ψυχῆς προφερέστερον, ἠε τι παίδων
730
σῶν θείην, οἳ δή μοι ἀδελφειοὶ γεγάασι,
κηδεμόνες τε φίλοι, καὶ ὁμήλικες. ὡς δὲ καὶ αὐτὴ
φημὶ κασιγνήτη τε σέθεν κούρη τε πέλεσθαι,
ἶσον ἐπεὶ κείνοις με τεῷ ἐπαείραο μαζῷ·
νηπυτίην, ὡς αἰὲν ἐγώ ποτε μητρὸς ἄκουον.
735
ἀλλ᾽ ἴθι, κεῦθε δ᾽ ἐμὴν σιγῇ χάριν, ὄφρα τοκῆας
λήσομαι ἐντύνουσα ὑπόσχεσιν· ἦρι δὲ νηὸν
εἴσομαι εἰς Εκάτης, θελκτήρια φάρμακα ταύρων
οἰσομένη ξείνῳ, ὑπὲρ οὗ τόδε νεῖκος ὄρωρεν.
Ως ἡ γ᾽ ἐκ θαλάμοιο πάλιν κίε, παισί τ᾽ ἀρωγὴν
740
αὐτοκασιγνήτης διεπέφραδε. τὴν δὲ μὲν αὐτις
αἰδώς τε στυγερόν τε δέος λάβε μουνωθεῖσαν,
τοῖα παρὲξ οὗ πατρὸς ἐπ᾿ ἀνέρι μητιάασθαι.
Νὺξ μὲν ἔπειτ᾽ ἐπὶ γαῖαν ἄγε κνέφας· οἱ δ᾽ ἐνὶ πόντω
ναῦται εἰς Ελίκην τε καὶ ἀστέρας Ωρίωνος
745
ἔδρακον ἐκ νηῶν· ὕπνοιο δὲ καί τις ὁδίτης
ἤδη, καὶ πυλαωρὸς, ἐέλδετο· καὶ τινα παίδων
μητέρα τεθνεώτων ἀδινὸν περὶ κῶμ᾽ ἐκάλυπτεν·
οὐδὲ κυνῶν ὑλακὴ ἔτ᾿ ἀνὰ πτόλιν, οὐ θρόος ἦεν
ἠχήεις· σιγὴ δὲ μελαινομένην ἔχεν ὄρφνην.
750
ἀλλὰ μάλ᾽ οὐ Μήδειαν ἐπὶ γλυκερὸς λάβεν ὕπνος.
πολλὰ γὰρ Αἰσονίδαο πόθῳ μελεδήματ᾽ ἔγείρε
δειδυῖαν ταύρων κρατερὸν μένος, οἶσιν ἔμελλε
φθίσθαι ἀεικελίη μοίρῃ κατὰ νειὸν Αρηος.
πυκνὰ δὲ οἱ κραδίη στηθέων ἔντοσθεν ἔθυεν,
755
ἠελίου ὡς τις τε δόμοις ἐνιπάλλεται αίγλη
ὕδατος ἐξανιοῦσα, τὸ δὴ νέον νὲ λέβητι,
ἠἑ που ἐν γαυλῷ κέχυται· ἡ δ᾽ ἔνθα καὶ ἔνθα
ὠκείῃ στροφάλιγγὶ τινάσσεταὶ ἀΐσσουσα·
ὡς δὲ καὶ ἐν στήθεσσι κέαῳ ἐλελίζετο κούρης.
760
δάκρυ δ᾽ ἀπ᾿ ὀφθαλμῶν ἐλέῳ ῥέεν· ἔνδοθι δ᾽ αἰεὶ
τεῖρ᾽ ὀδύνη σμύχουσα διὰ χροὸς, ἀμφί τ᾽ ἀραιὰς
ἶνας, καὶ κεφαλῆς ὑπὸ νείατον ἰνίον ἄχρις,
ἔνθ᾽ ἀλεγεινότατον δύνει ἄχος, ὁππότ᾽ ἀνίας
ἀκάματοι πραπίδεσσιν ἐνισκίμψωσιν Ερωτες.
765
φῆ δὲ οἱ ἄλλοτε μὲν θελκτήρια φάρμακα ταύρων
δωσέμεν, ἄλλοτε δ᾽ οὔτι· καταφθίσθαι δὲ καὶ αὐτή·
αὐτίκα δ᾽ οὔτ᾽ αὐτὴ θανέειν, οὐ φάρμακα δώσειν,
ἀλλ᾽ αὕτως εὔκηλος ἑὴν ὀτλησέμεν ἄτην.
ἑζομένη δ᾽ ἤπειτα δοάσσατο, φώνησέν τε.ς
770
Δειλὴ ἐγὼ νῦν, ἔνθα κακῶν, ἢ ἔνθα γένωμαι,
πάντη μοι φρένες εἰσὶν ἀμήχανοι· οὐδέ τις ἀλκὴ
πήματος οἀλλ᾽ αὕτως φλέγει ἔμπεδον, ὡς ὄφελόν γε
Αρτέμιδος κραιπνοῖσι πάρος βελέεσσι δαμῆναι,
πρὶν τόν γ᾽ εἰσιδέειν, πρὶν Αχαϊΐδα γαῖαν ἱκέσθαι
775
Χαλκιόπης υἷας. τοὺς μὲν θεὸς, ἤ τις Εριννύς
ἄμμι πολυκλαύτους δεῦρ᾽ ἤγαγε κεῖθεν ἀνίας.
φθίσθω ἀεθλεύων, εἴ οἱ κατὰ νειὸν ὀλέσθαι
μοῖρα πέλει. πῶς γάρ κεν ἐμοὺς λελάθοιμι τοκῆας
φάρμακα μησαμένη; ποῖον δ᾽ ἐπὶ μύθον ἐνίψω;
780
τίς δὲ δόλος, τις μῆτις ἐπίκλοπος ἔσσετ᾽ ἀρωγῆς;
ἦ μιν ἄνευθ᾽ ἑτάρων προσπτύξομαι οἷον ἰδοῦσα;
δύσμορος· οὐ μὲν ἔολπα καταφθιμένοιό περ ἔμπης
λωφήσειν ἀχέων· τότε δ᾽ ἂν κακὸν ἄμμι πέλοιτο,
κεῖνος ὅτε ζωῆς ἀπαμείρεται. ἐῤῥέτω αἰδὼς,
785
ἐῤῥέτω ἀγλαΐη· ὁ δ᾽ ἐμῇ ἰότητι σαωθείς
ἀσκηθὴς, ἵνα οἱ θυμῷ φίλον, ἔνθα νέοιτο,
αὐτὰρ ἐγὼν αὐτῆμαρ, ὅτ᾽ ἐξανύσειεν ἄεθλον,
τεθναίην, ἢ λαιμὸν ἀναρτήσασα μελάθρου,
ἢ καὶ πασσαμένη ῥαιστήρια φάρμακα θυμοῦ.::.
790
ἀλλὰ καὶ ὡς φθιμένῃ μοι ἐπιλλίζουσιν ὀπίσσω
κερτομίας; τηλοῦ δὲ πόλις περὶ πᾶσα βοήσει
πότμον ἐμόν· καὶ κέν με διὰ στόματος φορέουσαι
Κολχίδες ἄλλυδις ἄλλαι ἀεικέα μωμήσονταί·
ἥτις κηδομένη τόσον ἀνέρος ἀλλοδαποῖο
795
κάτθανεν, ἥτις δῶμα καὶ οὓς ᾔσχυνε τοκῆας;
μαργοσύνῃ εἴξασα. τί δ᾽ οὐκ ἐμὸν ἔσσεται αἶσχος;
ᾧ μοι ἐμῆς ἄτης. ἦτ᾽ ἂν πολὺ κέρδιον εἴη
τῇδ᾽ αὐτῇ ἐν νυκτὶ λιπεῖν βίον ἐν θαλάμοισι
πότμῳ ἀνωΐστῳ, κάκ᾽ ἐλέγχεα πάντα φυγοῦσαν,
800
πρὶν τάδε λωβήεντα καὶ οὐκ ὀνομαστὰ τελέσσαι.
802
Η, καὶ φωριαμὸν μετεκίαθεν, ᾗ ἔνι πολλὰ
φάρμακά οἱ, τὰ μὲν ἐσθλὰ, τὰ δὲ ῥαιστήρι᾽, ἔκειτο.
ἐνθεμένη δ᾽ ἐπὶ γούνατ᾽ ὀδύρετο. δεῦε δὲ κόλπους
ἄλληκτον δακρύοισι, τὰ δ᾽ ἔῤῥεεν ἀσταγὲς αὕτως,
805
αἴν᾿ ὀλοφυρομένης τὸν ἑὸν μόρον. ἵετο δ᾽ ἤγε
φάρμακα λέξασθαι θυμοφθόρα, ὄφρα πάσαιτο.
ἤδη καὶ δεσμοὺς ἀνελύετο φωριαμοῖο,
ἐξελέειν μεμαυῖα δυσάμμορος. ἀλλά οἱ ἄφνω
δεῖμ᾽ ὀλοὸν στυγεροῖο κατὰ φρένας ἦλθ᾽ Αΐδαο.
810
ἔσχετο δ᾽ ἀμφασίῃ δηρὸν χρόνον, ἀμφὶ δὲ πᾶσαι
θυμηδεῖς βιότοιο μεληδόνες ἰνδάλλοντο.
