ΑΠΟΛΛΩΝΙΟΥ ΒΙΒΛΙΟΝ Α.
1
Αρχόμενος σέο, Φοῖβε, παλαιγενέων κλέα φωτων
1
μνήσομαι, οἳ Πόντοιο κατὰ στόμα, καὶ διὰ πέτρας.
Κυανέας, βασιλῆος ἐφημοσύνῃ Πελίαο,
χρύσειον μετὰ κῶας ἐΰζυγον ἤλασαν Αργώ.
Τοίην γὰρ Πελίης φάτιν ἔκλυεν, ὡς μιν ὀπίσσω
5
μοῖρα μένει στυγερὴ, τοῦδ᾽ ἀνέρος, ὅντιν᾽ ἴδοιτο
δημόθεν οἰοπέδιλον, ὑπ᾽ ἐννεσίησι δαμῆναι.
δηρὸν δ᾽ οὐ μετέπειτα θεὴν κατὰ βάξιν ΙΗΣΩΝ,
χειμερίοιο ρέεθρα κιὼν διὰ ποσσὶν Αναύρου,
ἄλλο μὲν ἐξεσάωσεν ὑπ᾿ ἰλύος, ἄλλο δ᾽ ἔνερθε
10
κάλλιπεν αὖθι πέδιλον ἐνισχόμενον προχοῇσιν.
ἵκετο δ᾽ ἐς Πελίην αὐτοσχεδὸν, ἀντιβολήσων
εἰλαπίνης, ἣν πατρὶ Ποσειδάωνι καὶ ἄλλοις
ῥέζε θεοῖς, Ηρης δὲ Πελασγίδος οὐκ ἀλέγιζεν.
αἶψα δὲ τόν γ᾽ ἐςιδὼν ἐφράσσατο, καί οἱ ἄεθλον
15
ἔντυε ναυτιλίης πολυκηδέος, ὄφρ᾽ ἐνὶ πόντῳ
ἠέ κεν ἀλλοδαποῖσι μετ᾿ ἀνδράσι νόστον ὀλέσσῃ.
Νῆα μὲν οὖν οἱ πρόσθεν ἐπικλείουσιν ἀοιδοὶ
Αργον Αθηναίης καμέειν ὑποθημοσύνῃσι.
νῦν δ᾽ ἂν ἐγὼ γενεήν τε καὶ οὔνομα μυθησαίμην
20
ἡρώων, δολιχῆς τε πόρους ἁλὸς, ὅσσα τ᾽ ἔρεξαν
πλαζόμενοι· Μοῦσαι δ᾽ ὑποφήτορες εἶεν ἀοιδῆς.
Πρῶτά νυν ΟΡΦΗΟΣ μνησώμεθα, τόν ῥάποτ᾿ αὐτὴ
Καλλιόπη Θρήϊκι φατίζεται εὐνηθεῖσα
Οἰάγρῳ σκοπιῆς Πιμπληΐδος ἄγχι τεκέσθαι.
25
αὐτὰρ τόν γ᾽ ἐνέπουσιν ἀτειρέας οὔρεσι πέτρας
θέλξαι ἀοιδάων ἐνοπῇ, ποταμῶν τε ῥέεθρα.
φηγοὶ δ᾽ ἀγριάδες, κείνης ἔτι σήματα μολπῆς,
ἀκτῆς Θρηϊκίης Ζώνης ἔπι τηλεθόωσαι
ἑξείης στιχόωσιν ἐπήτριμοι, ἃς ὅ γ᾽ ἐπιπρὸ
30
θελγομένας φόρμιγγι κατήγαγε Πιερίηθεν.
Ορφέα μὲν δὴ τοῖον ἑῶν ἐπαρωγὸν ἀέθλων
Αἰσονίδης, Χείρωνος ἐφημοσύνῃσι πιθήσας,
δέξατο, Πιερίῃ Βιστωνίδι κοιρανέοντα.
Ηλυθε δ᾽ ΑΣΤΕΡΙΩΝ αὐτοσχεδὸν, ὅν ῥα Κομήτης
35
γείνατο δινήεντος ἐφ᾽ ὕδασιν Απιδανοῖο,
Πειρεσιάς, ὄρεος Φυλληΐου ἀγχόθι, ναίων,
ἔνθα μὲν Απιδανός τε μέγας, καὶ δῖος Ενιπεὺς
ἄμφω συμφορέονται, ἀπόπροθι εἰς ἓν ἰόντες.
Λάρισσαν δ᾽ ἐπὶ τοῖσι λιπὼν ΠΟΛΥΦΗΜΟΣ ἵκανεν
40
Εἰλατίδης, ὃς πρὶν μὲν ἐρισθενέων Λαπιθάων,
ὁππότε Κενταύροις Λαπίθαι ἐπεθωρήσσοντο,
ὁπλότερος πολέμιζε· τότ᾽ αὖ βαρύθεσκέ οἱ ἤδη
γυῖα, μένεν δ᾽ ἔτι θυμὸς ἀρήϊος, ὡς τοπάρος περ.
