ΑΠΟΛΛΩΝΙΟΥ ΒΙΒΛΙΟΝ Β.
1
Ενθάδ᾽ ἔσαν σταθμοί τε βοῶν, αὖλίς τ᾿ Αμύκοιο,
1
Βεβρύκων βασιλῆος ἀγήνορος, ὃν ποτε Νύμφη
τίκτε, Ποσειδάωνι Γενεθλίῳ εὐνηθεῖσα,
Βιθυνις Μελίη, ὑπεροπληέστατον ἀνδρῶν·
ὃς τ᾽ ἐπὶ καὶ ξείνοισιν ἀεικέα θεσμὸν ἔθηκε,
5
μή τιν' ἀποστείχειν, πρὶν πειρήσασθαι ἑεῖο
πυγμαχίης· πολέας δὲ περικτιόνων ἐδάϊξε.
καὶ τότε δὴ προτὶ νῆα κιών, χρειώ μιν ἐρέσθαι
ναυτιλίης, οἱ τ᾽ εἶεν, ὑπερβασίῃσιν ἄτισσε·
τοῖον δ᾽ ἐν πάντεσσι παρασχεδὸν ἔκφατο μῦθον.
10
Κέκλυθ᾽ ἁλίπλαγκτοι, τάπερ ἴδμεναι ὄμμιν ἔοικεν.
οὔ τινα θέσμιόν ἐστιν ἀφορμηθέντα νέεσθαι
ἀνδρῶν ὀθνείων, ὅς κεν Βέβρυξι πελάσσῃ,
πρὶν χείρεσσιν ἐμῆσιν ἑὰς ἀνὰ χεῖρας ἀεῖραι.
τῷ καί μοι τὸν ἄριστον ἀποκριδὸν οἶον ὁμίλου
15
πυγμαχίῃ στήσασθε καταυτόθι δηρινθῆναι.
εἰ δ᾽ ἂν ἀπηλεγέοντες ἐμὰς πατέοιτε θέμιστας,
ἦ κέν τις στυγερῶς κρατερὴ ἐπιέψετ᾽ ἀνάγκη.
Ἦ ῥα μέγα φρονέων· τοὺς δ᾽ ἄγριος εἰσαΐοντας
εἶλε χόλος· πέρι δ᾽ αὖ Πολυδεύκεα τύψεν ὁμοκλή.
20
αἶψα δ᾽ ἑῶν ἑτάρων πρόμος ἵστατο, φώνησέν τε·
Ισχεο νῦν, μηδ᾽ ἄμμι κακὴν, ὅτις εὔχεαι εἶναι,
φαῖνε βίην· θεσμοῖς γὰρ ὑπείξομεν, οἷς ἀγορεύεις.
αὐτὸς ἑκὼν ἤδη τοι ὑπίσχομαι ἀντιάασθαι.
Ως φάτ᾿ ἀπηλεγέως· ὁ δ᾽ ἐσέδρακεν, ὄμμαθ᾽ ἑλίξας,
25
ὥστε λέων ὑπ᾽ ἄκοντι τετυμμένος, ὅντ᾽ ἐν ὄρεσσιν
ἀνέρες ἀμφιπένονται· ὁ δ᾽ ἰλλόμενός περ ὁμίλῳ
τῶν μὲν ἔτ᾿ οὐκ ἀλέγει, ἐπὶ δ᾽ ὄσσεται οἰόθεν οἷος
ἄνδρα τὸν, ὃς μιν ἔτυψε παροίτατος, οὐδ᾽ ἐδάμασσεν.
ἔνθ᾽ αὖ Τυνδαρίδης μὲν ἐΰστιπτον θέτο φᾶρος
30
λεπτόμιτον, τὸ ῥὰ οἱ τὶς ἑὸν ξεινήϊον εἶναι
ὤπασε Λημνιάδων· ὁ δ᾽ ἐρεμνὴν δίπτυχα λώπην
αὐτῇσι περόνῃσι, καλαύροπά τε τρηχεῖαν
κάββαλε, τὴν φορέεσκεν, ὀριτρεφέος κοτίνοιο.
αὐτίκα δ᾽ ἐγγύθι χῶρον ἑαδότα παπτήναντες
35
ἶζον ἑοὺς δίχα πάντας ἐνὶ ψαμάθοισιν ἑταίρους,
οὐ δέμας, οὐδὲ φυὴν ἐναλίγκιοι εἰσοράασθαι.
ἀλλ᾽ ὁ μὲν ἢ ὀλοοῖο Τυφωέος, ἠὲ καὶ αὐτῆς
Γαίης εἶναι ἔϊκτο πέλωρ τέκος, οἷα πάροιθε,
χωομένη Διϊ, τίκτεν· ὁ δ᾽ οὐρανίῳ ἀτάλαντος
40
ἀστέρι Τυνδαρίδης, οὗπερ κάλλισται ἔασιν
ἑσπερίην διὰ νύκτα φαεινομένου ἀμαρυγαί.
τοῖος ἔην Διὸς υἱὸς, ἔτι χνοάοντας ἰούλους
ἀντέλλων, ἔτι φαιδρὸς ἐν ὄμμασιν. ἀλλὰ οἱ ἀλκὴ
καὶ μένος ἠΰτε θηρὸς ἀέξετο· πῆλε δὲ χεῖρας,
45
πειράζων εἴθ᾽ ὡς πρὶν ἐϋτρόχαλοι φορέονται,
μηδ᾽ ἄμυδις καμάτῳ τε καὶ εἰρεσίῃ βαρύθοιεν.
οὐ μὰν αὖτ᾿ Αμυκος πειρήσατο· σίγα δ᾽ ἄπωθεν
ἑστηὼς εἰς αὐτὸν ἔχ᾿ ὄμματα, καί οἱ ὀρέχθει
θυμὸς ἐελδομένῳ στηθέων ἐξ αἷμα κεδάσσαι.
50
τοῖσι δὲ μεσσηγὺς θεράπων Αμύκοιο Λυκωρεὺς
θῆκε πάροιθε ποδῶν δοιοὺς ἑκάτερθεν ἱμάντας
ὠμοὺς, ἀζαλέους, πέρι δ᾽ οἱ γ᾽ ἔσαν ἐσκληῶτες.
αὐτὰρ ὁ τόν γ᾽ ἐπέεσσιν ὑπερφιάλοισι μετηύδα.
55
Τῶνδέ τοι, ὃν κ᾿ ἐθέλῃσθα, πάλου ἄτερ, ἐγγυαλίξω
55
αὐτὸς ἑκὼν, ἵνα μή μοι ἀτέμβηαι μετόπισθεν.
ἀλλὰ βάλευ περὶ χειρί· δαεὶς δέ κεν ἄλλῳ ἐνίσποις,
ὅσσον ἐγὼ ῥινούς τε βοῶν πέρι τ᾽ εἰμὶ ταμέσθαι
ἀζαλέας, ἀνδρῶν τε παρηΐδας αἵματι φύρσαι.
Ως ἔφατ᾽· αὐτὰρ ὅγ᾽ οὔτι παραβλήδην ἐρίδηνεν.
60
ἦκα δὲ μειδήσας, οἱ οἱ παρὰ ποσσὶν ἔκειντο,
τοὺς ἕλεν ἀπροφάτως· τοῦ δ᾽ ἀντίος ἤλυθε Κάστωρ
ἠδὲ Βιαντιάδης Ταλαὸς μέγας· ὦκα δ᾽ ἱμάντας
ἀμφέδεον, μάλα πολλὰ παρηγορέοντες ἐς ἀλκήν.
τῷ δ᾽ αὐτ᾿ Αρητός τε καὶ Ορνυτος, οὐδέ τι ᾔδειν
65
νήπιοι ὕστατα κεῖνα κακῇ δήσαντες ἐν αἴσῃ.
Οἱ δ᾽ ἐπεὶ οὖν ἱμᾶσι διασταδὸν ἠρτύναντο,
αὐτίκ᾽ ἀνασχόμενοι ῥεθέων προπάροιθε βαρείας
χεῖρας, ἐπ᾿ ἀλλήλοισι μένος φέρον ἀντιόωντες.
ἔνθα δὲ Βεβρύκων μὲν ἄναξ, ἅτε κῦμα θαλάσσης
70
τρηχὺ θοῇ ἐπὶ νηϊ κορύσσεται, ἡ δ᾽ ὑπὸ τυτθὸν
ἰδρείῃ πυκινοῖο κυβερνητῆρος ἀλύσκει,
ἱεμένου φορέεσθαι ἔσω τοίχοιο κλύδωνος,
ὣς ὅγε Τυνδαρίδην φοβέων ἕπετ᾽, οὐδέ μιν εἴα
δηθύνειν. ὁ δ᾽ ἄρ᾽ αἰὲν ἀνούτατος ἣν διὰ μῆτιν
75
ἀἴσσοντ᾽ ἀλέεινεν· ἀπηνέα δ᾽ αἶψα νοήσας
πυγμαχίην, ᾗ κάρτος ἀάατος, ᾗ τε χερείων,
τῇ ὁ᾽ ἄμοτον καὶ χερσὶν ἐναντία χεῖρας ἔμιξεν.
ὡς δ᾽ ὅτε νήϊα δοῦρα θοοῖς ἀντίξοα γόμφοις
ἀνέρες ὑληουργοὶ, ἐπιβλήδην ἐλάοντες,
80
θείνωσι σφύρῃσιν, ἐπ᾿ ἄλλῳ δ᾽ ἄλλος ἄηται
δοῦπος ἄδην· ὣς τοῖσι παρήϊὰ τ᾿ ἀμφοτέρωθε
καὶ γένυες κτύπεον· βρυχὴ δ᾽ ὑπετέλλετ᾽ ὀδόντων
ἄσπετος, οὐδ᾽ ἔλληξαν᾽ ἐπισταδὸν οὐτάζοντες,
ἔς τε περ οὐλοὸν ἆσθμα καὶ ἀμφοτέρους ἐδάμασσε.
85
στάντε δὲ βαιὸν ἄπωθεν ἀπωμόρξαντο μετώπῳ
ἱδρῶ ἅλις, καματηρὸν ἀϋτμένα φυσιόωντες.
ἂψ δ᾽ αὖτις συνόρουσαν ἐναντίοι, ἠὔτε ταύρω
φορβάδος ἀμφὶ βοὺς κεκοτηότε δηριάασθον.
ἔνθα δ᾽᾽ ἔπειτ᾿ Αμυκος μὲν ἐπ᾿ ἀκροτάτοισιν ἀερθεὶς,
90
βουτύπος οἷα, πόδεσσι, τανύσσατο, καδδὲ βαρεῖαν
χεῖρ᾽ ἐπί οἱ πελέμιξεν· ὁ δ᾽ ἀΐξαντος ὑπέστη,
κρᾶτα παρακλίνας, ὤμῳ δ᾽ ἀνεδέξατο πῆχιν
τυτθόν· ὁ δ᾽ ἄγχ᾿ αὐτοῖο παρ᾿ ἐκ γόνυ γουνὸς ἀμείβων
κόψε μεταΐγδην ὑπὲρ οὔατος, ὀστέα δ᾽ εἴσω
95
ῥῆξεν· ὁ δ᾽ ἀμφ᾽ ὀδύνῃ γνὺξ ἤριπεν· οἱ δ᾽ ἰάχησαν
ἥρωες Μινύαι· τοῦ δ᾽ ἀθρόος ἔκχυτο θυμός.
Οὐδ᾽ ἄρα Βέβρυκες ἄνδρες ἀφείδησαν βασιλῆος·
ἀλλ᾽ ἄμυδις κορύνας ἀζηχέας ἠδὲ σιγύνους
ἰθὺς ἀνασχόμενοι Πολυδεύκεος ἀντιάασκον.
100
τοῦ δὲ πάρος κολεῶν εὐήκεα φάσγαν᾽ ἑταῖροι
ἔσταν ἐρυσσάμενοι. πρῶτός γε μὲν ἀνέρα Κάστωρ
ἤλασ᾽ ἐπεσσύμενον κεφαλῆς ὕπερ· ἡ δ᾽ ἑκάτερθεν
ἔνθα καὶ ἔνθ᾽ ὤμοισιν ἐπ᾿ ἀμφοτέροις ἐκεάσθη.
αὐτὸς δ' Ιτυμονῆα πελώριον, ἠδὲ Μίμαντα,
105
τὸν μὲν, ὑπὸ στέρνοιο θοῷ ποδὶ λὰξ ἐπορούσας,
πλῆξε, καὶ ἐν κονίησι βάλε· τοῦ δ᾽ ἄσσον ἰόντος
δεξιτερῇ σκαιῆς ὑπὲρ ὀφρύος ἤλασε χειρὶ,
δρύψε δὲ οἱ βλέφαρον, γυμνή δ᾽ ὑπελείπετ᾽ ὀπωπή.
Ωρείδης δ' Αμύκοιο, βίην ὑπέροπλος, ὀπάων
110
οὖτα Βιαντιάδαο κατὰ λαπάρην Ταλαοῖο,
ἀλλά μιν οὐ κατέπεφνεν, ὅσον δ᾽ ἐπὶ δέρματι μοῦνον,
νηδυΐων ἄψαυστος ὑπὸ ζώνην θόρε χαλκός.
αὕτως δ᾽ Αρητος μενεδήϊον Εὐρύτου υἷα
Ιφιτον αζαλέῃ κορύνῃ στυφέλιξεν ἐλάσσας,
115
οὔπω κηρὶ κακῇ πεπρωμένον· ἡ τάχ᾽ ἔμελλεν
αὐτὸς δηώσεσθαι ὑπὸ ξίφεϊ. Κλυτίοιο.
καὶ τότ᾽ ἄρ᾽ Αγκαῖος Λυκούργοιο θρασὺς υἱὸς
αἶψα μάλα τεταγὼν πέλεκυν μέγαν, ἠδὲ κελαινὸν
ἄρκτου προσχόμενος σκαιῇ δέρος, ἔνθορε μέσσῳ
120
ἐμμεμαὼς Βέβρυξιν· ὁμοῦ δὲ οἱ ἐσσεύοντο
Αἰακίδαι, σὺν δέ σφιν ἀρήϊος ὤρνυτ᾽ Ιήσων.
ὡς δ᾽ ὅτ᾽ ἐνὶ σταθμοῖσιν ἀπείρονα μῆλ᾽ ἐφόβησαν
ἤματι χειμερίῳ πολιοὶ λύκοι, ὁρμηθέντες
λάθρη ἐϋρίνων τε κυνῶν, αὐτῶν τε νομήων,
125
μαίονται δ᾽ ὅ τι πρῶτον ἐπαΐξαντες ἕλωσι,
πόλλ᾽ ἐπιπαμφαλόωντες ὁμοῦ· τὰ δὲ πάντοθεν αὕτως
στείνονται πίπτοντα περὶ σφίσιν· ὡς ἄρα τοίγε
λευγαλέως Βέβρυκας ὑπερφιάλους ἐφύβησαν.
ὡς δὲ μελισσάων σμῆνος μέγα μηλοβοτῆρες
130
ἠὲ μελισσοκόμοι πέτρῃ ἔνι καπνιόωσιν,
αἱ δ᾽ ἤτοι τείως μὲν ἀολλέες ᾧ ἐνὶ σίμβλῳ
βομβηδὸν κλονέονται, ἐπιπρὸ δὲ λιγνυόεντι
καπνῷ τυφόμεναι πέτρης ἑκὰς ἀΐσσουσιν·
ὣς οἵγ᾽ οὐκέτι δὴν μένον ἔμπεδον, ἀλλ᾽ ἐκέδασθεν
135
εἴσω Βεβρυκίης, Αμύκου μόρον ἀγγελέοντες·
νήπιοι, οὐδ᾽ ἐνόησαν ὃ δὴ σφίσιν ἐγγύθεν ἄλλο
πῆμ᾽ ἀΐδηλον ἔην. πέρθοντο γὰρ ἠμὲν ἀλωαὶ,
ἠδ᾽ οἶαι τῆμος δηΐῳ ὑπὸ δουρὶ Λύκοιο
καὶ Μαριανδυνῶν ἀνδρῶν, ἀπεόντος ἄνακτος.
140
αἰεὶ γὰρ μάρναντο σιδηροφόρου περὶ γαίης.
οἱ δ᾽ ἤδη σταθμούς τε καὶ αὔλια δηϊάασκον·
ἤδη δ᾽ ἄσπετα μῆλα περιτροπάδην ἐτάμοντο
ἥρωες, καὶ δή τις ἔπος μετὰ τοῖσιν ἔειπε.
145
Φράζεσθ᾽ ὁ ττι κεν ἦσιν ἀτασθαλίῃσιν ἔρεξαν,
145
εἴ πως Ηρακλῆα θεὸς καὶ δεῦρο κόμισσεν.
ἤτοι μὲν γὰρ ἐγὼ, κείνου παρεόντος, ἔολπα
οὐδ᾽ ἂν πυγμαχίῃ κρινθήμεναι· ἀλλ᾽ ὅτε θεσμοὺς
ἤλυθεν ἐξερέων, αὐτοῖς ἄφαρ οἷς ἀγόρευε
θεσμοῖσι ῥοπάλῳ μιν ἀγηνορίης λελαθέσθαι.
150
ναὶ μὲν ἀκηδέστως γαίῃ ἔνι τόνγε λιπόντες
πόντον ἐπέπλωμεν· μάλα δ᾽ ἡμέων αὐτὸς ἕκαστος
εἴσεται οὐλομένην ἄτην, ἀπάνευθεν ἐόντος.
Ως ἄρ᾽ ἔφη· τὰ δὲ πάντα Διὸς βουλῇσι τέτυκτο.