μνήσατο μὲν τερπνῶν, ὅσ᾽ ἐνὶ ζωοῖσι πέλονται,
μνήσαθ᾽ ὁμηλικίης περιγηθέος, οἷά τε κούρη·
καί τε οἱ ἠέλιος γλυκίων γένετ᾽ εἰσοράασθαι,
815
ἢ πάρος, εἰ ἐτεόν γε νόῳ ἐπεμαίεθ᾽ ἕκαστα.
καὶ τὴν μὲν ῥα πάλιν σφετέρων ἀποκάτθετο γούνων,
Ηρης ἐννεσίῃσι μετάτροπος, οὐδ᾽ ἔτι βουλὰς
ἄλλῃ δοιάζεσκεν· ἐέλδετο δ᾽ αἶψα φανῆναι
ἠῶ τελλομένην, ἵνα οἱ θελατήρια δοίη
820
φάρμακα συνθεσίησι, καὶ ἀντιάσειεν ἐς ἀπήν
πυκνὰ δ᾽ ἀνὰ κληΐδας ἑῶν λύεσκε θυράων,
αἴγλην σκεπτομένη· τῇ δ᾽ ἀσπάσιον βάλε φέγγος
Ηριγενής, κίνυντο δ᾽ ἀνὰ πτολίεθρον ἕκαστοι.
Ενθα κασιγνήτους μὲν ἔτ᾿ αὐτόθι μεῖναι ἀνώγει
825
Αργος, ἵνα φράζοιντο νόον καὶ μήδεα κούρης·
αὐτὸς δ᾽ αὐτ᾽ ἐπὶ νῆα κίε προπάροιθε λιασθείς.
Η δ᾽ ἐπεὶ οὖν ταπρῶτα φαεινομένην ἴδεν ἠῶ
παρθενική, ξανθὰς μὲν ἀνήψατο χερσὶν ἐθείρας,
αἱ οἱ ἀτημελίῃ καταειμέναι ἠερέθοντο,
830
αὐσταλέας, δ᾽ ἔψησε παρηΐδας· αὐτὰρ ἀλοιφῇ
νεκταρέῃ φαιδρύνετ᾽ ἐπὶ χρόα· δῦνε δὲ πέπλον
καλὸν, ἐϋγνάμπτοισιν ἀρηράμενον περόνησιν·
ἀμβροσίῳ δ᾽ ἐφύπερθε καρήατι βάλλε καλύπτρης
ἀργυφέην. αὐτοῦ δὲ δόμοις ἔνι δινεύουσα
835
στεῖβε πέδον, λήθῃ ἀχέων τὰ οἱ ἐν ποσὶν ἦε
θεσπέσι᾽, ἄλλα τ᾽ ἔμελλεν ἀεξήσεσθαι ὀπίσσω.
κέκλετο δ᾽ ἀμφιπόλοισιν, αἱ οἱ δυοκαίδεκα πᾶσαι
ἐν προδόμῳ θαλάμοιο θυώδεος ηὐλίζοντο,
ἥλικες, οὔπω λέκτρα σὺν ἀνδράσι πορσαίνουσαι,
840
ἐσσυμένως οὐρῆας ὑποζεύξασθαι ἀπήνῃ,
οἱ κέ μιν εἰς Εκάτης περικαλλέα νηὸν ἄγοιεν.
ἔνθ᾽ αὖτ᾿ ἀμφίπολοι μὲν ἐφοπλίζεσκον ἀπήνην·
ἡ δὲ τέως γλαφυρῆς ἐξείλετο φωριαμοῖο
φάρμακον, ὅ ῥά τε φασὶ Προμήθειον καλέεσθαι.
845
τῷ εἴ κ᾽ ἐννυχίοις τις ἀρεσσάμενος θυέεσσι
Δαίραν μουνογένειαν, ἑὸν δέμας ἰκμαίνοιτο,
ἦτ᾽ ἂν ὅγ᾽ οὔτε ῥηκτὸς ἔοι χαλκοῖο τυπῇσιν,
οὔτε κεν αἰθομένῳ πυρὶ εἰκάθοι· ἀλλὰ καὶ ἀλκῇ
λωΐτερος κεῖν᾽ ἦμαρ ὁμῶς κάρτει τε πέλοιτο.
850
πρωτοφυὲς τὸ γ᾽ ἀνέσχε, καταστάξαντος ἔραζε
αἰετοῦ ὠμηστέω κνημοῖς ἐνὶ Καυκασίοισιν
αἱματόεντ᾿ ἰχῶρα Προμηθῆος μογεροῖο.
τοῦ δ᾽ ἤτοι ἄνθος μὲν ὅσον πήχυιον ὕπερθε,
χροιῇ Κωρυκίῳ ἴκελον κρόκῳ, ἐξεφαάνθη,
855
καυλοῖσι διδύμοισιν ἐπήορον· ἡ δ᾽ ἐνὶ γαίῃ
σαρκὶ νεοτμήτῳ ἐναλιγκίη ἔπλετο ρίζα.
τῆς, οἵην τ᾽ ἐν ὄρεσσι κελαινὴν ἰκμάδα φηγοῦ,
Κασπίῃ ἐνὶ κόχλῳ ἀμήσατο φαρμάσσεσθαι,
ἑπτὰ μὲν ἀενάοισι λοεσσαμένη ὑδάτεσσιν,
860
ἑπτάκι δὲ Βριμώ κουροτρόφον ἀγκαλέσασα,
Βριμώ νυκτιπόλον, χθονίην, ἐνέροισιν ἄνασσαν,
λυγαίῃ ἐνὶ νυκτὶ, σὺν ὀρφναίοισι φάρεσσι.
μυκηθμῷ δ᾽ ὑπένερθεν ἐρεμνὴ σείετο γαῖα,
ῥίζης τεμνομένης Τιτηνίδος· ἔστενε δ᾽ αὐτὸς
865
Ιαπετοῖο πάϊς ὀδύνῃ πέρι θυμὸν ἀλύων.
τὸ ρ᾽ ἦγ᾽ ἐξανελοῦσα θυώδεϊ κάτθετο μίτρῃ,
ἥ τε οἱ ἀμβροσίοισι περὶ στήθεσσιν ἔερτο.
ἐκ δὲ θύραζε κιοῦσα θοῆς ἐπεβήσατ᾿ ἀπήνης·
σὺν δὲ οἱ ἀμφίπολοι δοιαὶ ἑκάτερθεν ἔβησαν.
870
αὐτὴ δ᾽ ἡνι ἔδεκτο, καὶ εὐποίητον ἱμάσθλην
δεξιτερῇ, ἔλαεν δὲ δι᾽ ἄστεος· αἱ δὲ δὴ ἄλλαι
ἀμφίπολοι, πείρινθος ἐφαπτόμεναι μετόπισθε,
τρώχων εὐρεῖαν κατ᾿ ἀμαξιτόν· ἂν δὲ χιτῶνας
λεπταλέους λευκῆς ἐπιγουνίδος ἄχρις ἄειρον.
875
οἵη δὲ λιαροῖσιν ἐφ᾽ ὕδασι Παρθενίοιο,
ἠὲ καὶ Αμνισοῖο λοεσσαμένη ποταμοῖο,
χρυσείοις Λητωὓς ἐφ᾽ ἅρμασιν ἑστηνῖα,
ὠκείαις κεμάδεσσι διεξελάσῃσι κολώνας,
τηλόθεν ἀντιόωσα πολυκνίσσου ἑκατόμβης···
880
τῇ δ᾽ ἅμα Νύμφαι ἕπονται ἀμορβάδες, αἱ μὲν ἐπ᾿ αὐτῆς
ἀγρόμεναι πηγῆς Αμνισίδος, αἱ δὲ δὴ ἄλλαι
ἄλσεα καὶ σκοπιὰς πολυπίδακας· ἀμφὶ δὲ θῆρες
κνυζηθμῷ σαίνουσιν ὑποτρομέοντες ἰοῦσαν·
ὡς αἱ γ᾽ ἐσσεύοντο δι' ἄστεος· ἀμφὶ δὲ λαοί
885
εἶκον, ἀλευόμενοι βασιληΐδος ὄμματα κούρης.
αὐτὰρ ἐπεὶ πόλιος μὲν ἐϋδμήτους λίπ᾿ ἀγυιὰς,
νηὸν δὲ εἰσαφίκανε διὲκ πεδίων ἐλάουσα
δὴ τότ᾽ ἐϋτροχάλοιο κατ᾿ αὐτόθι βήσατ᾿ ἀπήνης
ἱεμένη, καὶ τοῖα μετὰ δμωῇσιν ἔειπεν.
890
891
Ω φίλαι, ἢ μέγα δή τι παρήλιτον, οὐδ᾽ ἐνόησα
μὴ ἴμεν ἀλλαδαποῖσι μετ᾿ ἀνδράσιν, οἵτ᾿ ἐπὶ γαῖαν
ἡμετέρην στρωφῶσιν, ἀμηχανίῃ βεβόληται
πᾶσα πόλις· τὸ καὶ οὐ τις ἀνήλυθε δεῦρο γυναικῶν
τάων, αἱ τοπάροιθεν ἐπημάτιαι ἀγέροντα.
895
ἀλλ᾽ ἐπεὶ οὖν ἱκόμεσθα, καὶ οὐ νύτις ἄλλος ἔπεισιν,
εἰ δ᾽ ἄγε, μολπῇ θυμὸν ἀφειδείως κορέσωμεν
» μειλιχίῃ, τάδε καλὰ τερείνης ἄνθεα ποίης
λεξάμεναι· τότ᾽ ἔπειτ᾿ αὐτὴν ἀπονισόμεθ᾽ ὥρην.