Οὐδὲ μὲν ΙΦΙΚΛΟΣ Φυλάκῃ ἔνι δηρὸν ἔλειπτο,
45
μήτρως Αἰσονίδαο· κασιγνήτην γὰρ ὅπυιεν
Αἴσων Αλκιμέδην Φυλακηΐδα· τῆς μιν ἀνώγει
πηοσύνη καὶ κῆδος ἐνικρινθῆναι ὁμίλῳ.
Οὐδὲ Φεραῖς ΑΔΜΗΤΟΣ ἐϋρήνεσσιν ἀνάσσων
μίμνεν ὑπὸ σκοπιὴν ὄρεος Χαλκωδονίοιο.
50
51
Οὐδ᾽ Αλόπη μίμνον πολυλήϊοι Ερμείαο
υἱέες, εὖ δεδαῶτε δόλους, ΕΡΥΤΟΣ καὶ ΕΧΙΩΝ.
τοῖσι δ᾽ ἔπι τρίτατος γνωτὸς κίε νισσομένοισιν
ΑΙΘΑΛΙΔΗΣ· καὶ τὸν μὲν ἐπ᾿ Αμφρυσοῖο ῥοῇσι
Μυρμιδόνος κούρη Φθιὰς τέκεν Εὐπολέμεια·
55
τὼ δ᾽ αὖτ᾿ ἐκγεγάτην Μενετηΐδος Αντιανείρης.
Ηλυθε δ᾽ ἀφνειὴν προλιπὼν Γυρτῶνα ΚΟΡΩΝΟΣ
Καινεΐδης, ἐσθλὸς μὲν, ἑοῦ δ᾽ οὐ πατρὸς ἀμείνων.
Καινέα γὰρ ζωόν περ ἐπικλείουσιν ἀοιδοὶ
Κενταύροισιν ὀλέσθαι, ὅτε σφέας οἷος ἀπ᾿ ἄλλων
60
ἤλασ᾽ ἀριστεύων· οἱ δ᾽ ἔμπαλιν ὁρμηθέντες
οὔτε μιν ἀγκλῖναι προτέρω σθένον, οὔτε δαΐξαι.
ἀλλ᾽ ἄῤῥηκτος, ἄκαμπτος ἐδύσατο νειόθι γαίης,
θεινόμενος στιβαρῇσι καταΐγδην ἐλάτησιν.
Ηλυθε δ᾽ αὖ ΜΟΨΟΣ Τιταρήσιος, ὃν πέρι πάντων
65
Λητοΐδης ἐδίδαξε θεοπροπίας οἰωνῶν·
ἠδὲ καὶ ΕΥΡΥΔΑΜΑΣ Κτιμένου πάϊς· ἄγχι δὲ λίμνης
Ξυνιάδος Κτιμένην Δολοπηΐδα ναιετάασκε.
Καὶ μὴν Ακτωρ υἷα ΜΕΝΟΙΤΙΟΝ ἐξ Οπόεντος
ὧρσεν, ἀριστήεσσι σὺν ἀνδράσιν ὄφρα νέοιτο
70
Είπετο δ' ΕΥΡΥΤΙΩΝ τε, καὶ ἀλκήεις ΕΡΙΒΩΤΗΣ,
υἶες, ὁ μὲν Τελέοντος, ὁ δ᾽ Ιρου Ακτορίδαο·
ἤτοι ὁ μὲν Τελέοντος ἐϋκλειὴς Εριβώτης,
Ιρου δ᾽ Εὐρυτίων. σὺν καὶ τρίτος ἧκεν ΟΙΛΕΥΣ
ἔξοχος ἠνορέην, καὶ ἐπαΐξαι μετόπισθεν
75
εὖ δεδαὼς δηΐοισιν, ὅτε κλίνειε φάλαγγας.
Αὐτὰρ ἀπ᾿ Εὐβοίης ΚΑΝΘΟΣ κίε, τὸν ῥα Κάνηθος
πέμπεν Αβαντιάδης λελιημένον· οὐ μὲν ἔμελλε
νοστήσειν Κήρινθον ὑπότροπος. αἶσα γὰρ ἦεν
αὐτὸν ὁμῶς, Μόψον τε δαήμονα μαντοσυνάων,
80
πλαγχθέντας Λιβύης ἐνὶ πείρασι δῃωθῆναι.
ὡς οὐκ ἀνθρώποισι κακὸν μήκιστον ἐπαυρεῖν,
ὁππότε κἀκείνους Λιβύῃ ἔνι ταρχύσαντο,
τόσσον ἑκὰς Κόλχων, ὅσσον τέ περ ἠελίοιο
μεσσηγὺς δύσιές τε καὶ ἀντολαὶ εἰςορόωνται.
85
Τῷ δ' ἄρ᾽ ἔπι ΚΛΥΤΙΟΣ τε καὶ ΙΦΙΤΟΣ ἠγερέθοντο,
Οἰχαλίης ἐπίουροι, ἀπηνέος Εὐρύτου υἶες,
Εὐρύτου, ᾧ πόρε τόξον Εκηβόλος· οὐδ᾽ ἀπόνητο
δωτίνης· αὐτῷ γὰρ ἑκὼν ἐρίδηνε δοτῆρι.