καὶ τότε δὴ μένον αὖθι διὰ κνέφας, ἕλκεά τ᾽ ἀνδρῶν
155
οὐταμένων ἀκέοντο, καὶ ἀθανάτοισι θυηλὰς.
ῥέξαντες, μέγα δόρπον ἐφώπλισαν· οὐδέ τιν᾽ ὕπνος,
εἶλε παρὰ κρητῆρι καὶ αἰθομένοις ἱεροῖσι,
ξανθὰ δ᾽ ἐρεψάμενοι δάφνη καθύπερθε μέτωπα
ἀγχιάλῳ, τῇ καὶ τὰ περὶ πρυμνήσι᾽ ἀνῆπτο,
160
Ορφείῃ φόρμιγγι συνοίμιον ὕμνον ἄειδον
ἐμμελέως· περὶ δέ σφιν ἰαίνετο νήνεμος ἀκτή
μελπομένοις· κλεῖον δὲ Θεραπναῖον Διὸς υἶα.
Ημος δ' ἠέλιος δνοφερὰς ἐπέλαμψε κολώνας
ἐκ περάτων ἀνιών, ἤγειρε δὲ μηλοβοτῆρας,
165
δὴ τότε λυσάμενοι νεάτης ἐκ πείσματα δάφνης,
ληΐδα τ᾽ εἰσβήσαντες, ὅσην χρεὼ ἦὲν ἄγεσθαι,
πνοιῇ δινήεντ᾽ ἀνὰ Βόσπορον ἰθύνοντο.
ἔνθα μὲν ἠλιβάτῳ ἐναλίγκιον οὔρεϊ κῦμα
ἐμφέρεται προπάροιθεν ἐπαΐσσοντι ἐοικὸς,
170
αἰὲν ὑπὲρ νεφέων ἠερμένον· οὐδέ κε φαίης τいて
φεύξεσθαι κακὸν οἶτον, ἐπεὶ μάλα μεσσόθι νηός
λάβρον ἐπικρέμαται, καθάπερ νέφος. ἀλλὰ τὸ γ᾽ ἔμπης
στόρνυται, εἴ κ᾽ ἐσθλοῖο κυβερνητῆρος ἐπαύρῃ.
τῷ καὶ Τίφυος οἵδε δαημοσύνῃσι νέοντο,
175
ἀσκηθεῖς μὲν, ἀτὰρ πεφοβημένοι. ἤματι δ᾽ ἄλλῳ
ἀντιπέρην γαίῃ Βιθυνίδι πείσματ᾿ ἀνῆψαν.
Ενθάδ᾽ ἐπάκτιον οἶκον Αγηνορίδης ἔχε Φινεὺς,
ὃς πέρι δὴ πάντων ὀλοώτατα πήματ᾿ ἀνέτλη,
εἵνεκα μαντοσύνης, τήν οἱ πάρος ἐγγυάλιξε
180
Λητοΐδης· οὐδ᾽ ὅσσον ὀπίζετο, καὶ Διὸς αὐτοῦ -
χρείων ἀτρεκέως ἱερὸν νόον ἀνθρώποισι.
τῷ καί οἱ γῆρας μὲν ἐπὶ δὴναιὸν ἴαλλεν,
ἐκ δ᾽ ἕλετ᾽ ὀφθαλμῶν γλυκερὸν φάος· οὐδὲ γάνυσθαι
εἴα ἀπειρεσίοισιν ὀνείασιν, ὅσσα οἱ αἰεὶ
185
θέσφατα πευθόμενοι περιναιέται οἴκαδ᾽ ἄγειρον.
ἀλλὰ διὲκ νεφέων ἄφνω πέλας ἀΐσσουσαι
Αρπυιαι στόματος χειρῶν τ᾽ ἄπο γαμφηλῇσι
συνεχέως ἥρπαζον. ἐλείπετο δ᾽ ἄλλοτε φορβῆς
οὐδ᾽ ὅσον, ἄλλοτε τυτθὸν, ἵνα ζώων ἀκάχοιτο.
190
καὶ δ᾽ ἐπὶ μυδαλέην ὀδμὴν χέον· οὐδέ τις ἔτλη
μὴ ὅτι λευκανίηνδε φορεύμενος, ἀλλ᾽ ἀπὸ τηλοῦ
μηδ᾽ ἑστεώς· τοῖόν οἱ ἀπέπνεε λείψανα δαιτός.
αὐτίκα δ᾽ εἰσαΐων ἐνοπὴν καὶ δοῦπον ὁμίλου,
τούσδ᾽ αὐτοὺς παρεόντας ἐπήϊσεν, ὧν οἱ ἰόντων
195
θέσφατον ἐκ Διὸς ἦεν ἑῆς ἀπόνασθαι ἐδωδῆς.
ὀρθωθεὶς δ᾽ εὐνῆθεν, ἀκήριον ἠὔτ᾽ ὄνειρον,
βάκτρῳ σκηπτόμενος, ῥικνοῖς ποσὶν ἦε θύραζε,
τοίχους ἀμφαφόων· τρέμε δ᾽ ἅψεα νισσομένοιο·
ἀδρανίῃ γήρᾳ τε· πίνῳ τέ οἱ αὐσταλέος χρὼς
200
ἐσκλήκει, ῥινοὶ δὲ σὺν ὀστέα μοῦνον ἔεργον.
ἐκ δ᾽ ἐλθὼν μεγάροιο καθέζετο, γοῦνα βαρυνθείς,
οὐδοῦ ἐπ᾿ αὐλείοιο· κάρος δέ μιν ἀμφεκάλυψε
πορφύρεος, γαῖαν δὲ πέριξ ἐδόκησε φέρεσθαι
νειόθεν, ἀβληχρῷ δ᾽ ἐπὶ κώματι κέκλιτ᾽ ἄναυδος.
205
οἱ δέ μιν ὡς εἴδοντο, περισταδὸν ἠγερέθοντο,
καὶ τάφον. αὐτὰρ ὃ τοῖσι μάλα μόλις ἐξ ὑπάτοιο
στήθεος ἀμπνεύσας μετεφώνεε μαντοσύνῃσι.
209
Κλῦτε, Πανελλήνων προφερέστατοι, εἰ ἐτεὸν δὴ
οἵδ᾽ ὑμεῖς, οὓς δὴ κρυερῇ βασιλῆος ἐφετμῇ
210
Αργῴης ἐπὶ νηὸς ἄγει μετὰ κῶας Ιήσων,
ὑμεῖς ἀτρεκέως. ἔτι μοι νόος οἶδεν, ἕκαστα.
ἦσι θεοπροπίῃσι. χάριν νύ τοι, ὦ ἄνα, Λητοῦς
υἱὲ, καὶ ἀργαλέοισιν ἀνάπτομαι ἐν καμάτοισιν.
«Ικεσίου πρὸς Ζηνὸς, ὅτις ῥίγιστος ἀλιτροῖς.
215
ἀνδράσι, Φοίβου τ᾽ ἄμφι, καὶ αὐτῆς εἵνεκεν Ηρης,
λίσσομαι, ἠδὲ θεῶν, οἶσι μέμβλεσθε κιόντες,
χραίσμετέ μοι, ῥύσασθε δυσάμμορον ἀνέρα λύμης,
μηδ᾽ ἔμ᾽ ἀκηδείῃσιν ἀφορμήθητε λιπόντες
αὕτως. οὐ γὰρ μοῦνον ἐπ᾽ ὀφθαλμοῖσιν Εριννὺς·
220
λὰξ ἐπέβη, καὶ γῆρας ἀμήρυτον ἐς τέλος ἕλκω.
πρὸς δ᾽ ἔτι πικρότατον κρέμαται κακὸν ἄλλο κακοῖσιν.
Αρπυιαι στόματός μοι ἀφαρπάζουσιν ἐδωδὴν,
ἔκ ποθεν ἀφράστοιο καταΐσσουσαι· ὀλέθρου.
ἴσχω δ᾽ οὐ τινα μῆτιν ἐπίροθον. ἀλλά κε ῥᾷον
225
αὐτὸς ἐμὸν λελάθοιμι νόον, δόρποιο μεμηλώς,
ἢ κείνας· ὧδ᾽ αἶψα διηέριαι ποτέονται.
τυτθὸν δ᾽ ἣν ἄρα δήποτ᾽ ἐδητύος ἄμμι λίπωσι,
πνεῖ τόδε μυδαλέον τε καὶ οὐ τλητὸν μένος ὀδμῆς·
που κέ τις οὐδὲ μίνυνθα βροτῶν ἄνσχοιτο πελάσσας,
230
οὐδ᾽ εἴ οἱ ἀδάμαντος ἐληλαμένον κέαρ εἴη.
ἀλλά με πικρὴ δῆτα κατίσχει δαιτὸς ἀνάγκη
μίμνειν, καὶ μίμνοντα κακῇ ἐν γαστέρι θέσθαι.
τὰς μὲν θέσφατόν ἐστιν ἐρητύσαι Βορέαο
υἱέας. οὐδ᾽ ὀθνεῖοι ἀλαλκήσουσιν ἐόντες,
235
εἰ δὴ ἐγὼν ὁ πρίν ποτ᾿ ἐπικλυτὸς ἀνδράσι Φινεὺς
ὄλβῳ μαντοσύνῃ τε, πατὴρ δ᾽ ἔμ᾽ ἐγείνατ᾽ Αγήνωρ·
τῶν δὲ κασιγνήτη, ὅτ᾽ ἐνὶ Θρήκεσσιν ἄνασσον,
Κλειοπάτρη ἕδνοισιν ἐμὸν δόμον ἦκεν ἄκοιτις.
Ισκεν Αγηνορίδης· ἀδινὸν δ᾽ ἕλε κῆδος ἕκαστον
240
ἡρώων, πέρι δ᾽ αὖτε δύω υἷας Βορέαο.
δάκρυ δ᾽ ὀμορξαμένω σχεδὸν ἤλυθον, ὧδε τ᾽ ἔειπε
Ζήτης, ἀσχαλόωντος ἑλὼν χερὶ χεῖρα γέροντος.
Α δείλ᾽, οὐ τινα φημὶ σέθεν σμυγερώτερον ἄλλον
ἔμμεναι ἀνθρώπων, τί νύ τοι τόσα κήδε᾽ ἀνῆπται;
245
ἢ ῥα θεοὺς ὀλοῇσι παρήλιτες ἀφραδίησί,
μαντοσύνας δεδαώς· τῷ τοι μέγα μηνιόωσιν.
ἄμμι γε μὴν νόος ἔνδον ἀτύζεται ἱεμένοισι
χραισμεῖν, εἰ δὴ πρόχνυ γέρας τόδε πάρθετο δαίμων
νῶϊν. ἀρίζηλοι γὰρ ἐπιχθονίοισιν ἐνιπαὶ ᾿
250
ἀθανάτων. οὐδ᾽ ἂν πρὶν ἐρητύσαιμεν ἰούσας
Αρπυίας, μάλα περ λελιημένοι, ἐς τ᾽ ἂν ὀμόσσης
μὴ μὲν τοῖό γ᾽ ἕκητι θεοῖς ἀπὸ θυμοῦ ἔσεσθαι.
Ως φάτο· τοῦ δὲ ἰθὺς κενεὰς ὁ γεραιὸς ἀνέσχε
γλήνας ἀμπετάσας, καὶ ἀμείψατο τοῖσδ᾽ ἐπέεσσι.
255
Σίγα· μή μοι ταῦτα νόῳ ἐνιβάλλεο, τέκνον.
ἴστω Λητοῦς υἱὸς, ὅ με πρόφρων ἐδίδαξε
μαντοσύνας· ἴστω δὲ δυσώνυμος, ἢ μ᾽ ἔλαχεν κὴρ,
καὶ τόδ᾽ ἐπ᾿ ὀφθαλμῶν ἀλαὸν νέφος, οἱ θ᾽ ὑπένερθε
δαίμονες, οἱ μηδ᾽ ὧδε θανόντι περ᾿ εὐμενέοιεν,
260
ὡς οὐ τις θεόθεν χόλος ἔσσεται εἵνεκ᾽ ἀρωγῆς.
262
Τὼ μὲν ἔπειθ᾽ ὅρκοισιν ἀλαλκέμεναι μενέαινον.
αἶψα δὲ κουρότεροι πεπονήατο δαῖτα γέροντι,
λοίσθιον Αρπυίῃσιν ἑλώριον· ἐγγύθι δ᾽ ἄμφω
στῆσαν, ἵνα ξιφέεσσιν ἐπεσσυμένας ἐλάσειαν.
265
καὶ δὴ ταπρώτισθ᾽ ὁ γέρων· ἔψανεν ἐδωδῆς· ·.
αἱ δ᾽ ἄφαρ, ἠὔτ᾽ ἄελλαι ἀδευκέες, ἢ στεροπαὶ ὡς,
ἀπρόφατοι νεφέων ἐξάλμεναι ἐσσεύοντο
κλαγγῇ, μαιμώωσαι ἐδητύος· οἱ δ᾽ ἐσιδόντες
ἥρωες μεσσηγὺς ἀνίαχον· αἱ δ᾽ ἅμ᾽ ἀϋτῇ
270
πάντα καταβρώξασαι ὑπὲρ πόντοιο φέροντο
τῆλε παρέξ· ὀδμὴ δὲ δυσάσχετος αὖθι λέλειπτο.
τάων δ᾽ αὖ κατόπισθε δύω υἷες Βορέαο
φάσγαν᾽ ἐπισχόμενοι ὀπίσω θέον. ἐν γὰρ ἕηκε
Ζεὺς μένος ἀκάματὸν σφιν· ἀτὰρ Διὸς οὐ κεν ἑπέσθην
275
νόσφιν, ἐπεὶ Ζεφύροιο παραΐσσεσκον ἀέλλας
αἰὲν, ὅτ᾽ ἐς Φινῆα, καὶ ἐκ Φινῆος Κοίεν. εινα
ὡς δ᾽ ὅτ᾽ ἐνὶ κνημοῖσι κύνες δεδαημένοι ἄγρης,
ἢ αἶγας κεραοὺς, ἠὲ πρόκας ἰχνεύοντες, τα
θείωσι, τυτθὸν δὲ τιταινόμενοι μετόπισθεν
280
ἄκρῃς ἐν γενύεσσι μάτην ἀράβησαν ὀδόντας·
ὣς Ζήτης Κάλαϊς τε μάλα σχεδὸν ἀἴσσοντες,
τάων ἀκροτάτῃσιν ἐπέχραον ἤλιθα χερσί.
καὶ νύ κε δή σφ᾽ ἀέκητι θεῶν διεδηλήσαντο,
πολλὸν ἑκὰς νήσοισιν ἐπὶ Πλωτῇσι κιχόντες,
285
εἰ μὴ ἄρ᾽ ὠκέα Ιρις ἴδεν, κατὰ δ᾽ αὐθέρος ἆλτο
οὐρανόθεν, καὶ τοῖα παραιφαμένη κατέρυκεν.
: “ Οὐ θέμις, ὦ υἷες Βορέω, ξιφέεσσιν ἐλάσσαι
Αρπυίας, μεγάλοιο Διὸς κύνας· ὅρκια δ᾽ αὐτὴ
δώσω ἐγὼν, ὡς οὐ οἱ ἔτι χρίμψουσιν ἰοῦσαι.
290
· Ως φαμένη λοιβὴν Στυγός ὤμοσεν, ἥ τε θεοῖσι
ῥιγίστη πάντεσσιν, ὀπιδνοτάτη τε τέτυκται,
μὴ μὲν Αγηνορίδαο δόμοις ἔτι τάσδε πελάσσαι
εἰσαῦτις Φινῆος, ἐπεὶ καὶ μόρσιμον ἦεν.
οἱ δ᾽ ὅρκῳ εἴξαντες ὑπέστρεφον ἂψ ἐπὶ νῆα.
295
σεύεσθαι. Στροφάδας δὲ μετακλείουσ᾽ ἄνθρωποι
νήσους τοῖά γ᾽ ἕκητι, πάρος Πλωτὰς καλέοντες.
Αρπυιαί τ' Ιρίς τε διέτμαγον. αἱ μὲν ἔδυσαν
κευθμῶνα Κρήτης Μινωΐδος· ἡ δ᾽ ἀνόρουσεν
Οὔλυμπόνδε, θοῇσι μεταχθονίη πτερύγεσσι.
300
Τόφρα δ᾽ ἀριστῆες πινόεν περὶ δέρμα γέροντος
πάντη φοιβήσαντες, ἐπικριδὸν ἱρεύσαντο
μῆλα, τὰ τ᾿ ἐξ Αμύκοιο λεηλασίης ἐκόμισσαν.
αὐτὰρ ἐπεὶ μέγα δόρπον ἐνὶ μεγάροισιν ἔθεντο,
δαίνυνθ᾽ ἑζόμενοι· σὺν δὲ σφίσι δαίνυτο Φινεύς
305
ἁρπαλέως, οἷόν τ᾽ ἐν ὀνείρασι θυμὸν ἰαίνων.
ἐνθάδ᾽, ἐπεὶ δόρποιο κορέσσαντ᾽ ἠδὲ ποτῆτος,
παννύχιοι Βορέω μένον υἱέας ἐγρήσσοντες.
αὐτὸς δ᾽ ἐν μέσσοισι παρ᾽ ἐσχάρῃ ἦστο γεραιός,
πείρατα ναυτιλίης ἐνέπων, ἄνυσίν τε κελεύθου.
310
Κλῦτέ νυν. οὐ μὲν πάντα πέλει θέμις ὔμμι δαῆναι
ἀτρεκές· ὅσσα δ' ὄρωρε θεοῖς φίλον οὐκ ἐπικεύσω.
ἀασάμην καὶ πρόσθε, Διὸς νόον ἀφραδίῃσι
χρείων ἑξείης τε καὶ ἐς τέλος. ὧδε γὰρ αὐτὸς
, βούλεται ἀνθρώποις ἐπιδευέα θέσφατα φαίνειν.