καὶ δὲ κε σὺν πολέεσσιν ὀνείασιν οἴκαδ᾽ ἵκοισθε
900
ἤματι τῷ, εἴ μοι αυκαρέασετε τήνδε μενοινήν.
Αργος γάρ μ' ἐπέεσαι παρατρέπει, ὡς δὲ καὶ αὐτὴ.
Χαλκιόπη· τὰ δὲ σἴγα νάω ἔχετ᾽ εἰσαΐουσαι
ἐμέθεν, μὴ πατρὸς ἐς οὔατα μύθος ἵκηται. ικηται
τὸν ξεῖνόν με κέλονται, ὅτις περὶ βουσὶν ὑπέστη,
905
δῶρ᾽ ἀποδεξαμένην, ὀλοῶν ῥύσασθαι αέθλων.
αὐτὰρ ἐγὼ τὸν μύθον ἐπῄνεον, ἠδὲ καὶ αὐτὸν
» κέκλομαι εἰς ἀπὴν, ἑτάρων ἄπο μοῦνον, ἱκέσθαι,
ὄφρα τὰ μὲν δασόμεσθα μετὰ σφίσιν, εἴ κεν ὀπάσσοι
δῶρα φέρων, τῷ δ᾽ αὖτε κακώτερον ἄλλο πόρωμεν
910
φάρμακον, ἀλλ᾽ ἀπονόσφι πέλεσθ᾽ ἐμοὶ, εὖτ᾽ ἵκηται.
Ως ηὔδα· πάσῃσι δ᾽ ἐπίκλοπος ἥνδανε μῆτις.
αὐτίκα δ᾽ Αἰσονίδην ἑτάρων ἄπο μοῦνον ἐρύσσας
Αργος, ὅτ᾽ ἤδη τήνδε κασιγνήτων ἐσάκουσεν
ἠερίην Εκάτης ἱερὸν μετὰ νηὸν ἰοῦσαν,
915
ἦγε διὲκ πεδίου· ἅμα δὲ σφίσιν εἵπετο Μόψος
Αμπυκίδης, ἐσθλὸς μὲν ἐπιπροφανέντας ἐνίσπεια
οἰωνοὺς, ἐσθλὸς δὲ συνευφράσσασθαι ἰοῦσιν,
Ενθ' οὔπω τὶς τοῖος ἐπὶ προτέρων γένετ᾽ ἀνδρῶν,
οὔθ᾽ ὅσοι ἐξ αὐτοῖο Διὸς γένος, οὔθ᾽ ὅσοι ἄλλων
920
ἀθανάτων ἥρωες ἀφ᾿ αἵματος ἐβλάστησαν, δια
οἷον Ιήσονα θῆκε Διὸς δάμαρ ἤματὸ κείνῳ, «περηρά οι
ἠμὲν ἐσάντα ἰδεῖν, ἠδὲ προτιμυθήσασθαι.
τὸν καὶ παπταίνοντες ἐθάμβεὸν αὐτοὶ ἑταῖροϊ
λαμπόμενον χαρίτεσσιν· ἐγήθησεν δὲ κελεύθῳ
925
Αμπυκίδης, ἤδη που οἴσσάμενος τὰ ἕκαστας
Εστι δέ τις πεδίοιο κατὰ στίβον ἐγγύθι νηοῦτε ό
αἴγειρος φύλλοισὶν ἀπειρεσίοις κομόωσας, τις δωρ
τῇ θαμὰ δὴ λακέρυζαι ἐπηυλίζοντο πορῶναι. Τότε
τάων τις μεσσηγὺς ἀνὰ πτερὰ κινήσασας «γ
930
ὑψοῦ ἐπ᾿ ἀκρεμόνων Ηρης ἠνίπαπε βουλάς.
Ακλειὴς ὅδε μάντις, ὃς οὐδ᾽ ὅσα παῖδες ἴσασινες συ
οἶδε νόῳ φράσσασθαι, · ὅθ' ούνεκεν οὔτε τι λαρόνες
οὔτ᾽ ἐρατὸν κούρη κεν ἔπος ἔπος προτιμυθήσαιτο
ἠϊθέῳ, εὔτ᾽ ἂν σφιν ἐπήλυδες ἄλλοι ἕπωνται.
935
ἔῤῥοις, ὦ κακόμαντι, κακοφραδές· οὐδέ σε Κύπρις,
οὔτ᾽ ἀγανοὶ φιλέοντες ἐπιπνείουσιν Ερωτές:
Ισκεν ἀτεμβομένη· μείδησε δὲ Μόψος ἀκούσας
ὀμφὴν οἰωνοῖο θεήλατον, ὧδε το ἔειπε·
Τύνη μὲν νηόνδε θεᾶς ἴθι, τῷ ἔνι κούρην
940
δήεις, Αἰσονίδη· μάλα δ' ἠπίῃ ἀντιβολήσεις,
Κύπριδος ἐννεσίῃς, ή τοι συνέρὶθος ἀέθλων
ἔσσεταὶ, ὡς δὴ καὶ πρὶν Αγηνορίδης φάτο Φινεύς.
νῶϊ δ᾽, ἐγὼν Αργος τε, δεδεγμένοι εὔτ᾽ ἂν ἵκηαι,
τῷδ᾽ αὐτῷ ἐνὶ χώρῳ ἀπεσσόμεθ᾽· οἰόθι δ᾽ αὐτὸς
945
λίσσεό μιν πυκινοῖσι παρατροπέων ἐπέεσσιν.
947
Ἦ ῥα περιφραδέως, ἐπὶ δὲ σχεδὸν ἤνεον ἄμφω.
οὐδ᾽ ἄρα Μηδείης θυμὸς τράπετ᾽ ἄλλα νοῆσαι,
μελπομένης περ ὅμως· πᾶσαι δὲ οἱ, ἣν τιν᾿ ἀθύροι
μολπὴν, οὐκ ἐπὶ δηρὸν ἐφήνδανον ἑψιάασθαι.
950
ἀλλὰ μεταλήγεσκεν ὠμήχανος, οὐδέ ποτ᾽ ὅσσε
ἀμφιπόλων μεθ᾽ ὅμιλον ἔχ᾿ ἀτρέμας· ἐς δὲ κελεύθους
τηλόσε, παπταίνεσκε, παρακλίνουσα παρειάς.
ἦ θαμὰ δὴ στηθέων ἐάγη κέαρ, ὁππότε δοῦπονε
ἢ ποδὸς ἢ ἀνέμοιο παραθρέξαντα δοάσσαι.
955
αὐτὰρ ὅγ᾽ οὐ μετὰ δηρὸν ἐελδομένῃ ἐφαάνθη,
ὑψόσ᾽ ἀναθρώσκων, ἅτε Σείριος Ωκεανοῖος
ὃς δή του καλὸς μὲν, ἀρίζηλός τ᾽ ἐσιδέσθαι
ἀντέλλει, μήλοισι δὲ ἐν ἄσπετον ἧκεν ὀϊζύν·
ὡς ἄρα τῇ καλὸς μὲν ἐπήλυθεν εἰσοράασθαι
960
Αἰσονίδης, κάματον δὲ δυσίμερον ώρσε φαανθείς.
ἐκ δ᾽ ἄρα οἱ κραδίη στηθέων πέσεν, ὄμματα δ᾽ αὕτως
ἤχλυσαν· θερμὸν δὲ παρηΐδας εἶλεν ἔρευθος,
γούνατα δ᾽ οὔτ᾽ ὀπίσω, οὔτε προπάροιθεν ἀεῖραι
ἔσθενεν, ἀλλ᾽ ὑπένερθε πάγη πόδας. αἱ δ᾽ ἄρα τείως
965
ἀμφίπολοι μάλα πᾶσαι ἀπὸ σφείων ἐλίασθεν.
τὰ δ᾽ ἄνεῳ καὶ ἄναυδοι ἐφέστασὰν ἀλλήλοισὶν,
νικὴ δρυσὶν, ἢ μακρῇσιν ἐειδόμενοι ἐλάτησιν,
αἱ τε παρᾶσσον ἕκηλοι ἐν οὔρεσιν ἐρρίζωνται,
νηνεμίῃ· μετὰ δ᾽ αὖτις ὑπὸ ῥιπῆς ἀνέμοιοιο
970
κινύμεναι ὁμάδησαν ἀπείριτον· ὡς ἄρα τώ γε
μέλλον ἅλις φθέγξασθαι ὑπὸ πνοιῆσιν Έρωτος.
γνῶ δέ μιν Αἰσονίδης ἄτῃ ἐνιπεπτηνϊαν
θευμορίῃ, καὶ τοῖον ὑποσαίνων φάτο μύθους
Τίπτ᾿ ἐμὲ, παρθενική, τόσον ἅζεαι, οἷον ἐόντα;
975
οὔ τι ἐγὼν, οἷοί τε δυσαυχέες ἄλλοι ἔασιν
ἀνέρες, οὐδ᾽, ὅτε περ πάτρῃ ἐνιναιετάασκον,
ἦα πάρος, τῷ μή με λίην ὑπεραίδεο, κούρη,
ἤ τι παρεξερέεσθαι, ὅ τοι φίλον, ἠε τι φάσθαι.
ἀλλ᾿ ἐπεὶ ἀλλήλοισιν ἱκάνομεν εὐμενέοντες
980
χώρῳ ἐν ἠγαθέῳ, ἵνα τ᾽ οὐ θέμις ἔστ᾽ ἀλιτέσθαι,
ἀμφαδίην ἀγόρευε καὶ εἴρεο· μηδ᾽ ἐμὲ τερπνοῖς
φηλώσῃς ἐπέεσσιν, ἐπεὶ τοπρῶτον ὑπέστης
φαὐτοκασιγνήτῃ μενοεικέα φάρμακα δώσειν.