Τοῖσι δ᾽ ἔπ᾿ Αἰακίδαι μετεκίαθον· οὐ μὲν ἅμ᾽ ἄμφω,
90
οὐδ᾽ ὁμόθεν· νόσφι γὰρ ἀλευάμενοι κατένασθεν
Αἰγίνης, ὅτε Φῶκον ἀδελφεὸν ἐξενάριξαν
ἀφραδίῃ. ΤΕΛΑΜΩΝ μὲν ἐν Ατθίδι νάσσατο νήσῳ·
ΠΗΛΕΥΣ δὲ Φθίῃ ἔνι δώματα ναῖε λιασθείς.
Τοῖς δ᾽ ἔπι Κεκροπίηθεν ἀρήϊος ἤλυθε ΒΟΥΤΗΣ,
95
παῖς ἀγαθοῦ Τελέοντος, ἐϋμελίης τε ΦΑΛΗΡΟΣ.
Αλκων μιν προέηκε πατὴρ ἑός· οὐ μὲν ἔτ᾽ ἄλλους
γήραος υἷας ἔχε βιότοιό τε κηδεμονῆας.
ἀλλὰ ἑ, τηλύγετον περ ὅμως καὶ μοῦνον ἐόντα,
πέμπεν, ἵνα θρασέεσσι μεταπρέποι ἡρώεσσι.
100
Θησέα δ᾽, ὃς πέρι πάντας Ερεχθεΐδας ἐκέκαστο,
Ταιναρίην ἀΐδηλος ὑπὸ χθόνα δεσμὸς ἔρυκε,
Πειρίθῳ ἑσπόμενον κοινὴν ὁδόν. ἡ τέ κεν ἄμφω
ῥηΐτερον καμάτοιο τέλος πάντεσσιν ἔθεντο.·
105
ΤΙΦΥΣ δ' Αγνιάδης Σιφαέα κάλλιπε δῆμου
105
Θεσπιέων, ἐσθλὸς μὲν ὀρινόμενον προδαῆναι
κῦμ᾽ ἁλὸς εὐρείης, ἐσθλὸς δ᾽ ἀνέμοιο θυέλλας
καὶ πλόον ἠελίῳ τε καὶ ἀστέρι τεκμήρασθαι.
αὐτή μιν Τριτωνὶς ἀριστήων ἐς ὅμιλον
ὧρσεν Αθηναίη, μετὰ δ᾽ ἤλυθεν ἐλδομένοισιν.
110
αὐτὴ γὰρ καὶ νῆα θοὴν κάμε· σὺν δὲ οἱ Αργος
τεῦξεν Αρεστορίδης, κείνης ὑποθημοσύνῃσι.
τῷ καὶ πασάων προφερεστάτη ἔπλετο νηῶν,
ὅσσαι ὑπ᾽ εἰρεσίῃσιν ἐπειρήσαντο θαλάσσης.
ΦΛΙΑΣ δ᾽ αὖτ᾽ ἐπὶ τοῖσιν Αραιθυρέηθεν ἵκανεν,
115
ἔνθ᾽ ἀφνειὸς ἔναιε Διωνύσοιο ἕκητι,
πατρὸς ἑοῦ, πηγῇσιν ἐφέστιος Ασωποῖο.
Αργόθεν αὖ ΤΑΛΑΟΣ καὶ ΑΡΗΪΟΣ, υἱε Βίαντος
ἤλυθον, ἴφθιμός τε ΛΕΩΛΟΚΟΣ, οὓς τέκε Πηρώ
Νηληΐς· τῆς δ᾽ ἄμφι δύην ἐμόγησε βαρεῖαν
120
Αἰολίδης σταθμοῖσιν ἐν Ιφίκλοιο Μελάμπους.
Οὐδὲ μὲν οὐδὲ βίην κρατερόφρονος ΗΡΑΚΛΗΟΣ
πευθόμεθ᾽ Αἰσονίδαο λιλαιομένου ἀθερίξαι.
ἀλλ᾽ ἐπεὶ ἄϊε βάξιν ἀγειρομένων ἡρώων,
νεῖον ἀπ᾿ Αρκαδίης Λυγκήϊον Αργος ἀμείψας
125
τὴν ὁδὸν, ᾗ ζωὸν φέρε κάπριον, ὅς ῥ᾽ ἐνὶ βήσσῃς
φέρβετο Λαμπείης, Ερυμάνθιον ἀμμέγα τῖφος·
τὸν μὲν ἐνὶ πρώτῃσι Μυκηναίων ἀγορῇσι
δεσμοῖς ἰλλόμενον μεγάλων ἀπεθήκατο νώτων·
αὐτὸς δ᾽ ἡ ἰότητι, παρὲκ νόον Εὐρυσθῆος,
130
ὡρμήθη· σὺν καί οἱ Υλας κίεν, ἐσθλὸς ὀπάων,
πρωθήβης, ἰῶν τε φορεὺς, φύλακός τε βιοῖο.
Τῷ δ᾽ ἔπι δὴ θείοιο κίεν Δαναοῖο γενέθλη,
ΝΑΥΠΛΙΟΣ. ἦ γὰρ ἔην Κλυτονήου Ναυβολίδαο·
Ναύβολος αὖ Λέρνου· Λέρνον γε μὲν ἴδμεν ἐόντα
135
Προίτου Ναυπλιάδαο· Ποσειδάωνι δὲ κούρη
πρίν ποτ' Αμυμώνη Δαναΐς τέκεν εὐνηθεῖσα
Ναύπλιον, ὃς πέρι πάντας ἐκαίνυτο ναυτιλίῃσιν.