315
μαντοσύνης, ἵνα καὶ τι θεῶν χατέωσι νόοιο.
317
Πέτρας μὲν πάμπρωτον, ἀφορμηθέντες ἐμεῖο,
Κυανέας ὄψεσθε δύω ἁλὸς ἐν ξυνοχῇσι.
τάων οὔ τινα φημὶ διαμπερὲς ἐξαλέασθαι.
οὐ γάρ τε φίζῃσιν ἐνήρεινται νεάτῃσιν··
320
ἀλλὰ θαμὰ ξυνίασιν ἐναντίαι ἀλλήλῃσιν
εἰς ἓν, ὕπερθε δὲ πολλὸν ἁλὸς κορθύνεται ὕδωρ
βρασσόμενον· στρηνὲς δὲ περὶ στυφελὴ βρέμει ἀκτή.
τῷ νῦν ἡμετέρησι παραιφασίησι πίθεσθε,
εἰ ἐτεὸν πυκινῷ τε νόῳ, μακάρων τ᾽ ἀλέγοντες.
325
πείρετε· μηδ' αὕτως αὐτάγρετον οἶτον ὄλησθε
ἀφραδέως, ἢ θύνετ᾽ ἐπισπόμενοι νεότητι.
οἰωνῷ δὴ πρόσθε πελειάδι πειρήσασθε,
νηὸς ἄπο προμεθέντες ἐφιέμεν. ἢν δὲ δι᾽ αὐτῶν
πετράων πόντονδε σόη πτερύγεσσι δίηται,
330
μηκέτι δὴν μηδ᾽ αὐτοὶ ἐρητύεσθε κελεύθου.
ἀλλ᾽ εὖ καρτύναντες ἑαῖς ἐνὶ χερσὶν ἐρετμά,
τέμνεθ᾽ ἁλὸς στεινωπόν· ἐπεὶ φάος οὔ νύ τι τόσσον
ἔσσετ᾽ ἐν εὐχωλῇσιν, ὅσον τ᾽ ἐνὶ κάρτεϊ χειρῶν.
τῷ καὶ τἄλλα μεθέντες, ὀνήϊστον πονέεσθε.
335
θαρσαλέως· πρὶν δ᾽ οὐ τι θεοὺς λίσσεσθαι ἐρύκω.
εἰ δὲ κεν ἀντικρύ πταμένη μεσσηγὺς ὄληται,
ἄψοῤῥοι στέλλεσθε· ἐπεὶ πολὺ βέλτερον εἶξαι
ἀθανάτοις. οὐ γάρ κε κακὸν μόρον ἐξαλέοισθε
πετράων, οὐδ᾽ εἴ κε σιδηρείη πέλοι Αργώ.
340
ὦ μέλεοι, μὴ τλῆτε παρέξ ἐμὰ θέσφατα βῆναι,
εἰ καί με τρὶς τόσσον ἀΐεσθ᾽ Οὐρανίδησιν,
ὅσσον ἀνάρσιός εἰμι, καὶ εἰ πλεῖον, στυγέεσθαι,
μὴ τλῆτ᾽ οἰωνοῖο πάρεξ ἔτι νηϊ περῆσαι.
καὶ τὰ μὲν ὡς κε πέλῃ, τὼς ἔσσεται. ἢν δὲ φύγητε
345
σύνδρομα πετράων ἀσκηθέες ἔνδοθι Πόντου,
αὐτίκα Βιθυνῶν ἐπὶ δεξιὰ γαῖαν ἔχοντες·
πλώετε, ῥηγμῖνας πεφυλαγμένοι, εἰσόκεν αὖτε
Ρήβαν ὠκυρόην ποταμὸν, ἄκρην τε Μέλαιναν
γνάμψαντες, νήσου Θυνηΐδος ὅρμον ἵκησθε.
350
κεῖθεν δ᾽ οὐ μάλα πουλὺ διὲξ ἁλὸς ἀντιπέραιαν
γῆν Μαριανδυνῶν ἐπικέλσετε νοστήσαντες.
ἔνθα μὲν εἰς Αΐδαο καταιβάτις ἐστὶ κέλευθος,
ἄκρη τε προβλὴς Αχερουσιὰς ὑψόθι τείνει,
δινήεις τ' Αχέρων αὐτὴν διὰ νειόθι τέμνων
355
ἄκρην, ἐκ μεγάλης προχοὰς ἵησι φάραγγος.
ἀγχίμαλον δ᾽ ἐπὶ τῇ πολέας παρανεῖσθε κολωνούς
Παφλαγόνων, τοῖσιν Ενετήϊος ἐμβασίλευε, α
πρῶτα Πέλοψ, τοῦ καὶ περ ἀφ᾿ αἵματος εὐχετόωνται.
ἔστι δέ τις Ελίκης ἄκρη κατεναντίον ἄρκτου,
360
πάντοθεν ἠλίβατος, καί μιν καλέουσι Κάραμβιν,
τῆς καὶ ὕπερ Βορέαο περισχίζονται ἄελλαι·
ὧδε μάλ᾽ ἀμπέλαγος τετραμμένη αἰθέρι κύρει.
τήνδε περιγνάμψαντι πολὺς παρακέκλιται ἤδη!
αἰγιαλός· πολέος δ᾽ ἐπὶ πείρασιν αἰγιαλοῖο ·
365
ἀκτῇ ἐπὶ προβλῆτι ῥοαὶ Αλυος ποταμοῖο
δεινὸν ἐρεύγονται· μετὰ τόνδ᾽ ἀγχίρους Ιρις
μειότερος λευκῇσιν ἑλίσσεται εἰς ἅλα δίναις.
κεῖθεν δὲ προτέρωσε μέγας καὶ ὑπείροχος ἀγκών
ἐξανέχει γαίης· ἐπὶ δὲ στόμα Θερμώδοντος
370
κόλπῳ ἐν εὐδιόωντι Θεμισκύρειον ἐπ᾿ ἄκρηκ
μύρεται, εὐρείης διαειμένος ἠπείροιο.
ἐνθάδε Δοίαντος πεδίον, σχεδόθεν δὲ πόληες
τρισσαὶ Αμαζονίδων, μετὰ δὲ σμυγερώτατοι ἀνδρῶν
τρηχείην Χάλυβες καὶ ἀτειρέα γαῖαν ἔχουσιν
375
ἐργατίναι· τοὶ δ᾽ ἀμφὶ σιδήρεα ἔργα μέλονται.
ἄγχι δὲ ναιετάουσι πολύρηνες Τιβαρηνοί
Ζηνὸς Ευξείνοιο Γενηταίην ὑπὲρ ἄκρην.
τοῖς δ᾽ ἔπι Μοσσύνοικοι ὁμούριοι ὑλήεσσαν
ἑξείης ἤπειρον, ὑπώρειαν τε νέμονται,
380
δουρατέοις πύργοισιν ἐν οἰκία τεκτήναντες.
τοὺς παραμειβόμενοι λισσῇ ἐπικέλσετε νήσω,
μήτι παντοίῃ μέγ᾽ ἀναιδέας ἐξελάσαντες
οἰωνοὺς, οἳ δῆθεν ἀπειρέσιοι ἐφέπουσι
νῆσον ἐρημαίην. τῇ μέν τ᾽ ἔνι νηὸν Αρηος
385
λαΐνεον ποίησαν Αμαζονίδων βασίλειαι
Οτρηρή τε καὶ Αντιόπη, ὁπότ᾽ ἐστρατόωντο.
ἔνθα γὰρ ΰμμιν ὄνειαρ ἀδευκέος ἐξ ἁλὸς εἶσιν
ἄρρητον· τῷ καὶ τε φίλα φρονέων ἀγορεύω α
ἰσχέμεν. ἀλλὰ τίη με πάλιν χρειὼ ἀλιτέσθαι,
390
μαντοσύνῃ τὰ ἕκαστα διηνεκὲς ἐξενέποντα;
νήσου δὲ προτέρωσε καὶ ἠπείροιο περαίης
φέρβονται Φίλυρες· Φιλύρων δ᾽ ἐφύπερθεν ἔασι
Μάκρωνες· μετὰ δ᾽ αὖ περιώσια φύλα Βεχείρων. -
ἑξείης δὲ Σάπειρες ἐπὶ σφίσι ναιετάουσι·
395
Βύζηρες δ᾽ ἐπὶ τοῖσιν ὁμώλακες, ὧν ὕπερ ἤδη
αὐτοὶ Κόλχοι ἔχονται ἀρήϊοι. ἀλλ᾽ ἐνὶ νηΐ
πείρεθ᾽, ἕως μυχάτῃ κεν ἐνιχρίμψητε θαλάσσῃ.
ἔνθα δ᾽ ἐπ' ἠπείροιο Κυταιΐδος, ἠδ᾽ Αμαραντῶν·
τηλόθεν ἐξ ὀρέων, πεδίοιο τε Κιρκαίοιο -
400
Φάσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει.
κείνου νῆ ἐλάοντες ἐπὶ προχοὰς ποταμοῖο
πύργους εἰσόψεσθε Κυταιέος Αἰήταο,
ἄλσος τε σκιόειν Αρεος· τόθι κῶας ἐπ᾿ ἄκρης
πεπτάμενον φηγοῖο δράκων, τέρας αἰνὸν ἰδέσθαι,
405
ἀμφὶς ὀπιπτεύει δεδοκημένος· οὐδέ οἱ ἦμαρ,
οὐ κνέφας, ἥδυμος ὕπνος ἀναιδέε δάμναται ὄσσε.
408
Ως ἄρ᾽ ἔφη· τοὺς δὲ εἶθαρ ἕλεν δέος εἰσαΐοντας. τ
δὴν δ᾽ ἔσαν ἀμφασίῃ βεβολημένοι· ὀψὲ δ᾽ ἔειπεν
ἥρως Αἴσονος υἱὸς ἀμηχανέων κακότητι.
410
Ω γέρον, ἤδη μέν τε διἴκεο πείρατ᾽ ἀέθλων
ναυτιλίης, καὶ τέκμαρ, ὅτῳ στυγερὰς διὰ πέτρας
πειθόμενοι Πόντονδε περήσομεν· εἰ δὲ καὶ αὐτις
τάσδ᾽ ἡμῖν προφυγοῦσιν ἐς Ελλάδα νόστος ὀπίσσω
ἔσσεται, ἀσπαστῶς κε παρὰ σέο καὶ τὸ δαείην.
415
πῶς ἔρδω, πῶς αὖτε τόσην ἁλὸς εἶμι κέλευθον,
νῆϊς ἐὼν ἑτάροις ἅμα νήϊσιν; Αἷα δὲ Κολχὶς
Πόντου καὶ γαίης ἐπικέκλιται ἐσχατιῇσιν. ·
Ως φάτο· τὸν δ᾽ ὁ γεραιὸς ἀμειβόμενος προσέειπεν.
“Ω τέκος, εὔτ᾽ ἂν πρῶτα φύγῃς ὀλοὰς διὰ πέτρας,
420
θάρσει· ἐπεὶ δαίμων ἕτερον πλόον ἡγεμονεύσει
ἐξ Αἴης· μετὰ δ᾽ Αἷαν ἅλις πομπῆες ἔσονται.
ἀλλὰ, φίλοι, φράζεσθε θεᾶς δολόεσσαν ἀρωγὴν
Κύπριδος. ἐκ γὰρ τῆς κλυτὰ πείρατα κεῖται ἀέθλων.
καὶ δ᾽ ἐμὲ μηκέτι τῶνδε περαιτέρω ἐξερέεσθε.
425
Ως φάτ᾽ Αγηνορίδης· ἐπὶ δὲ σχεδὸν υἱέε δοιὼ
Θρηϊκίου Βορέαο κατ᾿ αὐθέρος ἀΐξαντες
οὐδῷ ἐπὶ κραιπνοὺς ἔβαλον πόδας· οἱ δ᾽ ἀνόρουσαν
ἐξ ἑδέων ἥρωες, ὅπως παρεόντας ἴδοντο.
Ζήτης δὲ ἱεμένοισιν, ἔτ᾿ ἄσπετον ἐκ καμάτοιο
430
ἆσθμ᾽ ἀναφυσιόων, μετεφώνεεν, ὅσσον ἄπωθεν
ἤλασαν, ἠδ᾽ ὡς Ιρις ἐρύκακε τάς γε δαΐξαι,
ὅρκιά τ᾽ εὐμενέουσα θεὰ πόρεν, αἱ δ᾽ ὑπέδυσαν
δείματι Δικταίης περιώσιον ἄντρον ἐρίπνης.
γηθόσυνοι δ᾽ ἤπειτα δόμοις ἔνι πάντες ἑταῖροι
435
αὐτός τ᾽ ἀγγελίῃ Φινεὺς πέλεν. ὦκα δὲ τόν γε
Αἰσονίδης περιπολλὸν ἐϋφρονέων προσέειπεν.
Η ἄρα δή τις ἔην, Φινεῦ, θεὸς, ὃς σέθεν ἄτης
κήδετο λευγαλέης, καὶ δ᾽ ἡμέας αὖθι πέλασσε
τηλόθεν, ὄφρα τοι υἷες ἀμύνειαν Βορέαο·
440
εἰ δὲ καὶ ὀφθαλμοῖσι φόως πόροι, ἦτ᾽ ἂν ὀἴω
γηθήσειν, ὅσον εἴπερ ὑπότροπος οἴκαδ᾽ ἱκοίμην.
Ως ἔφατ᾿· αὐτὰρ ὁ τόνγε κατηφήσας προσέειπεν.
Αἰσονίδη, τὸ μὲν οὐ παλινάγρετον, οὐδέ τι μῆχος
ἔστ᾽ ὀπίσω· κενεαὶ γὰρ ὑποσμύχονται ὀπωπαί.
445
ἀντὶ δὲ τοῦ θάνατόν μοι ἄφαρ θεὸς ἐγγυαλίξαι,
καί τε θανὼν πάσῃσι μετέσσομαι ἀγλαΐῃσιν.
Ως τώ γ᾽ ἀλλήλοισι παραβλήδην ἀγόρευον.
αὐτίκα δ᾽ οὐ μετὰ δηρὸν ἀμειβομένων ἐφαάνθη
Ηριγενής· τὸν δ᾽ ἀμφὶ περικτίται ἠγερέθοντο
450
ἀνέρες, οἳ καὶ πρόσθεν ἐπ᾽ ἤματι κεῖσε θάμιζον
αἰὲν, ὁμῶς φορέοντες ἑῆς ἀπὸ μοῖραν ἐδωδῆς.
τοῖς ὁ γέρων πάντεσσιν, ὅτις καὶ ἀφαυρὸς ἵκοιτο,
ἔχραεν ἐνδυκέως, πολέων δ᾽ ἀπὸ πήματ᾽ ἔλυσε
μαντοσύνῃ· τῷ καὶ μιν ἐποιχόμενοι κομέεσκον.
455
σὺν τοῖσι δ᾽ ἵκανε Παραίβιος, ὃς ῥὰ οἱ ἦε
φίλτατος· ἀσπάσιος δὲ δόμοις ἔνι τούς γ᾽ ἐνόησε.
πρὶν γὰρ δὴν ὑπό τ᾽ αὐτὸς ἀριστήων στόλον ἀνδρῶν
Ελλάδος ἐξανιόντα μετὰ πτόλιν Αἰήταο
πείσματ᾽ ἂν ἅψασθαι μυθήσατο Θυνίδι γαίῃ,
460
οἵ τε οἱ Αρπυίας Διόθεν σχήσουσιν ἰούσας.
τοὺς μὲν ἔπειτ᾽ ἐπέεσσιν ἀρεσσάμενος πυκινοῖσι
πέμφ᾽ ὁ γέρων· οἷον δὲ Παραίβιον αὐτόθι μίμνειν
κέκλετ᾽ ἀριστήεσσι σὺν ἀνδράσιν· αἶψα δὲ τόν γε
σφωϊτέρων δΐων ὅτις ἔξοχος εἰς ὃ κομίσσαι
465
ἦκεν ἐποτρύνας. τοῦ δ᾽ ἐκ μεγάροιο κιόντος,
μειλιχίως ἐρέτησιν ὁμηγερέεσσι μετηύδα.
468
Ω φίλοι, οὐκ ἄρα πάντες ὑπέρβιοι ἄνδρες ἔασιν,
οὐδ᾽ εὐεργεσίης ἀμνήμονες. ὡς καὶ ὅδ᾽ ἀνὴρ
τοῖος ἐὼν δεῦρ᾽ ἦλθεν, ἑὸν μόρον ὄφρα δαείης
470
εὔτε γὰρ οὖν ὡς πλεῖστα κάμοι καὶ πλεῖστα μογήσοι,
δὴ τότε μιν περιπολλὸν ἐπασσυτέρη βιότοιο
χρησμοσύνη τρύχεσκεν· ἐπ᾽ ἤματι δ᾽ ἦμαρ ὀρώρει
κύντερον, οὐδέ τις ἦεν ἀνάπνευσις μογέαντι.
ἀλλ᾽ ὅ γε πατρὸς ἑοῖο κακὴν τίνεσκεν ἀμοιβήν
475
ἀμπλακίης. ὃ γὰρ οἷος ἐν οὔρεσι δένδρεα τέμνων
δή ποθ' Αμαδρυάδος Νύμφης ἀθέριξε λιτάων,
ἢ μιν ὀδυρομένη ἀδινῷ μειλίσσετο μύθῳ,
μὴ ταμέειν πρέμνον δρυός ἥλικος, ᾗ ἔπι πουλὺν -
αἰῶνα πρίβεσκε διηνεκές· αὐτὰρ ὁ τήνγε
480
ἀφραδέως ἔτμηξεν, ἀγηνορίῃ νεότητος.