πρός σ'. αὐτῆς Εκάτης μειλίσσομαι, ἠδὲ τοκήων,
985
καὶ τὸς, ὃς ξείνοις ἱκέτῃσί το χεῖρ᾽ ὑπερίσχει
ἀμφότερον δ᾽, ἱκέτης ξεϊνός τε τοι ἐνθάδ' ἱκάνω,
χρειοῖ ἀναγκαίῃ γουνούμενος, οὐ γὰρ ἄνευθεν
ὑμείων στονόεντος ὑπέρτερος. ἔσσαμ᾽ ἀέθλους,
σοὶ δ᾽ ἂν ἐγὼ πίσαιμι χάριν μετόπισθεν ἀρωγῆς,
990
ᾗ θέμις, ὡς ἐπέοικε διάνδιχα ναιετάοντας,
οὔνομα καὶ καλὸν τεύχων κλέος· ὡς δὲ καὶ ὠλλους
ἥρωες κλήσουσιν ἐς Ελλάδα νοστήσαντες,
ἡρώων τ᾿ ἄλαχοι καὶ μητέρες, αἱ κύ πατ᾽ ἤδη
ἡμέας ἠϊόνεσσιν ἐφεζόμεναι γοάουσι,
995
τάων ἀργαλέας κεν ἀποσκεδάσειας ἀνίας
δή ποτε καὶ Θησῆα κακῶν ὑπελύσατ᾽ ἀέθλων,
παρθενική Μινωΐς ἐϋφρονέρυσ᾽ Αριάδνη,
ἣν ῥά το Πασιφάη κούρη τέκεν Ηελίοιας
ἀλλ᾽ ἡ μὲν καὶ νηὸς, ἐπεὶ χόλον εὔνασε Μίνως,
1000
σὺν τῷ ἐφεζομένη, πάτρων λίπε· τὴν δὲ καὶ αὐτοὶ
ἀθάνατοι φίλαντο, μέσῳ δὲ οἱ αἰθέρι τεκμαρ
ἀστερόεις στέφανος, τόν τε κλείουσ' Αριάδνης,
πάννυχος οὐρανίοισιν ἑλίσσεται εἰδώλοισιν, κυρίου
ὡς καὶ σοὶ θεόθεν χάρις ἔσσεται, εἴ με σαώσαις
1005
τόσσον ἀριστήων ἀνδρῶν στόλου, ἡ γὰρ ἔοικας
ἐκ μορφῆς ἀγανῇσιν ἐπητείῃσι κεκάσθαι
1008
Ως φάτο κυδαίνων· ἡ δ᾽ ἐγκλιδὸν ὄσσε βαλοῦσα
νεκτάριον μείδησ᾽ ἐχύθῃ δὲ οἱ ἔνδοθι θυμός
αἴνῳ ἀειρομένης, καὶ ἀνέδρακεν ὄμμασιν ἄντην·
1010
οὐδ᾽ ἔχεν ὅ ττι πάροιθεν ἔπος προτιμυθήσαιτο,
ἀλλ᾽ἄμυδις μενέαινεν ἀολλέα πάντ᾽ ἀγορεύσαι.
προπρὸ δ᾽ ἀφειδήσασα θυώδιος ἔξελε μίτρης
φάρμακου: αὐτὰρ ὅ γ᾽ αἶψα χεροῖν ὑπέδεκταγεγηθώς.
καὶ νὰ κέ οἱ καὶ πᾶσαν ἀπὸ στηθέων ἀρύσασά
1015
ψυχὴν ἐγγυάλιξεν ἀγαλλομένη χατέοντι·
τοῖος ἀπὸ ξανθοῖο καρήατος Αἰσονίδας
στράπτεν Έρως ἡδεῖαν ἀπὸ φλόγα· τῆς δ᾽ ἀμαρυγὰς
ὀφθαλμῶν ἡρπαζεν· ἰαίνετο δὲ φρένας εἴσως
Ιολοτηκομένη, οἷόν τε περὶ ῥοδέεσσιν ἐέρση
1020
τήκεται ἠῴοισιν ἰαινομένη φαέεσσιν.
ἄμφω δ᾽ ἄλλοτε μέν τε κατ᾿ οὔδεος ὄμματ᾽ ἔρειδον
αἰδόμενοι, ὅτὲ δ᾽ αὖτις ἐπὶ σφίσι βάλλον ὀπωπὰς,
ἱμερόεν φαιδρῇσιν ὑπ᾽ ὀφρύσι μειδιόωντες.
ὀψὲ δὲ δὴ τοίοισι μόλις προσπτύξατο κούρη.
1025
Φράζεο νῦν, ὡς κέν τοι ἐγὼ μητίσομ᾽ ἀρωγήν.
εὖτ᾽ ἂν δὴ μετιόντι πατὴρ ἐμὸς ἐγγυαλίξῃ
ἐξ ἄφιος γενύων ὀλαοὺς σπείρασθαι ὀδόντας,
δὴ τότε μέσσην νύκτα διαμοιρηδὰ φυλάξας,
ἀκαμάτοιο ῥοῇσι λοεσσάμενος ποταμοίο,
1030
οἷος ἄνευθ᾽ ἄλλων ἐνὶ φάρεσι κυανέδισε
βόθρον ὀρύξασθαι περιηγέα· τῷ δ᾽ ἔνε θήλυν
ἀρνειὸν σφάζειν, καὶ ἀδαίετον ὠμοθετῆσαι,
αὐτῷ πυρκαϊὴν εὖ νηήσας ἐπὶ βόθρῳ.
μουνογενῆ δ᾽ Εκάτην Περσηΐδα μειλίσσειο,
1035
λείβων ἐκ δέπαος σιμβλήϊα ἔργα μελισσών.
ἔνθα δ᾽ ἐπεί κε θεὰν μεμνημένος ἱλάσσηαι,
ἂψ ἀπὸ πυρκαϊῆς ἀναχάζεο· μηδέ σε δοῦπος
ἠὲ ποδῶν ὄρσῃσι μεταστρεφθῆναι ὀπίσσω,
ἠὲ κυνῶν ὑλακή, μή πως τὰ ἕκαστα κολούσας
1040
οὐδ᾽ αὐτὸς κατὰ κόσμον ἑοῖς ἑτάροισι πελάσσῃς.
ἦρι δὲ μυδήνας τόδε φάρμακον, ἠὔτ᾽ ἀλαιφῇ,
γυμνωθεὶς φαίδρυνε τεὸν δέμας· ἐν δὲ οἱ ἀλκὴ
ἔσσετ᾽ ἀπειρεσίη, μέγα τε σθένος, οὐδέ κε φαίης
ἀνδράσιν, ἀλλὰ θεοῖσιν ἰσαζέμεν ἀθανάτοισι.
1045
πρὸς δὲ καὶ αὐτῷ δουρὶ σάκος πεπαλαγμένον ἔστω.
καὶ ξίφος, ἔνθ᾽ οὐκ ἂν σε διατμήξειαν ἀκωκαὶ
γηγενέων ἀνδρῶν, οὐδ᾽ ἄσχετος ἀΐσσουσα
φλὸξ ὀλοῶν ταύρων. τοῖός γε μὲν οὐκ ἐπὶ δηρόν
, ἔστεαι, ἀλλ᾿ αὐτῆμαρ· ὅμως σύγε μή ποτ'᾿ ἀέθλουιο5ο
1050
χάζεο, καὶ δέ τοι ἄλλο παρὲξ ὑποθήσομ᾽ ὄνειαρ.
αὐτίκ᾽ ἐπὴν κρατεροὺς ζεύξης βόας, ὦκα δὲ πᾶσαν
χερσὶ καὶ ἠνορέῃ στυφελὴν διὰ νειὸν ἀρόσσῃς,
κοἱ δ᾽ ἤδη κατὰ ὦλκας ἀνασταχύωσι Γίγαντες,
σπειρομένων ὄφιος δνοφερὴν ἐπὶ βῶλον ὀδόντων,
1055
αἴ κεν ὀρινομένους πολέας νειοῖο δοκεύσῃς,
λάθρη λᾶαν ἀφες στιβαρώτερον· οἱ δ᾽ ἂν ἐπ᾿ αὐτῷ,
καρχαρέοι κύνες ὥστε περὶ βρώμης, ὀλέκοιεν
ἀλλήλους· καὶ δ᾽ αὐτὸς ἐπείχεο δηϊοτῆτος
ἰθῦσαι. τὸ δὲ κῶας ἐς Ελλάδα τοῖό γ᾽ ἕκητι
1060
οἴσεαι ἐξ Αἴης τηλοῦ ποθί· νίσσεο δ᾽ ἔμπης,
ᾗ φίλον, ᾗ τοι ἔαδεν ἀφορμηθέντι νέεσθαι.
1063
Ως ἄρ᾽ ἔφη, καὶ σῖγα ποδῶν πάρος ὄσσε βαλοῦσα
θεσπέσιον λιαροῖσι παρηΐδα δάκρυσι δεῦε,
μυρομένη, ὅτ᾽ ἔμελλεν ἀπόπροθι πολλὸν ἑεῖο
1065
πόντον ἐπιπλάγξασθαι· ἀνιηρῷ δὲ μιν ἄντην
ἐξαῦτις μύθῳ προσεφώνεεν, εἶλέ τε χειρὸς
δεξιτερῆς· δὴ γὰρ οἱ ἀπ᾿ ὀφθαλμοὺς λίπεν αἰδώς.