ΙΔΜΩΝ δ᾽ ὑστάτιος μετεκίαθεν, ὅσσοι ἔναιον
Αργος, ἐπεὶ δεδαὼς τὸν ἑὸν μόρον οἰωνοῖσιν
140
ἤϊε, μή οἱ δῆμος ἐϋκλείης ἀγάσαιτο.
οὐ μὲν ὅγ᾽ ἦεν Αβαντος ἐτήτυμον, ἀλλά μιν αὐτὸς
γείνατο κυδαλίμοις ἐναρίθμιον Αἰολίδῃσι
Λητοΐδης· αὐτὸς δὲ θεοπροπίας ἐδίδαξεν,
οἰωνούς τ᾽ ἀλέγειν, ἠδ᾽ ἔμπυρα σήματ᾿ ἰδέσθαι.
145
Καὶ μὴν Αἰτωλὶς κρατερὸν ΠΟΛΥΔΕΥΚΕΑ Λήδη
ΚΑΣΤΟΡΑ τ᾿ ὠκυπόδων ὧρσε δεδαημένον ἵππων
Σπάρτηθεν· τοὺς δ᾽ ἡ γε δόμοις ἔνι Τυνδαρέοιο
τηλυγέτους ὠδῖνι μιῇ τέκεν· οὐδ᾽ ἀπίθησε
νισσομένοις· Ζηνὸς γὰρ ἐπάξια μήδετο λέκτρων.
150
Οἱ τ᾽ Αφαρητιάδαι ΛΥΓΚΕΥΣ καὶ ὑπέρβιος ΊΔΑΣ
Αρήνηθεν ἔβαν, μεγάλῃ περιθαρσέες ἀλκῇ
ἀμφότεροι· Αυγκεὺς δὲ καὶ ὀξυτάτοις ἐκέκαστο
ὄμμασιν, εἰ ἐτεόν γε πέλει κλέος, ἀνέρα κεῖνον·
ῥηϊδίως καὶ νέρθεν ὑπὸ χθονὸς αὐγάζεσθαι. .
155
156
Σὺν δὲ ΠΕΡΙΚΛΥΜΕΝΟΣ Νηλήϊος ὠρτονέεσθαι,
πρεσβύτατος παίδων, ὅσοι ἐν Πύλῳ ἐξεγένοντο
Νηλῆος θείοιο· Ποσειδάων δέ οἱ ἀλκὴν .
δῶκεν ἀπειρεσίην, ἠδ᾽ ὅ ττι κεν ἀρήσαιτο
μαρνάμενος, τὸ πέλεσθαι ἐνὶ ξυνοχῇ πολέμοιο.
160
Καὶ μὴν ΑΜΦΙΔΑΜΑΣ ΚΗΦΕΥΣτ᾽ ἴσαν Αρκαδίηθεν,
οἳ Τεγέην καὶ κλῆρον Αφειδάντειον ἔναιον,
υἷε δύω Αλεοῦ· τρίτατός γε μὲν ἕσπετ᾿ ἰοῦσιν
ΑΓΚΑΙΟΣ, τὸν μὲν ῥα πατὴρ Λυκόοργος ἔπεμπε,
τῶν ἄμφω γνωτὸς προγενέστερος. ἀλλ᾽ ὁ μὲν ἤδη
165
γηράσκοντ᾽ Αλεὸν λίπετ᾽ ἀμπόλιν ὄφρα κομίζοι,
παῖδα δ᾽ ἑὸν σφετέροισι κασιγνήτοισιν ὄπασσε.
βῆ δ᾽ ὅ γε Μαιναλίης ἄρκτου δέρος, ἀμφίτομόν τε
δεξιτερῇ πάλλων πέλεκυν μέγαν. ἔντεα γάρ οἱ
πατροπάτωρ Αλεὸς μυχάτῃ ἐνέκρυψε καλιῇ,
170
αἴ κέν πως ἔτι καὶ τὸν ἐρητύσειε νέεσθαι.
Βὴ δὲ καὶ ΑΥΓΕΙΗΣ, ὃν δὴ φάτις Ηελίοιο
ἔμμεναι· Ηλείοισι δ᾽ ὅ γ᾽ ἀνδράσιν ἐμβασίλευεν,
ὄλβῳ κυδιόων· μέγα δ᾽ ἵετο Κολχίδα γαῖαν
αὐτόν τ᾽ Αἰήτην ἰδέειν σημάντορα Κόλχων.
175
ΑΣΤΕΡΙΟΣ δὲ καὶ ΑΜΦΙΩΝ Υπερασίου υἶες
Πελλήνης ἀφίκανον Αχαιΐδος, ἣν ποτε Πέλλης
πατροπάτωρ ἐπόλισσεν ἐπ᾽ ὀφρύσιν αἰγιαλοῖο.
Ταίναρον αὖτ᾽ ἐπὶ τοῖσι λιπὼν ΕΥΦΗΜΟΣ ἵκανε,
τὸν ῥα Ποσειδάωνι ποδωκηέστατον ἄλλων
180
Εὐρώπη Τιτυοῖο μεγασθενέος τέκε κούρη.