τῷ δ᾽ ἄρα νηκερδῆ Νύμφη πόρεν οἶτον ὀπίσσω
αὐτῷ καὶ τεκέεσσιν. ἔγωγε μὲν, εὔτ᾽ ἀφίκανεν,
ἀμπλακίην ἔγνων· βωμὸν δ᾽ ἐκέλευσα καμόντα
Θυνιάδος Νύμφης, λωφήϊα ῥέξαι ἐπ᾿ αὐτῷ
485
ἱερὰ, πατρώην αἰτεύμενον αἶσαν αλύξαι.
ἔνθ᾽ ἐπεὶ ἔκφυγε κῆρα θεήλατον, οὔποτ᾽ ἐμεῖο.
ἐκλάθετ᾽, οὐδ᾽ ἀθέριξε· μόλις δ᾽ ἀέκοντα θύραζε
πέμπω, ἐπεὶ μέμονέν γε παρέμμεναι ἀσχαλόωντι.
Ως φάτ᾿ Αγηνορίδης· ὁ δ᾽ ἐπισχεδὸν αὐτίκα δοιώ
490
ἤλυθ᾽ ἄγων ποίμνηθεν ὄϊς. ἀνὰ δ᾽ ἵστατ᾿ Ιήσων,
ἂν δὲ Βορήϊοι υἶες, ἐφημοσύνῃσι γέροντος,
ὦκα δὲ κεκλόμενοι μαντήϊον Απόλλωνα
ῥέζον ἐπ᾽ ἐσχαρόφιν, νέον ἤματος ἀνομένοιο.
κουρότεροι δ᾽ ἑτάρων μενοεικέα δαῖτ᾽ ἀλέγυνον.
495
ἔνθ᾽ εὖ δαισάμενοι, τοὶ μὲν παρὰ πείσμασι νηός,
τοὶ δ᾽ αὐτοῦ κατὰ δώματ᾿ ἀολλέες εὐνάζοντο.
ἦρι δ᾽ ἐτήσιαι αὖραι ἐπέχραον, αἱ τ᾽ ἀνὰ πᾶσαν
γαῖαν ὁμῶς τοιῇδε Διὸς πνείουσιν ἀρωγῇ.
Κυρήνη πέφαταί τις ἕλος παρὰ Πηνειοῖο
500
μῆλα νέμειν προτέροισι παρ' ἀνδράσιν· εὔαδε γάρ οἱ
παρθενίη καὶ λέκτρον ἀκήρατον. αὐτὰρ Απόλλων
τὴν γ᾽ ἀνερειψάμενος ποταμῷ ἔπι ποιμαίνουσαν,
τηλόθεν Αἱμονίης, Χθονίαις παρακάτθετο Νύμφαις,
αἳ Λιβύην ἐνέμοντο, παραὶ Μυρτώσιον αἶπος.
505
ἔνθα δ' Αρισταῖον Φοίβῳ τέκεν, ὃν καλέουσιν
Αγρέα καὶ Νόμιον πολυλήϊοι Αἱμονιῆες. ··
τὴν μὲν γὰρ φιλότητι θεὸς ποιήσατο Νύμφην
αὐτοῦ μακραίωνα καὶ ἀγρότιν· υἷα δ᾽ ἔνείκε
νηπίαχον Χείρωνος ὑπ᾽ ἄντροισί κομέεσθαι.
510
τῷ καὶ ἀεξηθέντι θεαὶ γάμον ἐμνήστευσαν.
Μοῦσαι, ἀκεστορίην τε θεοπροπίας τ᾽ ἐδίδαξαν·
καὶ μιν ἑῶν μήλων θέσαν ἤρανον, ὅσσ᾽ ἐνέμοντο
ἀμπεδίον Φθίης Αθαμάντιον, ἀμφί τ᾽ ἐρυμνὴν
Οθρῶν, καὶ ποταμοῦ ἱερὸν ῥόον Απιδανοῖο.
515
ἦμος δ᾽ οὐρανόθεν Μινωΐδας ἔφλεγε νήσους
Σείριος, οὐδ᾽ ἐπὶ δηρὸν ἔην ἄκος ἐνναέτῃσι,
τῆμος τόν γ᾽ ἐκάλεσσαν, ἐφημοσύνῃς Εκάτοιο,
λοιμοῦ ἀλεξητῆρα. λίπεν δ᾽ ὅ γε πατρὸς ἐφετμῇ
Φθίην, ἐν δὲ Κέῳ κατενάσσατο, λαὸν ἀγείρας
520
Παρράσιον, τοίπερ τε Λυκάονός εἰσι γενέθλης·
καὶ βωμὸν ποίησε μέγαν Διὸς Ικμαίοιο,
ἱερὰ τ᾿ εὖ ἔῤῥεξεν ἐν οὔρεσιν ἀστέρι κείνῳ
Σειρίῳ, αὐτῷ τε Κρονίδη Διΐ. τοῖο δ᾽ ἕκητι
γαῖαν ἐπιψύχουσιν ἐτήσιαι ἐκ Διὸς αὖραι.
525
ἤματα τεσσαράκοντα· Κέῳ δ᾽ ἔτι νῦν ἱερῆες
ἀντολέων προπάροιθε Κυνὸς ῥέζουσι θυηλάς.
528
Καὶ τὰ μὲν ὡς ὑδέονται· ἀριστῆες δὲ κατ᾽ αὖθι
μίμνον ἐρυκόμενοι· ξεινήϊα δ᾽ ἄσπετα Θυνοὶ
πᾶν ἦμαρ, Φινῆϊ χαριζόμενοι, προΐαλλον.
530
ἐκ δὲ τόθεν μακάρεσσι δυώδεκα δωμήσαντες
βωμὸν ἁλὸς ῥηγμῖνι πέρην, καὶ ἐφ᾽ ἱερὰ θέντες,
νῆα θοὴν εἴσβαινον ἐρεσσέμεν, οὐδὲ πελείης
τρήρωνος λήθοντο μετὰ σφίσιν· ἀλλ᾽ ἄρα τήνγε
δείματι πεπτηνῖαν ἑῇ φέρε χειρὶ μεμαρπὼς
535
Εύφημος, γαίης δ᾽ ἀπὸ διπλόα πείσματ᾽ ἔλυσαν.
Οὐδ᾽ ἄρ᾽ Αθηναίην προτέρω λάθον ὁρμηθέντες.
αὐτίκα δ᾽ ἐσσυμένως νεφέλης ἐπιβᾶσα πόδεσσι
κούφης, ἢ κε φέροι μιν ἄφαρ, βριαρήν περ ἐοῦσαν,
σεύατ᾽ ἴμεν πόντονδε, φίλα φρονέουσ᾽ ἐρέτησιν.
540
ὡς δ᾽ ὅτε τις πάτρηθεν ἀλώμενος, οἷά τε πολλὰ
πλαζόμεθ᾽ ἄνθρωποι τετληότες, οὐδέ τις αἷα
τηλουρὸς, πᾶσαι δὲ κατόψιοι εἰσὶ κέλευθοι,
σφωϊτέρους δ᾽ ἐνόησε δόμους, ἄμυδις δὲ κέλευθος
ὑγρή τε, τραφερή τ᾿ ἰνδάλλεται, ἄλλοτε δ᾽ ἄλλῃ,
545
ὀξέα πορφύρων ἐπιμαίεται ὀφθαλμοῖσιν·
ὡς ἄρα καρπαλίμως κούρη Διὸς ἀΐξασα
θῆκεν ἐπ᾿ ἀξείνοιο πόδας Θυνηΐδος ἀκτῆς.
Οἱ δ᾽ ὅτε δὴ σκολιοῖο πόρου στεινωπὸν ἵκοντο
τρηχείῃς σπιλάδεσσιν ἐεργμένον ἀμφοτέρωθε,
550
δινήεις δ᾽ ὑπένερθεν ἀνακλύζεσκεν ἰοῦσαν
νῆα ῥόος, πολλὸν δὲ φόβῳ προτέρωσε νέοντο,
ἤδη δὲ σφίσι δοῦπος ἀρασσομένων πετράων
νωλεμὲς οὔατ᾽ ἔβαλλε, βόων δ᾽ ἁλιμυρέες ἀκταὶ,
δὴ τότ᾽ ἔπειθ᾽ ὁ μὲν ὧρτο πελειάδα χειρὶ μεμαρπώς
555
Εύφημος πρώρης ἐπιβήμεναι· οἱ δ᾽ ὑπ᾽ ἀνωγῇ
Τίφυος Αγνιάδαο θελήμονα ποιήσαντο
εἰρεσίην, ἵν᾿ ἔπειτα διὲκ πέτρας ἐλάσειαν,
κάρτεϊ ᾧ πίσυνοι. τὰς δ᾽ αὐτίκα λοίσθιον ἄλλων
οἰγομένας, ἀγκῶνα περιγνάμψαντες, ἴδοντο.
560
σὺν δέ σφιν χύτο θυμός· ὁ δ᾽ ἀΐξαι πτερύγεσσιν.
Εύφημος προέηκε πελειάδα· τοὶ δ᾽ ἅμα πάντες
ἤειραν κεφαλὰς ἐσορώμενοι· ἡ δὲ δι᾿ αὐτῶν.
ἔπτατο· ταὶ δ᾽ ἄμυδις πάλιν ἀντίαι ἀλλήλῃσιν
ἄμφω ὁμοῦ ξυνιοῦσαι ἐπέκτυπον, ὧρτο δὲ πολλή
565
ἅλμη ἀναβρασθεῖσα, νέφος ὡς· αὖε δὲ πόντος
σμερδαλέον· πάντη δὲ περὶ μέγας ἔβρεμεν αἰθήρ.
κοίλαι δὲ σπήλυγγες ὑπὸ σπιλάδας τρηχείας
κλυζούσης ἁλὸς ἔνδον ἐβόμβεον· ὑψόθι δ᾽ ὄχθης
λευκή καχλάζοντος ἀνέπτυε κύματος ἄχνη.
570
νῆα δ᾽ ἔπειτα πέριξ εἴλει ῥόος. ἄκρα δ᾽ ἔκοψαν
οὐραῖα πτερὰ ταί γε πελειάδος· ἡ δ᾽ ἀπόρουσεν
ἀσκηθής. ἐρέται δὲ μέγ᾽ ἴαχον· ἔβραχε δ᾽ αὐτὸς
Τίφυς ἐρεσσέμεναι κρατερῶς. οἴγοντο γὰρ αὖτις
ἄνδιχα. τοὺς δ᾽ ἐλάοντας ἔχε τρόμος, ὄφρα μιν αὐτῶν
575
πλημμυρὶς παλίνορσος ἀνερχομένη κατένεικεν
εἴσω πετράων. τότε δ᾽ αἰνότατον δέος εἶλε .
πάντας· ὑπὲρ κεφαλῆς γὰρ ἀμήχανος ἦεν ὄλεθρος.
ἤδη δ᾽ ἔνθα καὶ ἔνθα διὰ πλατὺς εἴδετο Πόντος,
καὶ σφίσιν ἀπροφάτως ἀνέδυ μέγα κύμα πάροιθε
580
κυρτὸν, ἀποτμῆγι σκοπιῇ ἴσον· οἱ δ᾽ ἐσιδόντες
ἤμυσαν λοξοῖσι καρήασιν. εἴσατο γάρ ῥα
νηὸς ὑπὲρ πάσης κατεπάλμενον ἀμφικαλύψειν.
ἀλλά μιν ἔφθη Τίφυς ὑπ᾽ εἰρεσίῃ βαρύθουσαν
ἀγχαλάσας· τὸ δὲ πολλὸν ὑπὸ τρόπιν ἐξεκυλίσθη,
585
ἐκ δ᾽ αὐτὴν πρύμνηθεν ἀνείρυσε τηλόθι νῆα
πετράων· ὑψοῦ δὲ μεταχθονίη πεφόρητο.
Εὔφημος δ᾽ ἀνὰ πάντας ἰὼν βοάασκεν ἑταίρους,
ἐμβαλέειν κώπησιν ὅσον σθένος· οἱ δ᾽ ἀλαλητῷ
κόπτον ὕδωρ. ὅσσον δὲ παρείκαθε νηῦς ἐρέτῃσι,
590
δὶς τόσον ἂψ᾿ ἀπόρουσεν· ἐπεγνάμπτοντο δὲ κῶπαι,
ἠὔτε καμπύλα τόξα, βιαζομένων ἡρώων.
ἔνθεν δ᾽ αὐτίκ᾽ ἔπειτα κατηρεφὲς ἔσσυτο κῦμα.
ἡ δ᾽ ἄφαρ, ὥστε κύλινδρος, ἐπέτρεχε κύματι λάβρῳ
προπροκαταΐγδην κοίλης ἁλός. ἐν δ᾽ ἄρα μέσσαις
595
Πληγάσι δινήεις εἶχε ῥόος· αἱ δ᾽ ἑκάτερθε
σειόμεναι βρόμεον· πεπέδητο δὲ νήϊα δοῦρα.
καὶ τότ᾽ Αθηναίη στιβαρῆς ἀντέσπασε πέτρης
σκαιῇ, δεξιτερῇ δὲ διαμπερές ὦσε φέρεσθαι.
ἡ δὲ ἰκέλη πτερόεντι μετήορος ἔσσυτ᾽ ὀϊστῷ.
600
ἔμπης δ᾽ ἀφλάστοιο παρέθρισαν ἄκρα κόρυμβα
νωλεμὲς ἐμπλήξασαι ἐναντίαι. αὐτὰρ Αθήνη
Οὔλυμπόνδ᾽ ἀνόρουσεν, ὅτ᾽ ἀσκηθεῖς ὑπάλυξαν.
πέτραι δ᾽ εἰς ἕνα χῶρον ἐπισχεδὸν ἀλλήλῃσιν
ἐμμενὲς ἐῤῥίζωθεν, ὃ δὴ καὶ μόρσιμον ἦεν
605
ἐκ μακάρων, εὖτ᾽ ἄν τις ἰδὼν διὰ νηΐ περάσσῃ.
οἱ δέ που ὀκρυόεντος ἀνέπνεον ἄρτι φόβοιο,
ἠέρα παπταίνοντες ὁμοῦ, πέλαγός τε θαλάσσης
τῆλ᾽ ἀναπεπταμένον. δὴ γὰρ φάσαν ἐξ Αΐδαο
σώεσθαι· Τίφυς δὲ παροίτατος ἤρχετο μύθων.
610
611
Ελπομαι αὐτῇ νηϊ τόγ᾽ ἔμπεδον ἐξαλέασθαι
ἡμέας· οὐδέ τις ἄλλος ἐπαίτιος, ὅσσον Αθήνη,
ἥ οἱ ἐνέπνευσε θεῖον μένος, εὐτέ μιν Αργος
γόμφοισι συνάρασσε· θέμις δ᾽ οὐκ ἔστιν ἁλῶναι.
Αἰσονίδη, τύνη δὲ τεοῦ βασιλῆος ἐφετμὴν,
615
εὖτε δι᾽ ἐκ πέτρας φυγέειν θεὸς ἡμὶν ὄπασσε,··
μηκέτι δείδιθι τοῖον· ἐπεὶ μετόπισθεν ἀέθλους
εὐπαλέας τελέεσθαι Αγηνορίδης φάτο Φινεύς.
Η ρ᾽ ἅμα καὶ προτέρωσε παραὶ Βιθυνίδα γαῖαν
νῆα δι᾽ ἐκ πέλαγος σεῦε μέσον. αὐτὰρ ὃ τόνγε
620
μειλιχίοις ἐπέεσσι παραβλήδην προσέειπε.
Τίφυ, τί δή μοι ταῦτα παρηγορέεις ἀχέοντι;·
....„ἤμβροτον, ἀασάμην τε κακὴν καὶ ἀμήχανον ἄτην.
χρῆν χὰρ ἐφιεμένοιο καταντικρύ Πελίαο
αὐτίκ᾽ ἀνήνασθαι τόνδε στόλον, εἰ καὶ ἔμελλον
625
νηλειῶς μελεϊστὶ κεδαιόμενος θανέεσθαι·
νῦν δὲ περισσὸν δεῖμα καὶ ἀτλήτους μελεδῶνας
ἄγκειμαι, στυγέων μὲν ἁλὸς κρυόεντα κέλευθα
νηϊ διαπλώειν, στυγέων δ᾽, ὅτ᾽ ἐπ᾿ ἠπείροιο
βαίνωμεν. πάντη γὰρ ἀνάρσιοι ἄνδρες ἔασιν.
630
αἰεὶ δὲ στονόεσσαν ἐπ᾽ ἤματι νύκτα φυλάσσω,
ἐξότε τοπρώτιστον ἐμὴν χάριν ἠγερέθεσθε,
φραζόμενος τὰ ἕκαστα· σὺ δ᾽ εὐμαρέως ἀγορεύεις,
οἷον ἑῆς ψυχῆς ἀλέγων ὑπερ· αὐτὰρ ἔγωγε
, εἷο μὲν οὐδ᾽ ἠβαιὸν ἀτύζομαι· ἀμφὶ δὲ τοῖο
635
καὶ τοῦ, ὁμῶς καὶ σεῖο, καὶ ἄλλων δείδι᾽ ἑταίρων,
εἰ μὴ ἐς Ελλάδα γαῖαν ἀπήμονας ὄμμε κομίσσω.
Ως φάτ᾽ ἀριστήων πειρώμενος· οἱ δ᾽ ὁμάδησαν
θάρσαλέοις ἐπέεσσιν. ὁ δὲ φρένας ἔνδον ἰάνθη
κεκλομένων, καὶ ῥ᾽ αὖτις ἐπιρήδην μετέειπεν.