Μνώεο δ᾽, ἢν ἄρα δή ποθ᾽ ὑπότροπος οἴκαδ᾽ ἵκηαι,
οὔνομα Μηδείης· ὡς δ᾽ αὐτ᾽ ἐγὼ ἀμφὶς ἐόντος
1070
μνήσομαι. εἰπὲ δ᾽ ἐμοὶ πρόφρων τόδε, πῆ τοι ἔασι
δώματα, πῆ νῦν ἔνθεν ὑπεὶρ ἅλα νηΐ περήσεις·
ἤ νύ που ἀφνειοῦ σχεδὸν ἵξεαι Ορχομενοῖο,
ἤὲ καὶ Αἰαίης νήσου πέλας; εἰπὲ δὲ κούρην,
ἣν τινα τήνδ᾽ ὀνόμηνας ἀριγνώτην γεγαυῖαν
1075
Πασιφάης, ἢ πατρὸς ὁμόγνιος ἐστὶν ἐμοῖο.
Ως φάτο· τὸν δὲ καὶ αὐτὸν ὑπήϊε δάκρυσι κούρης
οὖλος Ερως, τοῖον δὲ παραβλήδην ἔπος ηὔδα·
Καὶ λίην οὐ νύκτας βίομαι, οὐδέ ποτ᾽ ἦμαρ,
σεῦ ἐπιλήσεσθαι, προφυγών μόρον, εἰ ἐτεόν γε
1080
φεύξομαι ἀσκηθὴς ἐς Αχαΐδα, μηδέ κεν ἄλλον
Αἰήτης προβάλῃσι κακώτερον ἄμμιν ἄεθλον.
εἰ δὲ του ἡμετέρην ἐξίδμεναι εὔαδε πάτρην,
ἐξερέω· μάλα γάρ με καὶ αὐτὸν θυμὸς ἀνώγει.
ἔστι τις αἰπεινοῖσι περίδρομος οὔρεσι γαῖα,
1085
πάμπαν ἐϋρειτός τε καὶ εὔβοτος, ἔνθα Προμηθεὺς
Ιαπετιονίδης ἀγαθὸν τέκε Δευκαλίωνα,
ὃς πρῶτος ποίησε πόλεις καὶ ἐδείματο νηοὺς
ἀθανάτοις, πρῶτος δὲ καὶ ἀνθρώπων βασίλευσεν,
Αἱμονίην δὴ τήνγε περικτίονες καλέουσιν,
1090
ἐν δ᾽ αὐτῇ Ιαωλκὸς, ἐμὴ πόλις, ἐν δὲ καὶ ἄλλαι,
πολλαὶ ναιετάουσιν, ἵν᾿ οὐδέ περ οὔνομ᾽ ἀκοῦσαι
Αἰαίης νήσου· Μινύην γε μὲν ὁρμηθέντα,
Αιολίδην Μινύην, ἔνθεν φάτις Ορχομενοῖο
δή ποτε Καδμείοισιν ὁμούριον ἄστυ πολίσσαι.
1095
ἀλλὰ τίη τάδε τοι μεταμώνια πάντ᾽ ἀγορεύω,
ἡμετέρους τε δόμους, τηλεκλείτην τ' Αριάδνην,
κούρην Μίνωος, τόπερ ἀγλαὸν οὔνομα κείνην
παρθενικὴν καλέεσκον ἐπήρατον, ἣν μ᾽ ἐρεείνεις;
αἴθε γὰρ, ὡς Θησῆϊ τότε ξυναρέσσατο Μίνως
1100
ἀμφ᾿ αὐτῆς, ὡς ἄμμι πατὴρ τεὸς ἄρθμιος εἴη.
Ως φάτο, μειλιχίοισι καταψήχων βάροισι·.
τῆς δ᾽ ἀλεγεινόταται κραδίην ἐρέθεσκον ἀνίαι,
καί μιν ἀκηχεμένη ἀδινῷ προσπτύξατο μύθῳ.
Ελλάδι που τάδε καλά, συνημοσύνας ἀλεγύνειν·
1105
Αἰήτης δ᾽ οὐ τοῖος ἐν ἀνδράσιν, οἷον ἔειπας
Μίνω Πασιφάης πόσιν ἔμμεναι· οὐδ᾽ Αριάδνῃ
ἰσοῦμαι· τῷ μή τι φιλοξενίην ἀγόρευε.
ἀλλ᾽ οἷον τύνη μὲν ἐμεῦ, ὅτ᾽ Ιωλκὸν ἵκησαι,
μνώεο· σεῖο δ᾽ ἐγὼ, καὶ ἐμῶν ἀέκητι τοκήων,
1110
μνήσομαι. ἔλθοι δ᾽ ἡμὶν ἀπόπροθεν ἠε τις ὄσσα,
ἠἑ τις ἄγγελος ὄρνις, ὅτ᾿ ἐλλελάθοιο ἐμεῖο·
ἢ αὐτήν γε ταχεῖαι ὑπὲρ πόντοιο φέροιεν
ἔνθενδ᾽ εἰς Ιαωλκὸν ἀναρπάξασαὶ ἄελλαις
ὄφρα σ᾽, ἐν ὀφθαλμοῖσιν ἐλεγχείας προφέρουσα,
1115
μνήσω ἐμὴ ἰότητι πεφυγμένον. αἴθε γὰρ εἴην
ἀπροφάτως τότε σε σοῖσιν ἐφέστιος ἐν μεγάροισιν
1118
Ως ἄρ᾽ ἔφη, ἐλεεινὰ καταπροχέουσα παρειῶν
δάκρυα· τὴν δ᾽ ὅ γε δῆθεν ὑποβλήδην προσέειπε·
Δαιμονίη, κενεὰς μὲν ἔα πλάζεσθαι ἀέλλας,
1120
ὡς δὲ καὶ ἄγγελον ὄρνιν, ἐπεὶ μεταμώνια βάζεις.
εἰ δὲ κεν ἤθεα κεῖνα καὶ Ελλάδα γαϊαν ἵκηαι,
τιμήεσσα γυναιξὶ καὶ ἀνδράσιν, αἰδοίη τε, μ
ἔσσέαι, ἠδὲ σε πάγχυ θεὸν ὡς πορσανεδύσιν,
ούνεκα τῶν μὲν παῖδες ὑπότροποι οίκαδ' ίκοντο
1125
σῃ βουλῇ, τῶν δ᾽ αὖτε κασίγνητοί τε ἔται τε
καὶ θαλεροὶ κακότητος ἄδὴν ἐσάωθεν ἀκοῖται.
ἡμέτερον δὲ λέχος θαλάμοις ἐνὶ κουριδίοισι
πορσανέεις· οὐδ᾽ ἄμμε διακρινέει φιλότητος
ἄλλο, πάρος θάνατόν γε μεμορμένον ἀμφικαλύψαι.1130
1130
Ως φάτο· τῇ δ᾽ ἔντοσθε κατείβετο θυμὸς ἀκουῇ.
ἔμπης δ᾽ ἔργ᾽ ἀΐδηλα κατεῤῥίγησεν ἰδέσθαι.
σχετλίη· οὐ μὲν δηρὸν ἀπαρνήσεσθαι ἔμελλεν
Ελλάδα ναιετάειν. ὡς γὰρ τόδε μήδετο Ηρη,
ὄφρα κακὸν Πελίῃ ἱερὴν ἐς Ιωλκὸν ἱκοιτο
1135
Αἰαίη Μήδεια, λιποῦσά γε πατρίδα γαϊαν.
Ήδη δ᾽ ἀμφίπολοι μὲν ὀπιπτεύουσαι ἄπωθεν
σιγῇ ἀνιάζεσκον· ἐδεύετο δ᾽ ἤματος ὥρη
ἄψ οἶκόνδε νέεσθαι ἑὴν μετὰ μητέρα κούρην.
ἡ δ᾽ οὔπω κομιδῆς μιμνήσκετο, τέρπετο γάρ οἱ
1140
θυμὸς ὁμῶς μορφῇ τε καὶ αἱμυλίοισι λόγοισιν,
εἰ μὴ ἄρ᾽ Αἰσονίδης πεφυλαγμένος ὀψέ περηὔδα
Ωρη ἀποβλώσκειν, μὴ πρὶν φάος ἠελίοιο
δύῃ ὑποφθάμενον, καί τις τὰ ἕκαστα νοήσῃ
ὀθνείων· αὖτις δ᾽ ἀβολήσομεν ἐνθάδ' ἰόντες.
1145
Ως τώ γ᾽ ἀλλήλων ἀγανοῖς ἐπὶ τόσσον ἔπεσσι·
πείρηθεν· μετὰ δ᾽ αὖτε διέτμαγον. ἤτοι Ιήσων
εἰς ἑτάρους καὶ νῆα κεχαρμένος ὧρτο νέεσθαι·
ἡ δὲ μετ᾿ ἀμφιπόλους· αἱ δὲ σχεδὸν ἀντεβόλησαν
πᾶσαι ὁμοῦ· τὰς δ᾽ οὐ τι περιπλομένας ἐνόησε.
1150
ψυχὴ γὰρ νεφέεσσι μεταχθονίη πεπότητο.
αὐτομάτοις δὲ πόδεσσι θοῆς ἐπεβήσατ' ἀπήνης,
καί ρ᾽ ἑτέρῃ μὲν χειρὶ λάβ᾽ ἡνία, τῇ δ᾽ ἄρ᾽ ἱμάσθλην
δαιδαλέην, οὐρῆας ἐλαυνέμεν· οἱ δὲ πόλινδε
θύνον ἐπειγόμενοι ποτὶ δώματα. τὴν δ᾽ ἀνιοῦσαν
1155
Χαλκιόπη περὶ παῖσὶν ἀκηχεμένη ἐρέεινεν·
ἡ δὲ παλιντροπίῃσιν ἀμήχανος οὔτε τι μύθων
ἔκλυεν, οὔτ᾽ αὐδῆσαι ἀνειρομένη λελίητο.