κεῖνος ἀνὴρ καὶ πόντου ἐπὶ γλαυκοῖο θέεσκεν
οἴδματος, οὐδὲ θοοὺς βάπτε πόδας, ἀλλ᾽ ὅσον ἄκροις
ἴχνεσι τεγγόμενος διερῇ πεφόρητο κελεύθῳ.
Καὶ δ᾽ ἄλλω δύο παῖδε Ποσειδάωνος ἵκοντο·
185
ἤτοι ὁ μὲν πτολίεθρον ἀγανοῦ Μιλήτοιο
νοσφισθεὶς ΕΡΓΙΝΟΣ, ὁ δ᾽ Ιμβρασίης ἕδος Ηρης,
Παρθενίην, ΑΓΚΑΙΟΣ ὑπέρβιος· ἴστορε δ᾽ ἄμφω
ἠμὲν ναυτιλίης, ἠδ᾽ ἄρεος εὐχετόωντο.
Οἰνεΐδης δ᾽ ἐπὶ τοῖσιν ἀφορμηθεὶς Καλυδῶνος
190
ἀλκήεις ΜΕΛΕΑΓΡΟΣ ἀνήλυθε, ΛΑΟΚΟΩΝ τε,
Λαοκόων Οἰνῆος ἀδελφεὸς, οὐ μὲν ἰῆς γε
μητέρος· ἀλλά ὁ θῆσσα γυνὴ τέκε· τὸν μὲν ἄρ᾽ Οἰνεὺς
ἤδη γηραλέον κοσμήτορα παιδὸς ἴαλλεν·
ὧδ᾽ ἔτι κουρίζων περιθαρσέα δῦνεν ὅμιλον
195
ἡρώων. τοῦ δ᾽ οὔ τιν᾽ ὑπέρτερον ἄλλον ὀἴω,
νόσφιν γ' Ηρακλῆος, ἐςελθέμεν, εἴ κ᾿ ἔτι μοῦνον
αὖθι μένων λυκάβαντα μετετράφη Αἰτωλοῖσι.
καὶ μὴν οἱ μήτρως αὐτὴν ὁδὸν, εὖ μὲν ἄκοντι,
εὖ δὲ καὶ ἐν σταδίῃ δεδαημένος ἀντιφέρεσθαι,
200
Θεστιάδης ΙΦΙΚΛΟΣ ἐφωμάρτησε κιόντι.
Σὺν δὲ ΠΑΔΑΙΜΟΝΙΟΣ Λέρνου πάϊς Ωλενίοιο,
Λέρνου ἐπίκλησιν, γενεήν γε μὲν Ηφαίστοιο·
τοὔνεκ᾽ ἔην πόδε σιφλός· ἀτὰρ δέμας οὐχ ἕ τις ἔτλη
ἠνορέην τ᾽ ὀνόσασθαι, ὃ καὶ μεταρίθμιος ἦε
205
πᾶσιν ἀριστήεσσιν, Ιήσονι κῦδος ἀέξων.
207
Εκ δ᾽ ἄρα Φωκήων κίεν ΙΦΙΤΟΣ Ορνυτίδαο
Ναυβόλου ἐκγεγαώς· ξεῖνος δὲ οἱ ἔσκε πάροιθεν,
ἦμος ἔβη Πυθῶδε θεοπροπίας ἐρεείνων
ναυτιλίης· τόθι γάρ μιν ἑοῖς ὑπέδεκτο δόμοισι.
210
ΖΗΤΗΣ δ᾽ αὖ ΚΑΛΑΙΣ τε Βορήϊοι υἶες ἵκοντο,
οὓς ποτ᾿ Ερεχθηΐς Βορέῃ τέκεν Ωρείθυια
ἐσχατιῇ Θρήκης δυςχειμέρου· ἔνθ᾽ ἄρα τὴν γε
Θρηΐκιος Βορέης ἀνερείψατο Κεκροπίηθεν,
Ιλισσοῦ προπάροιθε χορῷ ἔνι δινεύουσαν.
215
καί μιν ἄγων ἕκαθεν, Σαρπηδονίην ὅθι πέτρην
κλείουσι, ποταμοῖο παρὰ ῥόον Εργίνοιο,
λυγαίοις ἐδάμασσε περὶ νεφέεσσι καλύψας.
τῶν μὲν ἐπ᾿ ἀκροτάτοισι ποδῶν ἑκάτερθεν ἐρεμνὰς
σεῖον ἀειρομένω πτέρυγας, μέγα θάμβος ἰδέσθαι,
220
χρυσείαις φολίδεσσι διαυγέας· ἀμφὶ δὲ νώτοις
κράατος ἐξ ὑπάτοιο καὶ αὐχένος ἔνθα καὶ ἔνθα
κυάνεαι δονέοντο μετὰ πνοιῇσιν ἔθειραι.
Οὐδὲ μὲν οὐδ᾽ αὐτοῖο πάϊς μενέαινεν ΑΚΑΣΤΟΣ
ἰφθίμου Πελίαο δόμοις ἔνι πατρὸς ἑοῖο
225
μιμνάζειν, ΑΡΓΟΣ τε θεᾶς ὑποεργός Αθήνης·
ἀλλ᾽ ἄρα καὶ τὼ μέλλον ἐνικρινθῆναι ὁμίλῳ.