640
Ω φίλοι, ὑμετέρῃ ἀρετῇ ἔνι θάρσος ἀέξω.
τοῦνεκα νῦν, οὐδ᾽ εἴ κε διὲξ Αίδαο βερέθρων
στελλοίμην, ἔτι τάρβος ἀνάψομαι, εὔτε πέλεσθε
ἔμπεδοι ἀργαλέοις ἐνὶ δείμασιν. ἀλλ᾽ ὅτε πέτρας
Πληγάδας ἐξέπλωμεν, οΐομαι οὐκέτ᾽ ὀπίσσω
645
ἔσσεσθαι τοιόνδ᾽ ἕτερον φόβον, εἰ ἐτεόν γε
φραδμοσύνη. Φινῆος ἐπισπόμενοι νεόμεσθα.
Ως φάτο, καὶ τοίων μὲν ἐλώφεον αὐτίκα μύθων,
εἰρεσίῃ δ᾽ ἀλίαστον ἔχον πόνον· αἶψα δὲ τοίγε
Ρήβαν ὠκυρόην ποταμὸν, σκόπελόν τε Κολώνης,
650
ἄκρην. δ᾽ οὐ μετὰ δηθὰ παρεξενέοντο Μέλαιναν,
τῇ δ᾽ ἄρ᾽ ἔπι προχοὰς Φυλληΐδας, ἔνθα πάροιθε
Διψακὸς υἱ Αθάμαντος ἑοῖς ὑπέδεκτο δόμοισιν,
ὁππόθ᾽ ἅμα κριῷ φεῦγε πτόλιν Ορχομενοῖο · ·
τίκτε δέ μιν Νύμφη λειμωνιάς· οὐδέ οἱ ὕβρις
655
ἥνδανεν, ἀλλ᾽ ἐθελημὸς ἐφ᾽ ὕδασι πατρὸς ἑοῖο
μητέρι συνναίεσκεν, ἐπάκτια πώεα φέρβων.
τοῦ μὲν θ᾽ ἱερὸν αἶψα, καὶ εὐρείας ποταμοῖο
ἠϊόνας, πεδίον τε, βαθυρείοντά τε Κάλπην
δερκόμενοι παράμειβον, ὁμῶς δ᾽ ἐπὶ ἤματι νύκτα τα
660
νήνεμον ἀκαμάτῃσιν ἐπεῤῥώοντ᾽ ἐλάτῃσιν.
οἷον δὲ πλαδόῳσαν ἐπισχίζοντες ἄρουραν
ἐργατίναι μογέουσι βόες, πέρι δ᾽ ἄσπετος ἱδρὼς
εἴβεται ἐκ λαγόνων τε καὶ αὐχένος· ὄμματα δέ σφι
λοξὰ παραστρωφῶνται ὑπὸ ζυγοῦ· αὐτὰρ ἀϋτμὴ
665
αὐαλέη στομάτων ἄμοτον βρέμει· οἱ δ᾽ ἐνὶ γαίη
χηλὰς σκηρίπτοντε πανημέριοι πονέονται·
τοῖς ἴκελοι ἥρωες ὑπὲξ ἁλὸς εἶλκον ἐρετμά.
669
Ημος δ᾽ οὔτ᾽ ἄρ πω φάος ἄμβροτον, οὔτε τι λίην.
ὀρφναίη πέλεται, λεπτὸν δ᾽ ἐπιδέδρομε νυκτὶ
670
φέγγος, ὅτ᾽ ἀμφιλύκην μιν ἀνεγρόμενοι καλέουσι,
τῆμος ἐρημαίης νήσου λιμέν᾽ εἰσελάσαντες
Θυνιάδος, καμάτῳ πολυπήμονι βαῖνον ἔραζε.
τοῖσι δὲ Λητοῦς υἱὸς, ἀνερχόμενος Λιβύηθεν
τῆλ᾽ ἐπ᾿ ἀπείρονα δῆμον Υπερβορέων ἀνθρώπων,
675
ἐξεφάνη· χρύσεοι δὲ παρειάων ἑκάτερθε
πλοχμοὶ βοτρυόεντες ἐπεῤῥώοντο κιόντι·
λαιῇ δ᾽ ἀργύρεον νώμα βιὸν, ἀμφὶ δὲ νώτοις
ἰοδόκη τετάνυστο κατωμαδόν· ἡ δ᾽ ὑπὸ ποσσὶ
σείετο νῆσος ὅλη, κλύζεν δ᾽ ἐπὶ κύματα χέρσω.
680
τοὺς δ᾽ ἕλε θάμβος ἰδόντας ἀμήχανον· οὐδέ τις ἔτλη.
ἀντίον αὐγάσσασθαι ἐς ὄμματα καλὰ θεοῖο.
στὰν δὲ κάτω νεύσαντες ἐπὶ χθονός· αὐτὰρ ὃ τηλοῦ.
βῆ ὁ᾽ ἴμεναι πόντονδε δι' ἠέρος· ὀψὲ δὲ τοῖον
Ορφεὺς ἔκφατο μύθον, ἀριστήεσσι πιφαύσκων.
685
Εἰ δ᾽ ἄγε δὴ, νῆσον μὲν Εῴου Απόλλωνος
τήνδ᾽ ἱερὴν κλείωμεν, ἐπεὶ πάντεσσι φαάνθη
ἠῷος μετιών· τὰ δὲ ῥέξομεν οἷα πάρεστι,
βωμὸν ἀναστήσαντες ἐπάκτιον· εἰ δ᾽ ἂν ὀπίσσω
γαῖαν ἐς Αἱμονίην ἀσκηθέα νόστον ὀπάσσῃ,
690
δὴ τότε οἱ κεραῶν ἐπὶ μηρία θήσομεν αἰγῶν.
νῦν δ᾽ αὕτως κνίσσῃ λοιβῇσί τε μειλίξασθαι
κέκλομαι, ἀλλ᾽ ἵληθι ἄναξ, ἵληθι φαανθείς.
Ως ἄρ᾽ ἔφη· καὶ τοὶ μὲν ἄφαρ βωμὸν τετύκοντο
χερμάσιν· οἱ δ᾽ ἀνὰ νῆσον ἐδίνεον, ἐξερέοντες
695
εἴ κέ τιν ἢ κεμάδων, ἢ ἀγροτέρων ἐσίδοιεν
αἰγῶν, οἷά τε πολλὰ βαθείῃ βόσκεται ὕλῃ.
τοῖσι δὲ Λητοΐδης ἄγρην πόρεν· ἐκ δ᾽ ἄρα πάντων
εὐαγέως ἱερῷ ἀνὰ διπλόα μηρία βωμῷ
καῖον, ἐπικλείοντες Εώϊον Απόλλωνα.
700
ἀμφὶ δὲ δαιομένοις εὐρὺν χορὸν ἐστήσαντο,
καλὸν Ιηπαιήον, Ιηπαιήονα Φοῖβον
μελπόμενοι· σὺν δέ σφιν ἐὓς πάϊς Οἰάγροιο
Βιστονίῃ φόρμιγγι λιγείης ἦρχεν ἀοιδῆς·
ὡς ποτε πετραίῃς ὑπὸ δειράσι Παρνησοῖο
705
Δελφίνην τόξοισι πελώριον ἐξενάριξε,
κοῦρος ἐὼν ἔτι γυμνὸς, ἔτι πλοκάμοισι γεγηθώς.
ἱλήκοις· αἰεί τοι, ἄναξ, ἄτμητοι ἔθειραι,
αἰὲν ἀδήλητοι· τὼς γὰρ θέμις. οἰόθι δ᾽ αὐτὴ
Λητώ Κοιογένεια φίλαις ἐνὶ χερσὶν ἀφάσσει.
710
πολλὰ δὲ Κωρύκιαι Νύμφαι, Πλείστοιο θύγατρες,
θαρσύνεσκον ἔπεσσιν, Ιήϊε κεκληγυῖαι·
ἔνθεν δὴ τόδε καλὸν ἐφύμνιον ἔπλετο Φοίβῳ.
Αὐτὰρ ἐπειδὴ τόνγε χορείῃ μέλψαν ἀοιδῇ,
λοιβαῖς εὐαγέεσσιν ἐπώμοσαν, ἢ μὲν ἀρήξειν
715
ἀλλήλοισιν ἐσαιὲν ὁμοφροσύνῃσι νόοιο,
ἁπτόμενοι θυέων· καὶ ῥ᾽ εἰσέτι νῦν γε τέτυκται
κεῖσ᾽ Ομονοίης ἱρὸν ἐὔφρονος, ὅ ρ᾽ ἐκάμοντο
αὐτοὶ, κυδίστην τότε δαίμονα πορσαίνοντες.
720
Ημος δὲ τρίτατον φάος ἤλυθε, δὴ τότ᾽ ἔπειτα
720
ἀκραεῖ Ζεφύρῳ νῆσον λίπον αἰπήεσσαν.
ἔνθεν δ᾽ ἀντιπέρην ποταμοῦ στόμα Σαγγαρίοιο,
καὶ Μαριανδυνῶν ἀνδρῶν ἐριθηλέα γαῖαν,
ἠδὲ Λύκοιο ρέεθρα, καὶ Ανθεμοεισίδα λίμνην
δερκόμενοι παράμειβον· ὑπὸ πνοιῇ δὲ κάλωες,
725
ὅπλα τε νήϊα πάντα τινάσσετο νισσομένοισιν.
ἠῶθεν δ᾽ ἀνέμοιο διὰ κνέφας εὐνηθέντος,
ἀσπασίως ἄκρης Αχερουσίδος ὅρμον ἵκοντο.
ἡ μέν τε κρημνοῖσιν ἀνίσχεται ἠλιβάτοισιν,
εἰς ἅλα κεκλιμένη Βιθυνίδα· τῇ δ᾽ ὕπο πέτραι
730
λισσάδες ἐῤῥίζωνται ἁλίβροχοι· ἀμφὶ δὲ τῇσι
κῦμα κυλινδόμενον μεγάλα βρέμει· αὐτὰρ ὑπερθεν
ἀμφιλαφεῖς πλατάνιστοι ἐπ᾿ ἀκροτάτῃ πεφύασιν.
ἐκ δ᾽ αὐτῆς εἴσω κατακέκλιται ἤπειρόνδε
κοίλη ὕπαιθα νάπη, ἵνα τε σπέος ἔστ᾽ Αΐδαο
735
ὕλῃ καὶ πέτρῃσιν ἐπηρεφὲς, ἔνθεν ἀϋτμὴ
πηγυλὶς, ὀκρυόεντος ἀναπνείουσα μυχοῖο
συνεχὲς, ἀργινόεσσαν ἀεὶ περιτέτροφε πάχνην,
ἥτε μεσημβριόωντος ἰαίνεται ἠελίοιο.
σιγὴ δ᾽ οὐ ποτε τήν γε κατὰ βλοσυρὴν ἔχει ἄκρην,
740
ἀλλ᾽ ἄμυδις πόντοιο θ᾽ ὑποστένει ἠχήεντος,
φύλλων τε πνοιῇσι τινασσομένων μυχίῃσιν.
ἐνθάδε καὶ προχοαὶ ποταμού Αχέροντος ἔασιν,
ὅστε διὲξ ἄκρης ἀνερεύγεται εἰς ἅλα βάλλων
ἠῴην· κοίλη δὲ φάραγξ κατάγει μιν ἄνωθεν.
745
τὸν μὲν ἐν ὀψιγόνοισι Σοωναύτην ὀνόμηναν
Νισαῖοι Μεγαρῆες, ὅτε νάσσεσθαι ἔμελλον
γῆν Μαριανδυνῶν. δὴ γὰρ σφέας ἐξεσάωσεν
αὐτῇσι νήεσσι, κακῇ χρίμψαντας ἀέλλῃ.
τῇ ὁ᾽ οἵγ᾽ αὐτίκα νηϊ διὲξ Αχερουσίδος ἄκρης
750
εἰσωποὶ, ἀνέμοιο νέον λήγοντος, ἔκελσαν.
Οὐδ᾽ ἄρα δηθὰ Αύκον, κείνης πρόμον ἠπείροιο,
καὶ Μαριανδυνοὺς λάθον ἀνέρας ὁρμηθέντες
αὐθένται Αμύκοιο, κατὰ κλέος, ὃ πρὶν ἄκουον·
ἀλλὰ καὶ ἀρθμὸν ἔθεντο μετὰ σφίσι τοῖό γ᾽ ἕκητι.
755
αὐτὸν δ᾽, ὥστε θεὸν, Πολυδεύκεα δεξιόωντο
πάντοθεν ἀγρόμενοι· ἐπειὴ μάλα τοί γ᾽ ἐπὶ δηρὸν
ἀντιβίην Βέβρυξιν ὑπερφιάλοις πολέμιζον.
καὶ δὴ πασσυδίη μεγάρων ἔντοσθε Λύκοιο
κεῖν᾽ ἦμαρ φιλότητι, μετὰ πτολίεθρον όντες,
760
δαίτην ἀμφίεπον, τέρποντό τε θυμὸν ἔπεσσιν.
Αἰσονίδης μέν οἱ γενεὴν καὶ οὔνομ᾽ ἑκάστου
σφωϊτέρων μυθεῖθ᾽ ἑτάρων, Πελίαό τ᾽ ἐφετμὰς,
ἠδ᾽ ὡς Λημνιάδεσσιν ἐπεξεινοῦντο γυναιξὶν,
ὅσσα τε Κύζικον ἀμφὶ Δολιονίην ἐτέλεσσαν··
765
Μυσίδα δ᾽ ὡς ἀφίκοντο, Κίον θ᾽, ὅθι κάλλιπον ἥρω
Ηρακλέην ἀέκοντι νόῳ, Γλαύκοιό τε βάξιν
πέφραδε, καὶ Βέβρυκας ὅπως Αμυκόν τ᾽ ἐδάϊξαν·
καὶ Φινῆος ἔειπε θεοπροπίας τε δύην τε,
ἠδ᾽ ὡς Κυανέας πέτρας φύγον, ὡς τ᾽ ἀβόλησαν
770
Λητοΐδῃ κατὰ νῆσον. ὁ δ᾽ ἑξείης ἐνέποντος
θέλγετ᾽ ἀκουῇ θυμόν· ἄχος δ᾽ ἕλεν Ἡρακλῆϊ
λειπομένῳ, καὶ τοῖον ἔπος πάντεσσι μετηύδα.
774
Ω φίλοι, οἷου φωτὸς ἀποπλαγχθέντες ἀρωγῆς
πείρετ᾽ ἐς Αἰήτην τόσσον πλόον. εὖ γὰρ ἐγώ μιν
775
Δασκύλου ἐν μεγάροισι καταυτόθι πατρὸς ἐμοῖο
οἶδ᾽ ἐσιδὼν, ὅτε δεῦρο δι' Ασίδος ἠπείροιο
πεζὸς ἔβη, ζωστῆρα φιλοπτολέμοιο κομίζων
Ιππολύτης· ἐμὲ δ᾽ εἶρε νέον χνοάοντα ἰούλους.
ἐνθάδ᾽ ἐπὶ Πριόλαο κασιγνήτοιο θανόντος
780
ἡμετέρου Μυσοῖσιν ὑπ᾽ ἀνδράσιν, ὅντινα λαὸς
οἰκτίστοις ἐλέγοισιν ὀδύρεται ἐξέτι κείνου,
ἀθλεύων Τιτίην ἀπεκαίνυτο πυγμαχέοντα
καρτερὸν, ὃς πάντεσσι μετέπρεπεν ἠϊθέοισιν
εἶδός τ᾽ ἠδὲ βίην· χαμάδις δὲ οἱ ἤλασ᾽ ὀδόντας.
785
αὐτὰρ ὁμοῦ Μυσοῖσιν ἐμῷ ὑπὸ πατρὶ δάμασσε
καὶ Φρύγας, οἳ ναίουσιν ὁμώλακας ἡμὶν ἀρούρας,
φυλά τε Βιθυνῶν αὐτῇ κτεατίσσατο γαίῃ,
ἔς τ᾽ ἐπὶ Ρηβαίου προχοὰς σκόπελόν τε Κολώνης·
Παφλαγόνες δ᾽ ἐπὶ τοῖς Πελοπήϊοι εἴκαθον αὕτως,
790
ὅσσους Βιλλαίοιο μέλαν περιάγνυται ὕδωρ.
ἀλλ᾽ ἐμὲ νῦν Βέβρυκες, ὑπερβασίη τ' Αμύκοιο,
τηλόθι ναιετάοντος, ἐνόσφισαν, Ηρακλῆος,
δὴν ἀποτεμνόμενοι γαίης ἅλις, ὄφρ᾽ ἐβάλοντο
ούρα βαθυρείοντος ὑφ᾽ εἱαμεναῖς Υπίοιο.
795
ἔμπης δ᾽ ἐξ ὑμέων ἔδοσαν τίσιν· οὐδέ γε φημί
ἤματι τῷδ᾽ ἀέκητι θεῶν ἐπελάσσαι ἄρηα
Τυνδαρίδην Βέβρυξιν, ὅτ᾽ ἀνέρα κεῖνον ἔπεφνε.
τῷ νῦν ἥντιν᾽ ἐγὼ τῖσαι χάριν ἄρκιος εἰμὶ,
τίσω προφρονέως. ἢ γὰρ θέμις ἠπεδανοῖσιν
800
ἀνδράσιν, εὖτ᾽ ἄρξωσιν ἀρείονες ἄλλοι ὀφέλλειν.
ξυνῇ μὲν πάντεσσιν ὁμόστολον ὄμμιν ἕπεσθαι
Δάσκυλον ότρυνέω, ἐμὸν υἱέα· τοῖο δ᾽ ἰόντος,
ἦτ᾽ ἂν ἐϋξείνοισι διαμπερὲς ἀντιάοιτε.