ἶζε δ᾽ ἐπὶ χθαμαλῷ σφέλαϊ κλιντῆρος ἔνερθε,
λέχρις ἐρεισαμένη λαιῇ ἐπὶ χειρὶ παρειήν·
1160
ὑγρὰ δ᾽ ἐνὶ βλεφάροις ἔχεν ὄμματα, πορφύρουσα
οἷον ἑῇ κακὸν ἔργον ἐπιξυνώσατο βουλῇ.
Αἰσονίδης δ᾽ ὅτε δὴ ἑτάροις ἐξαῦτις ἔμικτο
ἐν χώρῃ, ὅθι τούςγε καταπρολιπῶν ἐλιάσθη,
ὦρτ᾿ ἰέναι σὺν τοῖσι, πιφαυσκόμενος τὰ ἕκαστα,
1165
ἡρώων ἐς ὅμίλον· ὁμοῦ δ᾽ ἐπὶ νῆα πέλασσαν.
οἱ δὲ μιν ἀμφαγάπαζον, ὅπως ἴδον, ἔκ τ᾽ ἐρέοντο.
αὐτὰρ ὃ τοῖς πάντεσσι μετέννεπε δήνεα κούρης,
δεῖξὲ τε φάρμακον αἰνόν· ὁ δ᾽ οἰόθεν οἷος ἑταίρων
προἶδας ἦστ᾿ ἀπάνευθε δακὼν χόλον· οἱ δὲ δὴ ἄλλοι
1170
γηθόσυνοι, τῆμος μὲν, ἐπεὶ κνέφας ἔργαθε νυκτὸς,
εὔκηλοι ἐμέλοντο περὶ σφίσιν. αὐτὰρ ἅμ᾽ ἠοῖ
πέμπον ἐς Αιήτην ἰέναι, σπόρον αἰτήσοντας
ἄνδρε δύω, πρὸ μὲν αὐτὸν ἀρηϊφιλον Τελαμῶνα,
σὺν δὲ καὶ Αἰθαλίδην, υἷα κλυτὸν Ερμείαο.
1175
βὰν δ᾽ ἴμεν, οὐδ᾽ ἁλίωσαν ὁδόν· πόρε δέ σφιν ἰοῦσι
κρείων Αἰήτης χαλεποὺς ἐς ἄεθλον ὀδόντας
Αονίοιο δράκοντος, ὃν Ωγυγίῃ ἐνὶ Θήβη
Κάδμος, ὅτ᾽ Εὐρώπην διζήμενος εἰσαφίκανε,
πέφνεν, Αρητιάδι κρήνῃ ἐπίουρον ἐόντα,
1180
ἔνθα καὶ ἐννάσθη, πομπῇ βοὸς, ἣν οἱ Απόλλων
ὤπασε μαντοσύνῃσι προηγήτειραν ὁδοῖο.
τοὺς δὲ θεὰ Τριτωνὶς, ὑπὲκ γενύων ἐλάσασα,
Αἰήτῃ πόρε δῶρον ὁμῶς, αὐτῷ τε φονῆϊ.
καί ρ᾽ ὁ μὲν Αονίοισιν ἐνισπείρας πεδίοισι
1185
Κάδμος Αγηνορίδης ἐπὶ γηγενῆ εἶσατο λαὸν,
Αρεος ἀμώοντος ὅσοι ὑπὸ δουρὶ λίποντο·
τοὺς δὲ τότ᾽ Αἰήτης ἔπορε μετὰ νῆα φέρεσθαι
προφρονέως, ἐπεὶ οὐ μιν οἴσσατο πείρατ᾿ ἀέθλου
ἐξανύσειν, εἰ καί περ ἐπὶ ζυγά βουσὶ βάλοιτο.
1190
1191
Ηέλιος μὲν ἄπωθεν ἐρεμνὴν δύετο γαῖαν
ἑσπέριος, νεάτας ὑπὲρ ἄκριας Αἰθιοπήων·
Νὺξ δ᾽ ἵπποισιν ἔβαλλεν ἔπι ζυγά· τοὶ δὲ χαμεύνας
ἔντυον ἥρωες παρὰ πείσμασιν. αὐτὰρ Ιήσων
αὐτίκ᾽ ἐπεί ρ᾽ Ελίκης ἐϋφεγγέες ἀστέρες ἄρκτου
1195
ἔκλιθεν, οὐρανόθεν δὲ πανεύκηλος γένετ᾽ αἰθὴρ,
βῆ δ᾽ ἐς ἐρημαίην κλωπήϊος, ἠΰτε τις φώρ,
σὺν πᾶσι χρήεσσι· πρὸ γάρ τ᾽ ἀλέγυνεν ἕκαστα
ἠμάτιος· θῆλυν μὲν ὄϊν, γάλα τ᾽ ἔκτοθι ποίμνης
Αργος ἰὼν ἤνεικε· τὰ δ᾽ ἐξ αὐτῆς ἕλε νηός.
1200
ἀλλ᾽ ὅτε δὴ ἴδε χῶρον, ὅτις πάτου ἔκτοθεν ἦεν
ἀνθρώπων, καθαρῆσιν ὑπεύδιος εἱαμενῆσιν,
ἔνθ᾽ ἤτοι πάμπρωτα λοέσσατο μὲν ποταμοῖο
εὐαγέως θείοιο τέρεν δέμας· ἀμφὶ δὲ φᾶρὸς
ἕσσατο κυάνεον, τὸ μὲν οἱ πάρος ἐγγυάλιξε
1205
Λημνιὰς Υψιπύλη, ἀδινῆς μνημήϊον εὐνῆς.
πηχύϊον δ᾽ ἄρ᾽ ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξας
νήησε σχίζας, ἐπὶ δ᾽ ἀρνειοῦ τάμε λαιμὸν,
αὐτὸν τ᾽ εὖ καθύπερθε τανύσσατο· δαῖε δὲ φιτροὺς,
πῦρ ὑπένερθεν ἱεὶς, ἐπὶ δὲ μιγάδας χέε λοιβάς,
1210
Βριμώ κικλήσκων Εκάτην ἐπαρωγὸν ἀέθλων.
καὶ ῥ᾽ ὁ μὲν ἀγκαλέσας πάλιν ἔστιχεν· ἡ δ᾽ ἀΐουσα
κευθμῶν ἐξ ὑπάτων δεινὴ θεὸς ἀντεβόλησεν
ἱροῖς Αἰσονίδαο· πέριξ δέ μιν ἐστεφάνωντο
σμερδαλέοι δρυΐνοισι μετὰ πτόρθοισι δράκοντες·
1215
στράπτε δ᾽ ἀπειρέσιον δαΐδων σέλας· ἀμφὶ δὲ τήνγε
ὀξείῃ ὑλακῇ χθόνιοι κύνες ἐφθέγγοντο.
πίσεα δ᾽ ἔτρεμε πάντα κατὰ στίβον· αἱ δ᾽ ὀλόλυξαν
Νύμφαι ἑλειονόμοι ποταμηΐδες, αἱ περὶ κείνην
Φάσιδος είαμενὴν Αμαραντίου εἱλίσσονται.
1220
Αἰσονίδην δ᾽ ἤτοι μὲν ἕλε δέος, ἀλλά μιν οὐδ᾽ ὡς
ἐντροπαλιζόμενον πόδες ἔκφερον, ὄφρ᾽ ἑτάροισι
μίκτο κιών· ἤδη δὲ φόως νιφόεντος ὑπερθε
Καυκάσου ἠριγενής Ηὼς βάλεν ἀντέλλουσα.
Καὶ τότ᾽ ἄρ᾽ Αἰήτης περὶ μὲν στήθεσσιν ἕεστο
1225
θώρηκα στάδιον, τὸν οἱ πόρεν ἐξεναρίξας
σφωϊτέρης Φλεγραῖον Αρης ὑπὸ χερσὶ Μίμαντα·
χρυσείην δ᾽ ἐπὶ κρατὶ κόρυν θέτο τετραφάληρον,
λαμπομένην, οἷόν τε περίτροχον ἔπλετο φέγγος
ἠελίου, ὅτε πρῶτον ἀνέρχεται Ωκεανοῖο.
1230
ἂν δὲ πολύρινον νώμα σάκος, ἂν δὲ καὶ ἔγχος.
δεινὸν, ἀμαιμάκετον· τὸ μὲν οὐ κέ τις ἄλλος ὑπέστη
ἀνδρῶν ἡρώων, ὅτε κάλλιπον Ηρακλῆα
τῆλε παρὲξ, ὅ κεν οἷος ἐναντίβιον πελέμιξε.
τῷ δὲ καὶ ὠκυπόδων ἵππων ἐϋπηγέα· δίφρον
1235
ἔσχε πέλας Φαέθων ἐπιβήμεναι· ἀν δὲ καὶ αὐτὸς
βήσατο, ῥυτῆρας δὲ χεροῖν ἔχεν. ἐκ δὲ πόληος
ἤλασεν εὐρεῖαν κατ᾿ ἀμαξιτὸν, ὡς κεν ἀέθλῳ
παρσταίη· σὺν δέ σφιν ἀπείριτος ἔσσυτο λαός.