Τόσσοι ἄρ᾽ Αἰσονίδῃ συμμήστορες ἠγερέθοντο.
τοὺς μὲν ἀριστῆας ΜΙΝΥΑΣ περιναιετάοντες
κίκλησκον μάλα πάντας, ἐπεὶ Μινύαο θυγατρῶν
230
οἱ πλεῖστοι καὶ ἄριστοι ἀφ᾿ αἵματος εὐχετόωντο
ἔμμεναι· ὡς δὲ καὶ αὐτὸν Ιήσονα γείνατο μήτηρ
Αλκιμέδη, Κλυμένης Μινυηΐδος ἐκγεγαυῖα.
Αὐτὰρ ἐπεὶ δμώεσσιν ἐπάρμενα πάντ᾽ ἐτέτυκτο,
ὅσσαπερ ἐντύνονται ἐπαρτέες ἔνδοθι νῆες,
235
εὔτ᾽ ἂν ἄγῃ χρέος ἄνδρας ὑπεὶρ ἅλα ναυτίλλεσθαι;
δὴ τότ᾽ ἴσαν μετὰ νῆα δι᾽ ἄστεος, ἔνθα περ ἀκταὶ
κλείονται Παγασαὶ Μαγνήτιδες· ἀμφὶ δὲ λαῶν
πληθὺς ἐπερχομένων ἄμυδις θέεν· οἱ δὲ, φαεινοὶ·
ἀστέρες ὣς νεφέεσσι, μετέπρεπον· ὧδε δ᾽ ἕκαστος
240
ἔννεπεν εἰςορόων σὺν τεύχεσιν ἀΐσσοντας.
Ζεῦ ἄνα, τίς Πελίαο νόος; πόθι τόσσον ὅμιλον
ἡρώων γαίης Παναχαϊΐδος ἔκτοθι βάλλει;
αὐτῆμάρ κε δόμους ὀλοῷ πυρὶ δηώσειαν
» Αἰήτεω, ὅτε μή σφιν ἑκὼν δέρος ἐγγυαλίξῃ.
245
ἀλλ᾽ οὐ φυκτὰ κέλευθα, πόνος δ᾽ ἄπρηκτος ἰοῦσιν.
Ως φάσαν ἔνθα καὶ ἔνθα κατὰ πτόλιν· αἱ δὲ γυναῖκες
πολλὰ μάλ᾽ ἀθανάτοισιν ἐς αἰθέρα χεῖρας ἄειρον,
εὐχόμεναι νόστοιο τέλος θυμηδὲς ὀπάσσαι.
ἄλλη δ᾽ εἰς ἑτέρην ὀλοφύρετο δακρυχέουσα.
250
Δειλὴ Αλκιμέδη, καὶ σοὶ κακὸν, ὀψέ περ, ἔμπης
ἤλυθεν, οὐδ᾽ ἐτέλεσσας ἐπ᾿ ἀγλαΐῃ βιότοιο.
Αἴσων αὖ μέγα δή τι δυςάμμορος. ᾖ τέ οἱ ἦε
βέλτερον, εἰ τοπάροιθεν ἐνὶ κτερέεσσιν ἐλυσθεὶς
νειόθι γαίης κεῖτο, κακῶν ἔτι νῆῖς ἀέθλων.
255
ὡς ὄφελεν καὶ Φρίξον, ὅτ᾽ ὤλετο παρθένος Ελλη,
κῦμα μέλαν κριῷ ἅμ᾽ ἐπικλύσαι· ἀλλὰ καὶ αὐδὴν
ἀνδρομέην προέηκε κακὸν τέρας, ὡς κεν ἀνίας
Αλκιμέδη μετόπισθε καὶ ἄλγεα μυρία θείη.
260
Αἱ μὲν ἄρ᾽ ὡς ἀγόρευον ἐπὶ προμολῇσι κιόντων.
260
ἤδη δὲ δμῶές τε πολεῖς, δμῶαί τ᾽ ἀγέροντο·
μήτηρ δ᾽ ἀμφ᾽ αὐτὸν βεβολημένη· ὀξὺ δ᾽ ἑκάστην
δῦνεν ἄχος· σὺν δέ σφι πατὴρ ὀλοῷ ὑπὸ γήρᾳ
ἐντυπὰς ἐν λεχέεσσι καλυψάμενος γοάασκεν.
αὐτὰρ ὃ τῶν μὲν ἔπειτα κατεπρήϋνεν ἀνίας,
265
θαρσύνων, δμώεσσι δ᾽ ἀρήϊα τεύχε᾽ ἀείρειν
πέφραδεν· οἱ δὲ σίγα κατηφέες ἠείροντο.