ἀνδράσιν, ἄφρ᾽ αὐτοῖο ποτὶ στόμα Θερμώδοντος.
805
νόσφι δὲ Τυνδαρίδαις Αχερουσίδος ὑψόθεν ἄκρης
είσομαι ἱερὸν αἰπύ· τὸ μὲν μάλα τηλόθι πάντες
ναυτίλοι ἀμπέλαγος θηεύμενοι ἱλάξονται·
καὶ κέ σφι μετέπειτα πρὸ ἄστεος, οἷα θεοῖσι,
πίονας εὐαρότοιο γύας πεδίοιο ταμοίμην.
810
Ως τότε μὲν δαῖτ᾽ ἄμφι πανήμεροι εψιόωντο.
ἦρί γε μὴν ἐπὶ νῆα κατήϊσαν ἐγκονέοντες·
καὶ δ᾽ αὐτὸς σὺν τοῖσι Λύκος κίε, μυρί ἀπάσσας
δωρα φέρειν· ἅμα δ' υἷα δόμων ἔκπεμπε νέεσθαι.
Ενθάδ' Αβαντιάδην πεπρωμένη ἤλασε μοῖρα
815
Ιδμονα, μαντοσύνῃσι κεκασμένον· ἀλλά μιν οὐ τι
μαντοσύνας ἐσάωσαν, ἐπεὶ χρεὼ ἦγε δαμῆνὰι·
κεῖτο γὰρ εἱαμενῇ δονακώδεος ἐν ποταμοῖο
ψυχόμενος λαγόνας τε καὶ ἄσπετον ἰλύϊ νηδὺν
κάπριος ἀργιόδων, ὀλοὸν τέρας, ὅν ῥα καὶ αὐταὶ
820
Νύμφαι ἑλειονόμοι ὑπεδείδισαν· οὐδέ τις ἀνδρῶν
ἠείδει· οἷος δὲ κατὰ πλατύ βόσκετο τίφος.
αὐτὰρ ὅ γ'᾿ ἰλυόεντός ἀνὰ θρωσμοὺς πεδίοιο
νίσσετ᾽ Αβαντιάδης· ὁ δ᾽ ἄρ᾽ ἔκ ποθεν ἀφράστοιο
ὕψι μάλ᾽ ἐκ δονάκων ἀνεπάλμενος ἤλασε μηρὸν
825
ἀΐγδην, μέσσας δὲ σὺν ὀστέῳ ἶνας ἔκερσεν.
ὀξὺ δ᾽ ὅ γε κλάγξας οὔδει πέσεν· οἱ δὲ τυπέντος
ἀθρόοι ἀντιάχησαν. ὀρέξατο δ᾽ αἶψ᾽ ὀλοοῖο
Πηλεὺς αἰγανέην φυγάδ᾽ εἰς ἕλος ὁρμηθέντος
καπρίου· ἔσσυτο δ᾽ αὖτις ἐναντίος· ἀλλά μιν Ιδας
830
οὔτασε, βεβρυχὼς δὲ θοῷ περικάππεσε δουρί.
καὶ τὸν μὲν χαμάδις λίπον αὐτόθι πεπτηῶτα·
τὸν δ᾽ ἕταροι ἐπὶ νῆα φέρον ψυχοφαγέοντα,
ἀχνύμενοι, χείρεσσι δ᾽ ἑῶν ἐνικάτθαν᾽ ἑταίρων
835
Ενθάδε ναυτιλίης μὲν ἐρητύοντο μέλεσθαι,
835
ἀμφὶ δὲ κηδείῃ νέκυος μένον ἀσχαλόωντες.
ἤματα δὲ τρία πάντα γόων· ἑτέρῳ δέ μιν ἤδη
τάρχυον μεγαλωστί· συνεκτερέϊξε δὲ λαὸς
αὐτῷ ὁμοῦ βασιλῆϊ Λύκῳ· παρὰ δ᾽ ἄσπετα μῆλα,
ᾗ θέμις οἰχομένοισι, ταφήϊα λαιμοτόμησαν.
840
καὶ δή τοι κέχυται τοῦδ᾽ ἀνέρος ἐν χθονὶ κείνῃ
τύμβος· σῆμα δ᾽ ἔπεστι, καὶ ὀψιγόνοισιν ἰδέσθαι,
νηΐου ἐκ κοτίνοιο φάλαγξ· θαλέθει δέ τε φύλλοις
ἄκρης τυτθὸν ἔνερθ᾽ Αχερουσίδος. εἰ δ᾽ ἐμὲ καὶ τὸ
χρειὼ ἀπηλεγέως Μουσέων ὕπο γηρύσασθαι,
845
τόνδε πολισσοῦχον διεπέφραδε Βοιωτοῖσι·
Νισαίοισί τε Φοῖβος ἐπιρήδην ἱλάεσθαι,
ἀμφὶ δὲ τήνγε φάλαγγα παλαιγενέος κοτίνοιο
ἄστυ βαλεῖν· οἱ δ᾽ ἀντὶ θεουδέος Αἰολίδαο
Ιδμονος εἰσέτι νῦν Αγαμήστορα κυδαίνουσι.
850
Τις γὰρ δὴ θάνεν ἄλλος; ἐπεὶ καὶ ἐσαῦτις ἔχευαν
ἥρωες τότε τύμβον ἀποφθιμένου ἑτάροιο.
δοιὰ γὰρ οὖν κείνων ἔτι σήματα φαίνεται ἀνδρῶν.
Αγνιάδην Τίφυν θανέειν φάτις· οὐδέ οἱ ξε
μοῖρ᾽ ἔτι ναυτίλλεσθαι ἑκαστέρω, ἀλλά νυ καὶ τὸν
855
αὖθι μινυνθαδίη πάτρης ἑκὰς εὔνασε νοῦσος,
εἰσότ᾽ Αβαντιάδεω νέκυν ἐκτερέϊζεν ὅμιλος.
ἄτλητον δ᾽ ὀλοῷ ἐπὶ πήματι κῆδος ἕλοντο.
δὴ γὰρ ἐπεὶ καὶ τόνδε παρασχεδὸν ἐκτερέϊξαν
αὐτοῦ, ἀμηχανίῃσιν ἁλὸς προπάροιθε πεσόντες,
860
ἐντυπὰς εὐκήλως εἰλυμένοι, οὔτε τι σίτου
μνώοντ᾽ οὔτε ποτοῖο· κατήμυσαν δ᾽ ἀχέεσσι
θυμὸν, ἐπεὶ μάλα πολλὸν ἀπ᾿ ἐλπίδος ἔπλετο νόστος.
καί νύ κ᾽ ἔτι προτέρω τετιημένοι ἰσχανόωντο,
εἰ μὴ ἄρ᾽ Αγκαίῳ περιώσιον ἔμβαλεν Ηρη
865
θάρσος, ὃν Ιμβρασίοισι παρ᾽ ὕδασιν Αστυπάλαια·
τίκτε Ποσειδάωνι· περιπρὸ γὰρ εὖ ἐκέκαστο
ἰθύνειν, Πηλῆα δ᾽ ἐπεσσύμενος προσέειπεν.
Αἰακίδη, πῶς καλὸν ἀφειδήσαντας ἀέθλων
γαίῃ ἐν ἀλλοδαπῇ δὴν ἔμμεναι; οὐ μὲν ἄρῆος
870
ἴδριν ἐόντα με τόσσον ἄγει μετὰ κῶας Ιήσων
Παρθενίης ἀπάνευθεν, ὅσον τ᾽ ἐπιΐστορα νηῶν.
τῷ μή τοι τυτθόν γε δέος περὶ νηϊ πελέσθω.
ὣς δὲ καὶ ἄλλοι δεῦρο δαήμονες ἄνδρες ἔασι,
τῶν ὅτινα πρύμνης ἐπιβήσομεν, οὔτις ἰάψει
875
ναυτιλίην. ἀλλ᾽ ὦκα, παραιφάμενος τάδε πάντα,
θαρσαλέως ὀρόθυνον ἐπιμνήσασθαι ἀέθλου.
Ως φάτο· τοῖο δὲ θυμὸς ἀρέξατο γηθοσύνῃσιν.
αὐτίκα δ᾽ οὐ μετὰ δηρὸν ἐνὶ μέσσοις ἀγόρευσε·
Δαιμόνιοι, τί νυ πένθος ἐτώσιον ἴσχομεν αὕτως;
880
οἱ μὲν γάρ ποθι τοῦτον, ὃν ἔλλαχον, οἶτον ὄλοντο·
ἡμῖν δ᾽ ἄλλοι ἔασι κυβερνητῆρες ὁμίλῳ,
καὶ πολέες, τῷ μή τι διατριβώμεθα πείρης· ·
ἀλλ᾽ ἔγρεσθ᾽ εἰς ἔργον, ἀπορίψαντες ἀνίας.
885
Τὸν δ᾽ αὖτ᾽ Αἴσονος υἱὸς ἀμηχανέων προσέειπεν.
885
Αἰακίδη, ποῦ δ᾽ οἵγε κυβερνητῆρες ἔασιν;
οὓς μὲν γὰρ τοπάροιθε δαήμονας εὐχόμεθ᾽ εἶναι,
οίδε κατηφήσαντες ἐμεῦ πλέον ἀσχαλόωσι.
τῷ καὶ ὁμοῦ φθιμένοισι κακὴν προτιόσσομαι ἄτην,
εἰ δὴ μήτ᾽ ὀλοοῖο μετὰ πτόλιν Αἰήταρ
890
,, ἔσσεται, ἠὲ καὶ αὖτις ἐς Ελλάδα γαῖαν ἱκέσθαι
πετράων ἔκτοσθε, κατ᾿ αὐτόθι δ᾽ ἄμμε καλύψει
ἀκλειῶς κακὸς οἶτος, ἐτώσια γηράσκοντας.
Ως ἔφατ'· Αγκαῖος δὲ μάλ᾽ ἐσσυμένως ὑπέδεκτο
νῆα θοὴν ἄξειν· δὴ γὰρ θεοῦ ἐτράπεθ᾽ ὁρμῇ.
895
τὸν δὲ μέτ᾽ Εργῖνος, καὶ Ναύπλιος, Εὔφημός τε
ὄρνυντ᾽, ἰθύνειν λελιημένοι. ἀλλ᾽ ἄρα τούσγε
ἔσχεθον· Αγκαίῳ δὲ πολεῖς ἤνησαν ἑταίρων.
Ηῷοι δ᾽ ἤπειτα δυωδεκάτῳ ἐπέβαινον
ἤματι· δὴ γάρ σφι Ζέφυρος, μέγας οὗρος, ἄητο.
900
καρπαλίμως δ᾽ Αχέροντα διεξεπέρησαν ἐρετμοῖς,
ἐκ δ᾽ ἔχεαν πίσυνοι ἀνέμῳ λίνα, πουλὺ δ᾽ ἐπιπρὸ
λαίφεσι πεπταμένοις τέμνον πλόον εὐδιόωντες.
ὦκα δὲ Καλλιχόροιο παρὰ προχοὰς ποταμοῖο
ἤλυθον, ἔνθ᾽ ἐνέπουσι Διὸς Νυσήϊον υἷα,
905
Ινδῶν ἡνίκα φῦλα λιπὼν κατενάσσατο Θήβας,
ὀργιάσαι, στῆσαί τε χοροὺς ἄντροιο πάροιθεν,
ᾧ ἐν ἀμειδήτους ἁγίας εὐνάζετο νύκτας,
ἐξ οὗ Καλλίχορον ποταμὸν περιναιετάοντες,
ἠδὲ καὶ Αὔλιον ἄντρον ἐπωνυμίην καλέουσιν.
910
Ενθεν δὲ Σθενέλου τάφον ἔδρακον Ακτορίδαο,
ὃς ῥὰ τ᾿ Αμαζονίδων πολυθαρσέος ἐκ πολέμοιο
·ἂψ ἀνιὼν, δὴ γὰρ συνανήλυθεν Ηρακλῆϊ,
βλήμενος ἰῷ, κεῖθεν ἐπ᾿ ἀγχιάλου θάνεν ἀκτῆς.
οὐ μέν θην προτέρω ἔτ᾿ ἐμέτρεον, ἧκε γὰρ αὐτὴ
915
Φερσεφόνη ψυχὴν πολυδάκρυον Ακτορίδαο
λισσομένην τυτθόν περ ὁμήθεας ἄνδρας ἰδέσθαι.
τύμβου δὲ στεφάνης ἐπιβὰς σκοπιάζετο νῆα,
τοῖος ἐὼν, οἷος πόλεμόνδ᾽ ἴεν· ἀμφὶ δὲ καλὴ
τετράφαλος φοίνικι λόφῳ ἐπελάμπετο πήληξ.
920
καὶ ῥ᾽ ὁ μὲν αὖτις ἔδυνε μέλαν ζόφον· οἱ δ᾽ ἐσιδόντες
θάμβησαν· τοὺς δ᾽ ὧρσε θεοπροπέων ἐπικέλσαι
Αμπυκίδης Μόψος, λοιβῇσί τε μειλίξασθαι.
οἱ δ᾽ ἀνὰ μὲν κραιπνῶς λαῖφος σπάσαν, ἐκ δὲ βαλόντες
πείσματ᾽ ἐν αἰγιαλῷ Σθενέλου τάφον ἀμφεπένοντο,
925
χύτλα τέ οἱ χεύαντο, καὶ ἥγνισαν ἔντομα μήλων.
ἄνδιχα δ᾽ αὖ χύτλων νηοσσόῳ Απόλλωνι
βωμὸν δειμάμενοι μῆρ᾽ ἔφλεγον· ἂν δὲ καὶ Ορφεὺς
θῆκε λύρην· ἐκ τοῦ δὲ Λύρη πέλει οὔνομα χώρῳ.
Αὐτίκα δ᾽ οἳ γ᾽, ἀνέμοιο κατασπέρχοντος, ἔβησαν
930
νῆ᾽ ἔπι· καδδ᾽ ἄρα λαῖφος ἐρυσσάμενοι τανύοντο
ἐς πόδας ἀμφοτέρους· ἡ δ᾽ ἐς πέλαγος πεφόρητο
ἐντενὲς, ἤΰτε τίς τε δι' ἠέρος ὑψόθι κίρκος
ταρσὸν ἐφεὶς πνοιῇ, φέρεται ταχὺς, οὐδὲ τινάσσει
ῥιπὴν, εὐκήλῃσιν ἐνευδιόων πτερύγεσσι.
935
καὶ δὴ Παρθενίοιο ῥοὰς ἁλιμυρήεντος,
πρηϋτάτου ποταμοῦ, παρεμέτρεον, ᾧ ἔνι κούρη
Λητωΐς, ἄγρηθεν ὅτ᾽ οὐρανὸν εἰσαναβαίνει,
ὃν δέμας ἱμερτοῖσιν ἀναψύχει ὑδάτεσσι.
νυκτί τ᾽ ἔπειτ᾽ ἄλληκτον ἐπὶ προτέρωσε θέοντες,
940
Σήσαμον, αἰπεινούς τε παρεξενέοντ᾽ Ερυθίνους,
Κρωβίαλον, Κρώμναν τε, καὶ ὑλήεντα Κύτωρον.
ἔνθεν δ᾽ αὖτε Κάραμβιν ἅμ' ἠελίοιο βολῇσι
γνάμψαντες, παρὰ πουλὺν ἔπειτ᾽ ἤλαυνον ἐρετμοῖς
αἰγιαλὸν, πρόπαν ἦμαρ, ὁμῶς τ᾽ ἐπὶ ἤματι νύκτα.
945
946
Αὐτίκα δ᾽ Ασσυρίης ἐπέβαν χθονός, ἔνθα Σινώπην,
θυγατέρ᾽ Ασωποῖο, καθίσσατο, καί οἱ ὄπασσε
παρθενίην Ζεὺς αὐτὸς, ὑποσχεσίησι δολωθείς.
δὴ γὰρ ὁ μὲν φιλότητος ἐέλδετο· νεῦσε δ᾽ ὅγ᾽ αὐτῇ
δωσέμεναι, ὅ κεν ᾔσι μετὰ φρεσὶν ἰθύσειεν.
950
ἡ δὲ ἑ παρθενίην ᾐτήσατο κερδοσύνησιν.
ὡς δὲ καὶ Απόλλωνα παρήπαφεν, εὐνηθῆναι
ἱέμενον, ποταμόν τ᾽ ἐπὶ τοῖς Αλυν· οὐδὲ μὲν ἀνδρῶν
τὴν γέ τις ἱμερτῇσιν ἐν ἀγκοίνῃσι δάμασσεν.
ἔνθα δὲ Τρικκαίοιο ἀγαυοῦ Δηϊμάχοιο
955
υἷες, Δηϊλέων τε, καὶ Αὐτόλυκος, Φλόγιός τε,
τῆμος, ὅθ' Ηρακλῆος ἀπεπλάγχθησαν, ἔναιον·
οἱ ῥα τόθ᾽, ὡς ἐνόησαν ἀριστήων στόλον ἀνδρῶν,
σφᾶς αὐτοὺς νημερτὲς ἐπέφραδον ἀντιάσαντες·
οὐδ᾽ ἔτι μιμνάζειν θέλον ἔμπεδον, ἀλλ᾽ ἐνὶ νηΐ,
960
Αργέσταο παρᾶσσον ἐπιπνείοντος, ἔβησαν.
τοῖσι δ᾽ ὁμοῦ μετέπεισα θοῇ πεφορημένοι αὔρῃ
λεῖπον Αλυν ποταμὸν, λεῖπον δ᾽ ἀγχίροον Ιριν,
ἠδὲ καὶ Ασσυρίης πρόχυσιν χθονός· ἤματι δ᾽ αὐτῷ
γνάμψαν Αμαζονίδων ἕκαθεν λιμενήοχον ἄκρην.