οἷος δ᾽ Ισθμιον εἶσι Ποσειδάων ἐς ἀγῶνα
1240
ἅρμασιν ἐμβεβαὼς, ἢ Ταίναρον, ἢ ὅγε Λέρνης
ὕδωρ, ἠὲ κατ᾿ ἄλσος Υαντίου Ογχηστοῖο,
καί τε Καλαύρειαν μετὰ δὴ θαμὰ νίσσεται ἵπποις,
πέτρην θ' Αἱμονίην, ἢ δενδρήεντα Γεραιστόν·
τοῖος ἄρ᾽ Αἰήτης Κόλχων ἀγὸς ἦεν ἰδέσθαι.
1245
1246
Τόφρα δὲ Μηδείης ὑποθημοσύνῃσιν Ιήσων
φάρμακα μυδήνας, ἠμὲν σάκος ἀμφεπάλυνεν,
ἠδὲ δόρυ βριαρὸν, περὶ δὲ ξίφος· ἀμφὶ δ᾽ ἑταῖροι·
πείρησαν τευχέων βεβιημένοι, οὐδ᾽ ἐδύναντο
κεῖνο δόρυ γνάμψαι τυτθόν γέ που, ἀλλὰ μάλ᾽ αὕτως1250
1250
ἀαγὲς κρατερῇσιν ἐνεσκλήκει παλάμησιν.
αὐτὰρ ὁ τοῖς ἄμοτον κοτέων Αφαρήϊος Ιδας
κόψε παρ᾽ οὐρίαχον μεγάλῳ ξίφει· ἆλτο δ᾽ ἀκωκή,
ῥαιστὴρ ἄκμονος ὥστε, παλιντυπές· οἱ δ᾽ ὁμάδησαν
γηθόσυνοι ἥρωες ἐπ᾿ ἐλπωρῇσιν ἀέθλου.
1255
καὶ δ᾽ αὐτὸς μετέπειτα παλύνετο· δῦ δὲ μιν ἀλκὴ
σμερδαλέη, ἄφατός τε καὶ ἄτρομος· αἱ δὲ ἑκάτερθε
χεῖρες ἐπεῤῥώσαντο περὶ σθένεϊ σφριγόωσαι.
ὡς δ᾽ ὅτ᾽ ἀρήϊος ἵππος ἐελδόμενος πολέμοιο
σκαρθμῷ ἐπιχρεμέθων κρούει πέδον, αὐτὰρ ὑπερθε1260
1260
κυδιόων ὀρθοῖσιν ἐπ᾿ οὔασιν αὐχέν᾿ ἀείρει·
τοῖος ἄρ᾽ Αἰσονίδης ἐπαγαίετο κάρτεϊ γυίων.
πολλὰ δ᾽ ἄρ᾽ ἔνθα καὶ ἔνθα μετάρσιον ἴχνος ἔπαλλεν,
ἀσπίδα χαλκείην μελίην τ᾽ ἐνὶ χερσὶ τινάσσων.
φαίης κε ζοφεροῖο κατ' αἰθέρος ἀΐσσουσαν
1265
χειμερίην στεροπὴν θαμινὸν μεταπαιφάσσεσθαι
ἐκ νεφέων, ὅτ᾽ ἔπειτα μελάντατον ὄμβρον ἄγωνται.
καὶ τότ᾽ ἔπειτ᾽ οὐ δηρὸν ἔτι σχήσεσθαι ἀέθλων
μέλλον· ἀτὰρ κληΐσιν ἐπισχερὼ ἱδρυνθέντες
ῥίμφα μάλ᾽ ἐς πεδίον τὸ Αρήϊον ἠπείγοντο.
1270
τόσσον δὲ προτέρω πέλεν ἄστεος ἀντιπέρηθεν,
ὅσσον τ᾽ ἐκ βαλβίδος ἐπήβολος ἅρματι νύσσα
γίγνεται, ὁππότ᾽ ἄεθλα καταφθιμένοιο ἄνακτος
κηδεμόνες πεζοῖσι καὶ ἱππήεσσι τίθενται.
τέτμου δ᾽ Αἰήτην τε καὶ ἄλλων ἔθνεα Κόλχων,
1275
τοὺς μὲν Καυκασίοισιν ἐφεσταότας σκοπέλοισι,
τὸν δ᾽ αὐτοῦ παρὰ χεῖλος ἑλισσόμενον ποταμοῖο.
στε: Αἰσονίδης δε, ὅτε δὴ πρυμνήσια δῆσαν ἑταῖροι,
δή ῥα τότε ξὺν δουρὶ καὶ ἀσπίδι βαῖν ἐς ἄεθλον,
νηὸς ἀποπροθορών· ἄμυδις δ᾽ ἕλε παμφανόωσαν
1280
χαλκείην πήληκα θοῶν ἔμπλειον ὀδόντων,
καὶ ξίφος ἀμφ᾽ ὤμοις, γυμνὸς δέμας, ἄλλα μὲν Αρει
· εἴκελος, ἄλλα δέ που χρυσάορι Απόλλωνι.
παπτήνας δ᾽ ἀνὰ νειὸν, ἴδε ζυγὰ χάλκεα ταύρων,
αὐτόγυόν τ᾽ ἐπὶ τοῖς στιβαροῦ ἀδάμαντος ἄροτρον.
1285
χρίμψε δ᾽ ἔπειτα κιὼν, παρὰ δ᾽ ὄβριμον ἔγχος ἔπηξεν
ὀρθὸν ἐπ᾿ οὐριάχῳ, κυνέην δ᾽ ἀποκάτθετ᾽ ἐρείσας.
βῇ δ᾽ αὐτῇ προτέρωσε σὺν ἀσπίδι νήριτα ταύρων
ἴχνια μαστεύων· οἱ δ᾽ ἔκποθεν ἀφράστοιο
κευθμῶνος χθονίου, ἵνα τε σφίσιν ἔσκε βόαυλα
1290
καρτερά, λιγνυόεντι πέριξ εἰλυμένα καπνῷ,
ἄμφω ὁμοῦ προγένοντο, πυρὸς σέλας ἀμπνείοντες.
ἔδδεισαν δ᾽ ἥρωες, ὅπως ἴδον. αὐτὰρ ὁ τούσκες
εὖ διαβὰς, ἐπιόντας, ἅτε σπιλὰς εἰν ἁλὶ πέτρη
μίμνει ἀπειρεσίησι δονεύμενα κύματ᾿ ἀέλλαις,
1295
πρόσθε δὲ οἱ σάκος ἔσχεν ἐναντίον· οἱ δὲ μιν ἄμφω
μυκηθμῷ κρατεροῖσιν ἐνέπληξαν κεράεσσιν·
οὐδ᾽ ἄρα μιν τυτθόν περ ἀνώχλισαν ἀντιόωντες
ὡς δ᾽ ὅτ᾽ ἐνὶ τρητοῖσιν εΰρινοι χοάνοισι
φῦσαι χαλκήων ὁτὲ μέν τ᾿ ἀναμορμύρουσι,
1300
πῦρ ὀλοὸν πιμπρᾶσαι, ὁτ᾽ αὖ λήγουσιν αϋτμῆς,
δεινὸς δ᾽ ἐξ αὐτῶν πέλεται βρόμος, ὁππότ᾽ ἀΐξη
νειόθεν· ὡς ἄρα τώγε θοὴν φλόγα φυσιόωντες
ἐκ στομάτων ὁμάδουν; τὸν δ᾽ ἄμφι τε δήϊον αἶθος
βάλλεν ἅτε στεροπή· κούρης δὲ ὁ φάρμακ᾽ ἔρυτο.
1305
καί ὁ᾽ ὅγε δεξιτεροῖο κέρας βοὺς ἄκρον ἐρύσσας
εἶλκεν ἐπικρατέως παντὶ σθένει, ὄφρ᾽ ἐπέλασσε
ζεύγλῃ χαλκείῃ, τὸν δ᾽ ἐν χθονὶ κάββαλεν ὀκλὰξ,
ῥίμφὰ ποδὶ κρούσας πόδα χάλκεον. ὡς δὲ καὶ ἄλλον
ἔσφαλε γνὺξ ἐπιόντα, μιῇ βεβολημένον ὁρμῇ.
1310
εὐρὺ δ᾽ ἀποπροβαλὼν χαμάδις σάκος, ἔνθα καὶ ἔνθα
τῇ καὶ τῇ βεβαὼς ἄμφω ἔχε πεπτηῶτας
γούνασιν ἐν προτέροισι, διὰ φλογός γὸς εἶθαρ ἐλυσθείς.
θαύμασε δ' Αἰήτης σθένος ἀνέρος. οἱ δ᾽ ἄρα τείως
Τυνδαρίδαι, δὴ γάρ σφι πάλαι προπεφραδμένον ἦεν,1315
1315
ἀγχίμολον ζυγά οἱ πεδόθεν δόσαν ἀμφιβαλέσθαι.