μήτηρ δ᾽ ὡς ταπρῶτ᾽ ἐπεχεύατο πήχεε παιδί,
ὡς ἔχετο κλαίουσ᾽ ἀδινώτερον, ἠΰτε κούρη
οἰόθεν ἀσπασίως πολιὴν τροφὸν ἀμφιπεσοῦσα
270
μύρεται, ᾗ οὐκ εἰσὶν ἔτ᾽ ἄλλοι κηδεμονῆες,
ἀλλ᾽ ὑπὸ μητρυιῇ βίοτον βαρὺν ἠγηλάζει,
καί ἑ νέον πολέεσσιν ὀνείδεσιν ἐστυφέλιξε·
τῇ δὲ τ᾽ ὀδυρομένῃ δέδεται κέαρ ἔνδοθεν ἄτῃ,
οὐδ᾽ ἔχει ἐκφλύξαι τόσσον γόον, ὅσσον ὀρεχθεῖ·
275
ὣς ἀδινὸν κλαίεσκεν, ἑὸν παῖδ᾽ ἀγκὰς ἔχουσα,
Αλκιμέδη, καὶ τοῖον ἔπος φάτο κηδοσύνησιν.
Αἴθ᾽ ὄφελον κεῖν᾽ ἦμαρ, ὅτ᾽ ἐξειπόντος ἄκουσα
δειλὴ ἐγὼ Πελίαο κακὴν βασιλῆος ἐφετμὴν,
αὐτίκ᾽ ἀπὸ ψυχὴν μεθέμεν, κηδέων τε λαθέσθαι,
280
ὄφρ᾽ αὐτός με τεῇσι φίλαις ταρχύσαο χερσὶ,
τέκνον ἐμόν· τὸ γὰρ οἷον ἔην ἔτι λοιπὸν ἐέλδωρ
ἐκ σέθεν, ἄλλα δὲ πάντα πάλαι θρεπτήρια πέσσω.
νῦν γε μὲν ἡ τοπάροιθεν Αχαιϊάδεσσιν ἀγητή,
δμωΐς ὅπως, κενεοῖσι λελείψομαι ἐν μεγάροισι,
285
σεῖο πόθῳ μινύθουσα δυςάμμορος, ᾧ ἔπι πολλὴν
ἀγλαΐην καὶ κῦδος ἔχον πάρος, ᾧ ἔπι μούνῳ
μίτρην πρῶτον ἔλυσα καὶ ὕστατον. ἔξοχα γάρ μοι
Εἰλείθυια θεὰ πολέος ἐμέγηρε τόκοιο.
ᾧ μοι ἐμῆς ἄτης· τὸ μὲν οὐδ᾽ ὅσον, οὐδ᾽ ἐν ὀνείρῳ
290
ὠϊσάμην, εἰ Φρίξος ἐμοὶ κακὸν ἔσσετ᾽ ἀλύξας.
Ως ἥγε στενάχουσα κινύρετο· ταὶ δὲ γυναῖκες
ἀμφίπολοι γοάασκον ἐπισταδόν· αὐτὰρ ὃ τήνγε
μειλιχίοις ἐπέεσσι παρηγορέων προςέειπε.
Μή μοι λευγαλέας ἐνιβάλλεο, μῆτερ, ἀνίας
295
ὧδε λίην, ἐπεὶ οὐ μὲν ἐρητύσεις κακότητος
δάκρυσιν, ἀλλ᾽ ἔτι κεν καὶ ἐπ᾿ ἄλγεσιν ἄλγος ἄροιο.
πήματα γάρ τ᾿ ἀΐδηλα θεοὶ θνητοῖσι νέμουσι,
τῶν μοῖραν κατὰ θυμὸν, ἀνιάζουσά περ, ἔμπης
τλῆθι φέρειν· θάρσει δὲ συνημοσύνῃσιν Αθήνης,
300
ἠδὲ θεοπροπίοισιν, ἐπεὶ μάλα δεξιὰ Φοῖβος
ἔχρη, ἀτὰρ μετέπειτά γ᾽ ἀριστήων ἐπαρωγῇ.
ἀλλὰ σὺ μὲν νῦν αὖθι μετ᾿ ἀμφιπόλοισιν ἕκηλος
μίμνε δόμοις, μηδ᾽ ὄρνις ἀεικελίη πέλε νηΐ·
κεῖσε δ᾽ ὁμαρτήσουσιν ἔται δμῶές τε κιόντι.
305
Η, καὶ ὁ μὲν προτέρωσε δόμων ἐξῶρτο νέεσθαι.
οἷος δ᾽ ἐκ νηοῖο θυώδεος εἶσιν Απόλλων
Δῆλον ἀν᾿ ἠγαθέην, ἠὲ Κλάρον, ἢ ὅ γε Πυθώ,
ἢ Λυκίην εὐρεῖαν, ἐπὶ Ξάνθοιο ῥοῇσι,
τοῖος ἀνὰ πληθὺν δήμου κίεν· ἆρτο δ᾽ ἀϋτὴ
310
κεκλομένων ἄμυδις. τῷ δὲ ξύμβλητο γεραιή
Ιφιάς, Αρτέμιδος πολιηόχου ἀρήτειρα,
καί μιν δεξιτερῆς χειρὸς κύσεν, οὐδέ τι φάσθαι,
ἔμπης ἱεμένη, δύνατο, προθέοντος ὁμίλου·
ἀλλ᾽ ἡ μὲν λίπετ᾽ αὖθι παρακλιδὸν, οἷα γεραιή
315
ὁπλοτέρων, ὁ δὲ πολλὸν ἀποπλαγχθεὶς ἐλιάσθη.