965
Ενθα ποτὲ προμολοῦσαν Αρητιάδα Μελανίππην
ἥρως Ηρακλέης ἐλοχήσατο, καί οἱ ἄποινα
Ιππολύτη ζωστῆρα παναίολον ἐγγυάλιξεν
ἀμφὶ κασιγνήτης· ὁ δ᾽ ἀπήμονα πέμψεν ὀπίσσω.
τῆς οἱ γ᾽ ἐν κόλπῳ, προχοαῖς ἔπι Θερμώδοντος,
970
κέλσαν, ἐπεὶ καὶ πόντος ὀρίνετο νισσομένοισι.
τῷ δ᾽ οὔτις ποταμῶν ἐναλίγκιος, οὐδὲ ῥέεθρα
τόσσ᾽ ἐπὶ γαῖαν ἵησι παρὲξ ἕθεν ἄνδιχα βάλλων.
τετράκις εἰς ἑκατὸν δεύοιτό κεν, εἴ τις ἕκαστα
πεμπάζοι· μία δ' οἴη ἐτήτυμος ἔπλετο πηγή.
975
ἡ μὲν τ᾽ ἐξ ὀρέων κατανίσσεται ἤπειρόνδε
ὑψηλῶν, ἃ τε φασὶν Αμαζόνια κλείεσθαι.
ἔνθεν δ᾽ αἰπυτέρην ἐπικίδναται ἔνδοθι γαῖαν
ἀντικρύ· τῷ καί οἱ ἐπίστροφοι εἰσὶ κέλευθοι
αἰεὶ δ᾽ ἄλλυδις ἄλλῃ, ὅπη κύρσειε μάλιστα
980
ἠπείρου χθαμαλῆς, εἱλίσσεται· ἡ μὲν ἄπωθεν,
ἡ δὲ πέλας· πολέες δὲ πόροι νώνυμνοι ἔασιν,
ὅππη ὑπεξαφύονται· ὁ δ᾽ ἀμφαδὸν ἄμμιγα παύροις
Πόντον ἐς Αξεινον κυρτὴν ὑπερεύγεται ἄκρην.
καί νύ κε δηθύνοντες Αμαζονίδεσσιν ἔμιξαν
985
ὑσμίνην, καὶ δ᾽ οὐ κεν ἀναιμωτί γ᾽ ἐρίδηναν,
(οὐ γὰρ Αμαζονίδες μάλ᾽ ἐπητέες, οὐδὲ θέμιστας
τίουσαι πεδίον Δοιάντιον ἀμφενέμοντο·
ἀλλ᾽ ὕβρις στονόεσσα καὶ Αρεος ἔργα μεμήλει·
δὴ γὰρ καὶ γενεὴν ἔσαν Αρεος Αρμονίης τε
990
Νύμφης, ἢ τ᾿ Αρηϊ φιλοπτολέμους τέκε κούρας,
ἄλσεος Αλκμονίοιο κατὰ πτύχας εὐνηθεῖσα·)
εἰ μὴ ἐκ Διόθεν πνοιαὶ πάλιν Αργέσταο
ἤλυθον· οἱ δ᾽ ἀνέμῳ περιηγέα κάλλιπον ἀκτὴν,
ἔνθα Θεμισκύρειαι Αμαζόνες ὡπλίζοντο.
995
οὐ γὰρ ὁμηγερέες μίαν ἀμπόλιν, ἀλλ᾽ ἀνὰ γαῖαν
κεκριμέναι κατὰ φῦλα διὰ τρίχα ναιετάασκον·
νόσφι μὲν αἵδ᾽ αὐταὶ, τῇσι τότε κοιρανέεσκεν
Ιππολύτη, νόσφι δὲ Λυκάστιαι ἀμφενέμοντο,
νόσφι δ᾽ ἀκοντοβόλοι Χαδήσιαι, ἤματι δ᾽ ἄλλῳ
1000
νυκτί τ᾽ ἐπιπλομένη Χαλύβων παρὰ γαῖαν ἵκοντο.
1002
Τοῖσι μὲν οὔτε βοῶν ἄροτος μέλει, οὔτε τις ἄλλη
φυταλιὴ καρποῖο μελίφρονος· οὐδὲ μὲν οἱ γε
ποίμνας ἑρσήεντι νομῷ ἔνι ποιμαίνουσιν.
ἀλλὰ σιδηροφόρον στυφελὴν χθόνα γατομέοντες;
1005
ὦνον ἀμείβονται βιοτήσιον, οὐδέ ποτέ σφιν
ἠὼς ἀντέλλει καμάτων ἄτερ, ἀλλὰ κελαινῇ
λιγνύϊ καὶ καπνῷ κάματον βαρὺν ὀτλεύουσι.
Τούσδε μέτ᾽ αὐτίκ᾽ ἔπειτα Γενηταίου Διὸς ἄκρην
Ιοιογνάμψαντες, σώοντο παρὲξ Τιβαρηνίδα γαῖαν.
1010
ἔνθ᾽ ἐπεὶ ἄρ κε τέκωνται ὑπ᾽ ἀνδράσι τέκνα γυναῖκες,
αὐτοὶ μὲν στενάχουσιν ἐνὶ λεχέεσσι πεσόντες,
κράατα δησάμενοι· ταὶ δ᾽ εὖ κομέουσιν ἐδωδῇ
ἀνέρας; ἠδὲ λοετρὰ λεχώϊα τοῖσι πένονται.
Ἱερὸν αὐτ᾽ ἐπὶ τοῖσιν ὄρος, καὶ γαῖαν ἄμειβον,
1015
ᾗ ἔνι Μοσσύνοικοι ἀν᾿ οὔρεα ναιετάουσι
δουρατέους πύργους ἐϋπηγέας, οὓς καλέουσι
Μόσσυνας· καὶ δ᾽ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἔασιν.
ἀλλοίη δὲ δίκη, καὶ θέσμια τοῖσι τέτυκται.
ὅσσα μὲν ἀμφαδίῃ ῥέζειν θέμις, ἢ ἐνὶ δήμῳ,
1020
ἢ ἀγορῇ, τάδε πάντα δόμοις ἔνι μηχανόωνται·
ὅσσα δ᾽ ἐνὶ μεγάροις πεπονήμεθα, κεῖνα θύραζε
ἀψεγέως μέσσῃσιν ἐνὶ ῥέζουσιν ἀγυιαῖς.
οὐδ᾽ εὐνῆς αἰδὼς ἐπιδήμιος, ἀλλὰ, σύες ὣς
φορβάδες, οὐδ᾽ ἠβαιὸν ἀτυζόμενοι παρεόντας,
1025
μίσγονται χαμάδις ξυνῇ φιλότητι γυναικῶν.
αὐτὰρ ἐν ὑψίστῳ βασιλεὺς μόσσυνι θαάσσων
ἰθείας πολέεσσι δίκας λαοῖσι δικάζει,
σχέτλιος. ἣν γάρ που τι θέμιστεύων ἀλίτηται,
λιμῷ μιν κεῖν᾽ ἦμαρ ἐνικλείσαντες ἔχουσι.
1030
Τοὺς παραμειβόμενοι, καὶ δὴ σχεδὸν ἀντιπέρηθεν
νήσου Αρητιάδος, τέμνον πλόον εἰρεσίῃσιν
ἠμάτιοι· λιαρὴ γὰρ ὑπὸ κνέφας ἔλλιπεν αὔρη.
ἤδη καὶ τιν ὕπερθεν Αρήϊον ἀΐσσοντα
ἐνναέτην νήσοιο δι᾽ ἠέρος ὄρνιν ἴδοντο,
1035
ὃς ῥα τιναξάμενος πτέρυγας κατὰ νῆα θέουσαν
ἧκ᾽ ἐπὶ οἱ πτερὸν ὀξύ· τὸ δ᾽ ἐν λαιῷ πέσεν ὤμῳ
δίου Οϊλῆος· μεθέηκε δὲ χερσὶν ἐρετμὸν
βλήμενος· οἱ δὲ τάφον, πτερόεν βέλος εἰσορόωντες,
καὶ τὸ μὲν ἐξείρυσσε παρεδριόων Εριβώτης,
1040
ἕλκος δὲ ξυνέδησεν, ἀπὸ σφετέρου κολεοῖο
λυσάμενος τελαμῶνα κατῄορον· ἐκ δ᾽ ἐφαάνθη
ἄλλος ἐπὶ προτέρῳ πεποτημένος· ἀλλὰ μὲν ἥρως
Εὐρυτίδης Κλύτιος, πρὸ γὰρ ἀγκύλα τείνατο τόξα,
ἦκεν ἐπ᾿ οἰωνὸν ταχινὸν βέλος, αὐτὰρ ἔπειτα
1045
πλῆξεν· δινηθεὶς δὲ θοῆς πέσεν ἐγγύθι νηός.
τοῖσιν δ᾽ Αμφιδάμας μυθήσατο, παῖς Αλεοῖο.
Νῆσος μὲν πέλας ἡμὶν Αρητιὰς, ἴστε καὶ αὐτοὶ
τούσδ᾽ ὄρνιθας ἰδόντες. ἐγὼ δ᾽ οὐκ ἔλπομαι ἰοὺς
τόσσον ἐπαρκέσσειν εἰς ἔκβασιν. ἀλλά τιν᾿ ἄλλην
1050
μῆτιν πορσύνωμεν ἐπίροθον, εἴ γ᾽ ἐπικέλσαι
μέλλετε, Φινῆος μεμνημένοι, ὡς ἐπέτελλεν.
οὐδὲ γὰρ Ηρακλέης, ὁπότ᾽ ἤλυθεν Αρκαδίηνδε,
πλωάδας ὄρνιθας Στυμφηλίδος ἔσθενε λίμνης
ὤσασθαι τόξοισι, τὸ μέν τ᾽ ἐγὼ αὐτὸς ὄπωπα.
1055
ἀλλ᾽ ὅγε χαλκείην πλαταγὴν ἐνὶ χερσὶ τινάσσων
δούπει ἐπὶ σκοπιῆς περιμήκεος· αἱ δ᾽ ἐφέβοντο
τηλοῦ, ἀτυζηλῷ ὑπὸ δείματι κεκληγυῖαι.
τῷ καὶ νῦν τοίην τιν' ἐπιφραζώμεθα μῆτιν·
αὐτὸς δ᾽ ἂν τοπάροιθεν ἐπιφρασθεὶς ἐνέποιμι.
1060
ἀνθέμενοι κεφαλῇσιν ἀερσιλόφους τρυφαλείας,
ἡμίσεες μὲν ἐρέσσετ᾽ ἀμοιβαδὶς, ἡμίσεες δὲ
δούρασί τε ξυστοῖσι καὶ ἀσπίσιν ἄρσατε νῆα.
αὐτὰρ πασσυδίη περιώσιον ὄρνυτ᾽ ἀϋτὴν
ἀθρόοι, ὄφρα κολωὸν ἀηθείῃ φοβέωνται,
1065
νεύοντάς τε λόφους, καὶ ἐπῄορα δούραθ᾽ ὑπερθεν.
εἰ δέ κεν αὐτὴν νῆσον ἱκοίμεθα, δὴ τότ᾽ ἔπειτα
σὺν κελάδῳ σακέεσσι πελώριον ὄρσατε δοῦπον.
1068
Ως ἄρ᾽ ἔφη· πάντεσσι δ᾽ ἐπίροθος ἥνδανε μῆτις.
ἀμφὶ δὲ χαλκείας κόρυθας κεφαλῇσιν ἔθεντο,
1070
δεινὸν λαμπομένας, ἐπὶ δὲ λόφοι ἐσσείοντο
φοινίκεοι. καὶ τοὶ μὲν ἀμοιβήδην ἐλάασκον·
τοὶ δ᾽ αὖτ᾽ ἐγχείῃσι καὶ ἀσπίσι νῆ ἐκάλυψαν.
ὡς δ᾽ ὅτε τις κεράμῳ κατερέψεται ἑρκίον ἀνὴρ,
δώματος ἀγλαΐην τε καὶ ὑετοῦ ἔμμεναι ἄλκαρ,
1075
ἄλλῳ δ᾽ ἔμπεδον ἄλλος ὁμῶς ἐπαμοιβὸς ἄρηρεν·
ὣς οἵγ᾽ ἀσπίσι νῆα συναρτύναντες ἔρεψαν.
οἵη δὲ κλαγγὴ δηΐου πέλει ἐξ ὁμάδοιο
ἀνδρῶν κινυμένων, ὁπότε ξυνίωσι φάλαγγες,
τοίη ἄρ᾽ ὑψόθι νηὸς ἐς ἠέρα κίδνατ᾿ ἀϋτή.
1080
οὐδέ τιν' οἰωνῶν ἔτ᾽ ἐσέδρακον, ἀλλ᾽ ὅτε νήσῳ
χρίμψαντες σακέεσσιν ἐπέκτυπον, αὐτίκ᾽ ἄρ᾽ οἱ γε
μυρίοι ἔνθα καὶ ἔνθα πεφυζότες ἠερέθοντο.
ὡς δ᾽ ὁπότε Κρονίδης πυκινὴν ἐφέηκε χάλαζαν
ἐκ νεφέων ἀνὰ τ᾿ ἄστυ καὶ οἰκία, τοὶ δ᾽ ὑπὸ τοῖσιν
1085
ἐνναέται κόναβον τεγέων ὕπερ εἰσαΐοντες
ἦνται ἀκὴν, ἐπεὶ οὐ σφε κατέλλαβε χείματος ὥρη
ἀπροφάτως, ἀλλὰ πρὶν ἐκαρτύναντο μέλαθρα·
ὣς πυκινὰ πτερὰ τοῖσιν ἐφίεσαν ἀΐσσοντες
ὕψι· μάλ᾽ ἀμπέλαγος περάτης εἰς οὔρεα γαίης.
1090
Τις γὰρ δὴ Φινῆος ἔην νόος, ἐνθάδε κέλσαι
ἀνδρῶν ἡρώων θεῖον στόλον; ἢ καὶ ἔπειτα
ποῖον ὄνειαρ ἔμελλεν ἐελδομένοισιν ἱκέσθαι;
Υἱῆες Φρίξοιο μετὰ πτόλιν Ορχομενοῖο
ἐξ Αἴης ἐνέοντο παρ' Αἰήταο Κυταίου,
1095
Κολχίδα νὴ ἐπιβάντες, ἵν᾽ ἄσπετον ὄλβον ἄροιντο
πατρός· ὁ γὰρ θνήσκων ἐπετείλατο τήνδε κέλευθον.
καὶ δὴ ἔσαν νήσοιο μάλα σχεδὸν ἤματι κείνῳ.
Ζεὺς δ᾽᾽ ἀνέμου Βορέαο μένος κίνησεν ἀῆναι,
ὕδατι σημαίνων διερὴν ὁδὸν Αρκτούροιο·
1100
αὐτὰρ ὅγ᾽ ἠμάτιος μὲν ἐν οὔρεσι φύλλ᾽ ἐτίνασσε
τυτθὸν ἐπ᾿ ἀκροτάτοισιν ἀήσυρος ἀκρεμόνεσσι·
νυκτὶ δ᾽ ἔβη πόντονδε πελώριος, ώρσε δὲ κῦμα
κεκληγὼς πνοιῇσι· κελαινὴ δ᾽ οὐρανὸν ἀχλὺς
ἄμπεχεν, οὐδέ πη ἄστρα διαυγέα φαίνετ᾿ ἰδέσθαι
1105
ἐκ νεφέων, σκοτόεις δὲ περὶ ζόφος ἠρήρειστό.
οἱ δ᾽ ἄρα μυδαλέοι, στυγερὸν τρομέοντες ὄλεθρον,
υἱῆες Φρίξοιο φέρονθ᾽ ὑπὸ κύμασιν αύτως.
ἱστία δ᾽ ἐξήρπαξ᾽ ἀνέμου μένος, ἠδὲ καὶ αὐτὴν
ΙΙιονῆα διάνδιχ᾽ ἔαξε τινασσομένην ῥοθίοισιν.
1110
ἔνθα δ᾽ ὑπ᾽ ἐννεσίῃσι θεῶν, πίσυρές περ ἐόντες,
δούρατος ὠρέξαντο πελωρίου, οἷά τε πολλὰ
ῥαισθείσης κεκέδαστο, θόοις συναρηρότα γόμφοις.
καὶ τοὺς μὲν νῆσόνδε, παρέξ ὀλίγον θανάτοιο,
κύματα καὶ ῥιπαὶ ἀνέμου φέρον ἀσχαλόωντας.
1115
αὐτίκα δ᾽ ἐῤῥάγη ὄμβρος ἀθέσφατος, ὗε δὲ πόντον
καὶ νῆσον, καὶ πᾶσαν ὅσην κατεναντία νήσου
χώρην Μοσσύνοικοι ὑπέρβιοι ἀμφενέμοντο.
τοὺς δ᾽ ἄμυδις κρατερῷ σὺν δούρατι κύματος ὁρμὴ
υἱῆας Φρίξοιο μετ᾿ ἠϊόνας βάλε νήσου
1120
νύχθ᾽ ὑπὸ λυγαίην· τὸ δὲ μυρίον ἐκ Διὸς ὕδωρ
λῆξεν ἅμ᾽ ἠελίῳ· τάχα δ᾽ ἐγγύθεν ἀντεβόλησαν
ἀλλήλοις, Αργος δὲ παροίτατος ἔκφατο μῦθον.
1123
Αντόμεθα πρὸς Ζηνὸς Εποψίου, οἵτινες ἐστὲ
ἀνδρῶν, εὐμενέειν τε καὶ ἀρκέσσαι χατέουσι.