αὐτὰρ ὅγ᾽ εὐ ἐνέδησε λόφοις· μεσσηγὺ δ᾽ ἀείρας
χάλκεον ἱστοβοῆα, θοῇ συνάρασσε κορώνῃ
ζεύγληθεν. καὶ τὼ μὲν ὑπ᾽ ἐκ πυρὸς ἄψ ἐπὶ τῆα δο
χαζέσθην. ὁ δ᾽ ἄρ᾽ αὖτις ἑλὼν σάκος ἄνθετο νώτῳ
1320
ἐξόπιθεν, καὶ γέντο θοῶν ἔμπλειον ὀδόντων
πήληκα βριαρήν, δόρυ τ᾽ ἄσχετον, ᾧ ρ᾽ ὑπὸ μέσσας
ἐργατίνης ὡς τις τε Πελασγίδι νύσσεν ἀκαίνῃ
οὐτάζων λαγόνας· μάλα δ᾽ ἔμπεδον εὖ ἀραρυῖαν
τυκτὴν ἐξ ἀδάμαντος ἐπιθύνεσκεν ἐχέτλην. "
1325
οἱ δὲ τέως μὲν δὴ περιώσια θυμαίνεσκον,
λάβρον ἐπιπνείοντε πυρὸς σέλας· ὧρτο δ᾽ ἀϋτμὴ,
ἠΰτε βυκτάων ἀνέμων βρόμος, οὓς τε μάλιστα
δειδιότες μέγα λαῖφος ἁλίπλοοι ἐστείλαντο.
δηρὸν δ᾽ οὐ μετέπειτα κελευόμενοι ὑπὸ δουρί
1330
ἤϊσαν· ὀκριόεσσα δ᾽ ἐρείκετο νειὸς ὀπίσσω,
σχιζομένη ταύρων τε βίῃ κρατερῷ τ᾽ ἀροτῆρι.
δεινὸν δ᾽ ἐσμαράγουν ἄμυδις κατὰ ὦλκας ἀρότρου
βώλακες ἀγνύμεναι ἀνδραχθέες· εἶπετο δ᾽ αὐτὸς
βαθμὸν ἐπὶ στιβαρῷ πιέσας ποδί· τῆλε δ' δεῖο
1335
βάλλεν ἀρηρομένην αἰεὶ κατὰ βῶλον ὀδόντας,
ἐντροπαλιζόμενος, μή οἱ πάρος ἀντιάσειε
Γηγενέων ἀνδρῶν ὀλοὺς στάχυς· οἱ δ᾽ ἄρ᾽ ἐπιπρὸβ
χαλκείῃς χηλῇσιν ἐρειδόμενοι πονέοντο."
ἦμος δὲ τρίτατον λάχος ἤματος ἀνομένοιο, ξ
1340
λείπεται ἐξ' ἠοῦς, καλέουσι δὲ κεκμηῶτες
ἐργατίναι γλυκερόν σφιν ἄφαρ βουλυτὸν ἱκέσθαι,
τῆμος ἀρήροτο νειὸς ὑπ᾽ ἀκαμάτῳ ἀροτῆρι, τη
τετράγυός περ᾽ ἐοῦσα· βοῶν τ᾽ ἀπελύετ᾽ ἄροτρα. ""3
καὶ τοὺς μὲν πεδίονδε διεπτοίησε φέβεσθαι· 60
1345
αὐτὰρ ὅγ᾽ ἂψ ἐπὶ νῆα πάλιν κίεν, ὄφρ᾽ ἔτο κεινὰς
Γηγενέων ἀνδρῶν ἴδεν αὔλακας. ἀμφὶ δ᾽ ἑταῖροι
·· θάρσυνον μύθοισιν. ὁ δ᾽ ἐκ ποταμοῖο ῥοάων,
αὐτῇ ἀφυσσάμενος κυνέη, σβέσεν ὕδατι δίψαν
γνάμψε δὲ γούνατ᾽ ἐλαφρὰ, μέγαν δ' ἐνεπλήσατο θυμὸν
1350
ἀλκῆς, μαιμώων συῒ εἴκελος, ὃς ῥά τ᾽ ὀδόντας
θήγει θηρευτῇσιν ἐπ᾿ ἀνδράσιν, ἀμφὶ δὲ πολλὸς
ἀφρὸς ἀπὸ στόματος χαμάδις ῥέε χωομένοιο.Τοπ
οἱ δ᾽ ἤδη κατὰ πᾶσαν ἀνασταχύεσκον ἄρουραν
Γηγενέες· φρίξεν δὲ περὶ στιβαροῖς σακέεσσι,
1355
δούρασί τ᾽ ἀμφιγύοις, κορύθεσσί τε λαμπομένῃσιν
Αρηος τέμενος φθισιμβρότου· ἵκετό δ' αἴγλη
νειόθεν Ούλυμπόνδε δι' ἠέρος ἀστράπτουσα.
ὡς δ᾽ ὁπότ᾽ ἐς γαῖαν πολέος νιφετοῖο πεσόντος
ἂν ἀπὸ χειμερίας νεφέλας ἐκέδασσαν ἀῆται
1360
λυγαίῃ ὑπὸ νυκτὶ, τὰ δ᾽ ἀθρόα πάντ᾽ ἐφαάνθη
τείρεα λαμπετόωντα διὰ κνέφας· ὡς ἄρα τοίγε το
λάμπον ἀναλδήσκοντες ὑπὲρ χθονός. αὐτὰρ' Ιήσων
μνήσατο Μηδείης πολυκερδέος ἐννεσιάων·
λάζετο δ᾽ ἐκ πεδίοιο μέγαν περιηγέα πέτρον,
1365
δεινὸν Ενυαλίου σόλον Αρεος· οὔ κέ μιν ἄνδρες
αἰζηοὶ πίσυρες γαίης ὑπὸ τυτθὸν ἄειραν.
τὸν ὁ᾽ ἀνὰ χεῖρα λαβὼν μάλα τηλόθεν ἔμβαλε μέσσοις
ἀΐξας· αὐτὸς δ᾽ ὑφ᾽ ἑὸν σάκος ἕζετο λάθρη
θαρσαλέως. Κόλχοι δὲ μέγ᾽ ἴαχον, ὡς ὅτε πόντος
1370
ἴαχεν ὀξείῃσιν ἐπιβρομέων σπιλάδεσσι·
τὸν δ᾽ ἕλεν ἀμφασίη ῥιπῇ στιβαροῖο σόλοιο
Αἰήτην. οἱ δ᾽, ὥστε θοοὶ κύνες, ἀμφιθορόντες,
ἀλλήλους βρυχηδὸν ἐδήϊον· οἱ δ᾽ ἐπὶ γαῖαν
μητέρα πίπτον ἑοῖς ὑπὸ δούρασιν, ἠὔτε πεῦκαι
1375
ἢ δρύες, ἃς τ᾽ ἀνέμοιο κατάϊκες δονέουσιν.
οἷος δ᾽ οὐρανόθεν πυρόεις ἀναπάλλεται ἀστὴρ,
ὁλκὸν ὑπαυγάζων, τέρας ἀνδράσιν, οἱ μιν ἴδωνται
μαρμαρυγῇ σκοτίοιο δι' ἠέρος ἀΐξαντα·
τοῖος ἄρ᾽ Αἴσονος υἱὸς ἐπέσσυτο Γηγενέεσσι
1380
γυμνὸν δ᾽ ἐκ κολεοῖο φέρε ξίφος· οὗτα δὲ μίγδην
ἀμώων, πολέας μὲν ἔτ᾽ ἐς νηδὺν λαγόνας τε
ἡμίσεας ἀνέχοντας ἐς ἠέρα· τοὺς δὲ, καὶ ἄχρις
ὤμων τελλομένους· τοὺς δὲ, νέον ἑστηῶτας·
τοὺς δ᾽, ἤδη καὶ ποσσὶν ἐπειγομένους ἐς ἄρηα.
1385
ὡς δ᾽ ὁπότ᾽, ἀμφ᾽ οὔροισιν ἐγειρομένου πολέμοιο,
δείσας γειομόρος μή οἱ προτάμωνται ἀρούμας,
ἅρπην εὐκαμπῇ νεοθηγέα χερσὶ μεμαρπώς,
ὠμὸν ἐπισπεύδων κείρει στάχυν, οὐδὲ βολῆσι
μίμνει ἐς ὡραίην τερσήμεναι ἠελίοιο·
1390
ὣς τότε Γηγενέων κεῖρε στάχυν· αἵματι δ᾽ ὁλκοὶ
ἠὔτε κρηναῖαι ἀμάραι πλήθοντο ῥοῇσι.
πίπτον δ᾽, οἱ μὲν ὀκλὰξ, τετρηχότα βῶλον ὀδοῦσι
λαζόμενοι πρηνεῖς· οἱ δ᾽, ἔμπαλιν· οἱ δ᾽, ἐπ᾿ ἀγοστῷ
καὶ πλευροῖς, κήτεσσι δομὴν ἀτάλαντοι ἰδέσθαι.
1395
πολλοὶ δ᾽ οὐτάμενοι, πρὶν ὑπὸ χθονὸς ἴχνος ἀεῖραι,
ὅσσον ἄνω προὔτυψαν ἐς ἠέρα, τόσσον ἔραζε
εριθόμενοι πλαδαροῖσι καρήασιν ἠρήρειντο.
ἔρνεά που τοίως, Διὸς ἄσπετον ὀμβρήσαντος,
φυταλιῇ νεόθρεπτα κατημύουσιν ἔραζε,
1400
κλασθέντα ῥίζηθεν, ἀλωήων πόνος ἀνδρῶν·
τὸν δὲ κατηφείη τε καὶ οὐλοὸν ἄλγος ἱκάνει
κλήρου σημαντῆρα φυτοτρόφον· ὡς τότ᾽ ἄνακτος
Αἰήταο βαρεῖαι ὑπὸ φρένας ἦλθον ἀνίαι.
ἤϊε δ᾽ ἐς πτολίεθρον ὑπότροπος ἄμμιγα Κόλχοις,
1405
πορφύρων, ᾗ κέ σφι θοώτερον ἀντιόωτο.
ἦμαρ ἔδυ, καὶ τῷ τετελεσμένος ἦεν ἄεθλος.