1125
πόντῳ γὰρ τρηχεῖαι ἐπιβρίσασαι ἄελλαι
νηὸς ἀεικελίης διὰ δούρατα πάντ᾽ ἐκέδασσαν.
τοὔνεκα νῦν ὑμέας γουναζόμεθ᾽, αἴ κε πίθοισθε,
δοῦναι ὅσον θ' εἵλυμα περὶ χροὺς, ἠδὲ κομίσσαι,
ἀνέρας οἰκτείραντας ὁμήλικας ἐν κακότητι.
1130
ἀλλ᾽ ἱκέτας ξείνους Διὸς εἵνεκεν αἰδέσσασθε
Ξεινίου, Ικεσίου τε· Διὸς δ᾽ ἄμφω ἱκέται τε
καὶ ξεῖνοι· ὁ δὲ που καὶ ἐπόψιος ἄμμι τέτυκται.
Τὸν δ᾽ αὖτ᾿ Αἴσονος υἱὸς ἐπιφραδέως ἐρέεινε,
μαντοσύνας Φινῆος ὀϊσσάμενος τελέεσθαι·
1135
Ταῦτα μὲν αὐτίκα πάντα παρέξομεν εὐμενέοντες.
ἀλλ᾽ ἄγε μοι κατάλεξον ἐτήτυμον, ὁππόθι γαίης -
ναίετε, καὶ χρέος οἷον ὑπεὶρ ἅλα νεῖσθαι ἀνώγει,
αὐτῶν θ᾽ ὑμείων ὄνομα κλυτὸν, ἠδὲ γενέθλην.
Τὸν δ' Αργος προσέειπεν ἀμηχανέων κακότητι·
1140
Αἰολίδην Φρίξον τιν᾿ ἀφ᾿ Ελλάδος Αἷαν ἱκέσθαι
ἀτρεκέως δοκέω που, ἀκούετε καὶ πάρος αὐτοὶ,
Φρίξον, ὅτις πτολίεθρον ἀνήλυθεν Αἰήταο,
κριοῦ ἐπεμβεβαὼς, τὸν ῥα χρύσειον ἔθηκεν
Ερμείης· κῶας δὲ καὶ εἰσέτι νῦν κεν ἴδοισθε.
1145
τὸν μὲν ἔπειτ᾽ ἔῤῥεξεν ἑῆς ὑποθημοσύνῃσι
Φυξίῳ ἐκ πάντων Κρονίδῃ Διΐ. καί μιν ἔδεκτο
Αἰήτης μεγάρῳ, κούρην τέ οἱ ἐγγυάλιξε
Χαλκιόπην ἀνάεδνον, ἐϋφροσύνῃσι νόοιο.
τῶν ἐξ ἀμφοτέρων εἰμὲν γένος. ἀλλ᾽ ὁ μὲν ἤδη
1150
γηραιός θάνε Φρίξος ἐν Αἰήταο δόμοισιν·
ἡμεῖς δ᾽ αὐτίκα, πατρὸς ἐφετμάων ἀλέγοντες,
νεύμεθ᾽ ἐς Ορχομενόν, κτεάτων Αθάμαντος ἕκητι.
εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις δεδαῆσθαι,
τῷδε Κυτίσσωρος πέλει οὔνομα, τῷδε δὲ, Φρόντις 1155-
1155
τῷ δὲ, Μέλας· ἐμὲ δ᾽ αὐτὸν ἐπικλείοιτέ κεν Αργον.
Ως φάτ᾽· ἀριστῆες δὲ συνηβολίῃ κεχάροντο,
καὶ σφέας ἀμφίεπον περιθαμβέες. αὐτὰρ Ιήσων
ἐξαῦτις κατὰ μοῖραν ἀμείψατο τοῖσδ᾽ ἐπέεσσιν.
Η ἄρα δὴ γνωτοὶ πατρώϊοι ἄμμιν ἐόντες
1160
λίσσεσθ᾽ εὐμενέοντας ἐπαρκέσσαι κακότητα.
Κρηθεὺς γάρ ρ᾽ Αθάμας τε κασίγνητοι γεγάασι.
Κρηθῆος δ' υἱωνὸς ἐγὼ σὺν τοῖσίδ᾽ ἑταίροις
Ελλάδος ἐξ αὐτῆς νέομ᾽ ἐς πόλιν Αἰήταο.
ἀλλὰ τὰ μὲν καὶ ἐσαῦτις ἐνέψομεν ἀλλήλοισι·
1165
νῦν δ᾽ ἕσσασθε πάροιθεν· ὑπ᾽ ἐννεσίῃσι δ᾽ ὀΐω
ἀθανάτων ἐς χεῖρας ἐμὰς χατέοντας ἱκέσθαι.
Ἦ ῥα, καὶ ἐκ νηὸς δῶκε σφίσιν εἵματα δύναι.
πασσυδίη δ᾽ ἤπειτα κίον μετὰ νηὸν Αρηος,
μῆλ᾽ ἱερευσόμενοι· περὶ δ᾽ ἐσχάρῃ ἐστήσαντο
1170
ἐσσυμένως, ἥ τ᾽ ἐκτὸς ἀνηρεφέος πέλε νηοῦ,
στιάων· εἴσω δὲ μέγας λίθος ἠρήρειστο
ἱερὸς, ᾧ ποτε πᾶσαι Αμαζόνες εὐχετόωντο.
οὐδέ σφιν θέμις ἦεν, ὅτ᾽ ἀντιπέρηθεν ἵκοντο,
μήλων ἠὲ βοῶν τῇδ᾽ ἐσχάρῃ ἱερὰ καίειν·
1175
ἀλλ᾽ ἵππους δαίτρευον, ἐπηετανὸν κομέουσαι.
αὐτὰρ ἐπεὶ ῥέξαντες ἐπαρτέα δαῖτ᾽ ἐπάσαντο,
δὴ τότ᾽ ἄρ᾽ Αἰσονίδης μετεφώνεεν, ἦρχέ τε μύθων.
1179
Ζεὺς αὐτὸς τὰ ἕκαστ᾽ ἐπιδέρκεται· οὐδέ μιν ἄνδρες
λήθομεν ἔμπεδον, οἵ τε θεουδέες ἠδὲ δίκαιοι.
1180
ὡς μὲν γὰρ πατέρ᾽ ὑμὶν ὑπεξείρυτο φόνοιο
μητρυιῆς, καὶ νόσφιν ἀπειρέσιον πόρεν ὄλβον·
ὣς δὲ καὶ ὑμέας αὖτις ἀπήμονας ἐξεσάωσε τ
χείματος οὐλομένοιο. πάρεστι δὲ τῆσδ᾽ ἐπὶ ὑπὸς
ἔνθα καὶ ἔνθα νέεσθαι, ὅπη φίλον, εἴτε μετ' Αίαν,
1185
εἴτε μετ᾿ ἀφνειὴν θείου πόλιν Ορχομενοῖο.
τὴν γὰρ Αθηναίη τεχνήσατο, καὶ τάμε χαλκῷ
δούρατα Πηλιάδος κορυφῆς πάρα· σὺν δὲ οἱ Αργος
τεῦξεν. ἀτὰρ, κείνην γε κακὸν διὰ κῦμ᾽ ἐκέδασσε,
πρὶν καὶ πετράων σχεδὸν ἐλθεῖν, αἱ τ᾽ ἐνὶ πόντῳ
1190
στεινωπῷ συνίασι πανήμεροι ἀλλήλησιν.
ἀλλ᾽ ἄγεθ᾽, ὧδε καὶ αὐτοὶ ἐς Ελλάδα΄ μαιομένοισι
κῶας ἄγειν χρύσειον ἐπίροθοι ἄμμι πέλεσθε,
καὶ πλόου ἡγεμονῆες, ἐπεὶ Φρίξοιο θυηλάς
στέλλομαι ἀμπλήσων, Ζηνὸς χόλον Αἰολίδησιν.
1195
Ισκε παρηγορέων· οἱ δ᾽ ἔστυγον εἰσαΐοντες.
οὐ γὰρ ἔφαν τεύξεσθαι ἐνηέος Αιήταος
κῶας ἄγειν κριοῖο μεμάοτας, ὧδέ τ᾽ ἔειπεν
Αργος, ἀτεμβόμενος τοῖον στόλον ἀμφιπένεσθαι.
Ω φίλοι, ἡμέτερον μὲν ὅσον σθένος, οὔποτ᾽ ἀρωγὴ
1200
σχήσεται, οὐδ᾽ ἠβαιὸν, ὅτε χρειώ τις ἵκηται.
ἀλλ᾽ αἰνῶς ὀλοῦσιν ἀπηνείῃσιν ἄρήρεν
Αἰήτης· τῷ καὶ περιδείδια ναυτίλλεσθαι.
στεῦται δ᾽ Ηελίου γόνος ἔμμεναι· ἀμφὶ δὲ Κόλχων
ἔθνεα ναιετάουσιν ἀπείρονα· καὶ δὲ κεν Αρει
1205
σμερδαλέην ἐνοπὴν μέγα τε σθένος ἰσοφαρίζοι.
οὐ μὰν, οὐδ᾽ ἀπάνευθεν ἑλεῖν δέρος Αἰήταο
ῥηΐδιον, τοῖός μιν ὄφις περί τ᾽ ἀμφί τ᾽ ἔρυται
ἀθάνατος καὶ ἄϋπνος, ὃν αὐτὴ Γαῖ᾿ ἀνέφυσε
Καυκάσου ἐν κνημοῖσι, Τυφωνείη ὅθι πέτρη,
1210
ἔνθα Τυφάονα φασὶ Διὸς Κρονίδαο κεραυνῷ ·
βλήμενον ; ὁππότε οἱ στιβαρὰς ἐπορέξατο χεῖρας,
θερμὸν ἀπὸ κρατὸς στάξαι φόνον· ἵκετο δ᾽ αὕτως
οὔρεα καὶ πεδίον Νυσήϊον, ἔνθ᾽ ἔτι νῦν περ
κεῖται ὑποβρύχιος Σερβωνίδος ὕδασι λίμνης.
1215
Ως ἄρ᾽ ἔφη· πολέεσσι δ᾽ ἐπὶ χλόος εἶλε παρειάς.
αὐτίκα, τοῖον ἄεθλον ὅτ᾽ ἔκλυον. αἶψα δὲ Πηλεύς.
θαρσαλέως ἐπέεσσιν ἀμείψατο, φώνησέν τε·
Μηδ᾽ οὕτως, ἠθεῖε, λίην δειδίσσεο θυμῷ.
οὔτε γὰρ ὧδ᾽ ἀλκὴν ἐπιδευόμεθ', ὥστε χερείους
1220
ἔμμεναι Αἰήταο σὺν ἔντεσι πειρηθῆναι.
ἀλλὰ καὶ ἡμέας οἴομ᾽ ἐπισταμένους πολέμοιο
κεῖσε μολεῖν, μακάρων σχεδὸν αἵματος ἐκγεγαῶτας.
τῷ, εἰ μὴ φιλότητι δέρος χρύσειον ὀπάσσοι,
οὔ οἱ χραισμήσειν ἐπιέλπομαι ἔθνεα Κόλχων.
1225
Ως οἵγ᾽ ἀλλήλοισιν ἀμοιβαδὸν ἠγορόωντο,
μέσφ᾽ αὖτις δόρποιο κορεσσάμενοι κατέδαρθεν.
ἦρι δ᾽ ἀνεγρομένοισιν ἐϋκραὴς ἄεν οὗρος·
ἱστία δ᾽ ἤειραν, τὰ δ᾽ ὑπὸ ῥιπῆς ἀνέμοιο
τείνετο· ρίμφα δὲ νῆσον ἀποπροέλειπον Αρηος,
1230
1231
Νυκτὶ δ᾽ ἐπιπλομένη Φιλυρηΐδα νῆσον ἄμειβον·
ἔνθα μὲν Οὐρανίδης Φιλύρη Κρόνος, εὔτ᾽ ἐν Ολύμπῳ
Τιτήνων ἤνασσεν, ὁ δὲ Κρηταῖον ὑπ᾿ ἄντρον
Ζεὺς ἔτι Κουρήτεσσι μετετρέφετ᾿ Ιδαίοισι,
Ρείην ἐξαπάφων, παρελέξατο· τοὺς δ᾽ ἐνὶ λέκτροις
1235
τέτμε θεὰ μεσσηγύς· ὁ δ᾽ ἐξ εὐνῆς ἀνορούσας
ἔσσυτο χαιτήεντι φυὴν ἐναλίγκιος ἵππω·উন।
ἡ δ᾽ αἰδοῖ χῶρόν τε καὶ ἤθεα κεῖνα λιποῦσα
Ωκεανὶς Φιλύρη, εἰς οὔρεα μακρὰ Πελασγῶν
ἦλθ᾽, ἵνα δὴ Χείρωνα πελώριον, ἄλλα μὲν ἵππῳ,
1240
ἄλλα θεῷ, ἀτάλαντον, ἀμοιβαίῃ τέκεν εὐνῇ.
Κεῖθεν δ᾽ αὖ Μάκρωνας, ἀπειρεσίην τε Βεχείρων
γαῖαν, ὑπερφιάλους τε παρεξενέοντο Σάπειρας,
Βυζηράς τ᾽ ἐπὶ τοῖσιν· ἐπιπρὸ γὰρ αἰὲν ἔτεμνον
ἐσσυμένως, λιαροῖο φορεύμενοι ἐξ ἀνέμοιο.
1245
καὶ δὴ νισσομένοισι μυχὸς διεφαίνετο Πόντου.
καὶ δὴ Καυκασίων ὀρέων ἀνέτελλον ἐρίπναι
ἠλίβατοι, τόθι γυῖα περὶ στυφελοῖσι πάγοισιν
ἰλλόμενος χαλκέῃσιν ἀλυκτοπέδῃσι Προμηθεύς
αἰετὸν ἥπατι φέρβε παλιμπετὲς ἀΐσσοντα.
1250
τὸν μὲν ἐπ᾿ ἀκροτάτης ἴδον ἕσπερον ὀξέϊ ῥοίζω
νηὸς ὑπερπτάμενον νεφέων σχεδόν· ἀλλὰ καὶ ἔμπης
λαίφεα πάντ᾽ ἐτίναξε, παραιθύξας πτερύγεσσιν.
οὐ γὰρ ὅγ᾽ αἰθερίοιο φυὴν ἔχεν οἰωνοῖο,
ἶσα δ᾽ ἐϋξέστοις ὠκύπτερα πάλλεν ἐρετμοῖς.
1255
δηρὸν δ᾽ οὐ μετέπειτα πολύστονον ἄϊον αὐδὴν
ἦπαρ ἀνελκομένοιο Προμηθέος· ἔκτυπε δ᾽ ἀἰθὴρ
οἰμωγῇ, μέσφ᾽ αὖτις ἀπ᾿ οὔρεος αΐσσοντα
αἰετὸν ὠμηστὴν αὐτὴν ὁδὸν εἰσενόησαν.
ἐννύχιοι δ᾽ Αργοιο δαημοσύνῃσιν ἵκοντο
1260
Φᾶσίν τ᾽ εὐρυρέοντα, καὶ ἔσχατα πείρατα πόντου.
Αὐτίκα δ᾽ ἱστία μὲν καὶ ἐπίκριον ἔνδοθι κοίλης
ἱστοδόκης στείλαντες ἐκόσμεον· ἐν δὲ καὶ αὐτὸν
ἱστὸν ἄφαρ χαλάσαντο παρακλιδόν· ὦκα δ᾽ ἐρετμοῖς
εἰσέλασαν ποταμοῖο μέγαν ῥόον· αὐτὰρ ὁ πάντη
1265
καχλάζων ὑπόεικεν. ἔχον δ᾽ ἐπ᾿ ἀριστερὰ χειρῶν
Καύκασον αἰπήεντα, Κυταιΐδα τε πτόλιν Αἴης,
ἔνθεν δ᾽ αὖ πεδίον τὸ Αρήϊον, ἱερά τ᾽ ἄλση
τοῖο θεοῦ, τόθι κῶας ὄφις εἴρυτο δοκεύων,
πεπτάμενον λασίοισιν ἐπὶ δρυὸς ἀκρεμόνεσσιν.
1270
αὐτὸς δ᾽ Αἰσονίδης χρυσέῳ ποταμόνδε κυπέλλῳ
οἴνου ἀκηρασίοιο μελισταγέας χέε λοιβὰς
Γαίῃ τ᾽, ἐνναέταις τε θεοῖς, ψυχαῖς τε καμόντων.
ἡρώων· γουνοῦτο δ᾽ ἀπήμονας εἶναι ἀρωγοὺς
εὐμενέως, καὶ νηὸς ἐναίσιμα πείσματα δέχθαί.
1275
αὐτίκα δ᾽ Αγκαῖος τοῖον μετὰ μῦθον ἔειπε.
Κολχίδα μὲν δὴ γαῖαν ἱκάνομεν, ἠδὲ ῥέεθρα
Φάσιδος· ὥρη δ᾽ ἡμὶν ἐνὶ σφίσι μητιάασθαι,
εἴτ᾽ οὖν μειλιχίῃ πειρησόμεθ' Αἰήταο;
εἴτε καὶ ἀλλοίη τις ἐπήβολος ἔσσεται ὁρμή.
1280
1281
Ως ἔφατ᾿· Αργου δ᾽ αὖτε παρηγορίησιν. Ιήσων
ὑψόθι νῆ ἐκέλευσεν ἐπ᾽ εὐναίῃσιν ἐρύσσαι,
Δάσκιον εἰσελάσαντας ἕλος· τὸ δ᾽ ἐπισχεδὸν ἦε
νισσομένων, ἔνθ᾽ οίγε διὰ κνέφας ηυλίζοντο.
ἠὼς δ᾽ οὐ μετὰ δηρὸν ἐελδομένοις ἐφαάνθη.
1285