317
Αὐτὰρ ἐπεὶ ῥα πόληος ἐϋδμήτους λίπ᾿ ἀγυιὰς,
ἀκτὴν δ᾽ ἵκανε Παγασηΐδα, τῇ μιν ἑταῖροι
δειδέχατ', Αργώῃ ἄμυδις παρὰ νηΐ μένοντες.
στῆ δ᾽ ἄρ᾽ ἐπὶ προμολῆς· οἱ δ᾽ ἀντίοι ἠγερέθοντο.
320
ἐς δ᾽ ἐνόησαν Ακαστον ὁμῶς Αργον τε, πόληος
νόσφι καταβλώσκοντας, ἐθάμβησαν δ᾽, ἐςιδόντες
πασσυδίη, Πελίαο παρὲκ νόον, ἰθύοντας.
δέρμα δ᾽ ὁ μὲν ταύροιο ποδηνεκὲς ἀμφέχετ᾽ ὤμους
Αργος Αρεστορίδης λάχνη μέλαν· αὐτὰρ ὁ καλὴν
325
δίπλακα, τήν οἱ ὄπασσε κασιγνήτη Πελόπεια.
ἀλλ᾽ ἔμπης τὼ μέν τε διεξερέεσθαι ἕκαστα
ἔσχετο· τοὺς δ᾽ ἀγορήνδε συνεδριάασθαι ἄνωγεν.
αὐτοῦ δὲ ἰλλομένοις ἐπὶ λαίφεσιν, ἠδὲ καὶ ἱστῷ
κεκλιμένῳ, μάλα πάντες ἐπισχερὼ ἑδριόωντο.
330
τοῖσιν δ᾽ Αἴσονος υἱὸς ἐϋφρονέων μετέειπεν.
Αλλα μὲν ὅσσα τε νηΐ ἐφοπλίσσασθαι᾿ ἔοικε,
πάντα μάλ᾽ εὖ κατὰ κόσμον ἐπαρτέα κεῖται ἰοῦσι.
τῷ οὐκ ἂν δηναιὸν ἐχοίμεθα, τοῖό γ᾽ ἕκητι,
ναυτιλίης, ὅτε μοῦνον ἐπιπνεύσωσιν ἀῆται.
335
ἀλλὰ, φίλοι, ξυνὸς γὰρ ἐς Ελλάδα νόστος ὀπίσσω,
ξυναὶ δ᾽ ἄμμι πέλονται ἐς Αἰήταο κέλευθοι·
τοὔνεκα νῦν τὸν ἄριστον᾿ ἀφειδήσαντες ἕλεσθε
ὄρχαμον ἡμείων, ᾧ κεν τὰ ἕκαστα μέλοιτο,
«νείκεα συνθεσίας τε μετὰ ξείνοισι βαλέσθαι.
340
Ως φάτο· πάπτηναν δὲ νέοι θρασὺν Ἡρακλῆα,
ἥμενον ἐν μέσσοισι· μιῇ δὲ ἑ πάντες ἀϋτῇ
σημαίνειν ἐπέτελλον· ὁ δ᾽ αὐτόθεν, ἔνθα περ ἦστο,
δεξιτερὴν ἀνὰ χεῖρα τανύσσατο, φώνησέν τε.
Μή τις ἐμοὶ τόδε κῦδος ὀπαζέτω. οὐ γὰρ ἔγωγε
345
πείσομαι· ὡς δὲ καὶ ἄλλον ἀναστήσεσθαι ἐρύξω.
αὐτὸς, ὅτις ξυνάγειρε, καὶ ἀρχεύοι ὁμάδοιο.
Ἦ ῥα μέγα φρονέων· ἐπὶ δ᾽ ἤνεον, ὡς ἐκέλευεν
Ηρακλέης· ἀνὰ δ᾽ αὐτὸς ἀρήϊος ὤρνυτ᾽ Ιήσων
γηθόσυνος, καὶ τοῖα λιλαιομένοις ἀγόρευεν.
350
Εἰ μὲν δή μοι κῦδος ἐπιτρωπᾶτε μέλεσθαι,
μηκέτ᾽ ἔπειθ᾽, ὡς καὶ πρὶν, ἐρητύοιτο κέλευθα.
νῦν γε μὲν ἤδη, Φοῖβον ἀρεσσάμενοι θυέεσσι,
δαῖτ᾽ ἐντυνώμεσθα παρασχεδόν. ὄφρα δ᾽ ἴωσι
δμῶες ἐμοὶ σταθμῶν σημάντορες, οἶσι μέμηλε
355
δεῦρο βόας ἀγέληθεν ἐϋ κρίναντας ἐλάσσαι,
τόφρα κε νῆ᾽ ἐρύσαιμεν ἔσω ἁλὸς, ὅπλα τε πάντα
ἐνθέμενοι, πεπάλαχθε κατὰ κλΐηδας ἐρετμά.
τείως δ᾽ αὖ καὶ βωμὸν ἐπάκτιον Εμβασίοιο
θείομεν Απόλλωνος, ὅ μοι χρείων ὑπέδεκτο
360
σημανέειν, δείξειν τε πόρους ἁλὸς, εἴ κε θυηλαῖς·
οὗ ἕθεν ἐξάρχωμαι ἀεθλεύων βασιλῆϊ.
Ἦ ῥα, καὶ εἰς ἔργον πρῶτος τράπεθ᾽· οἱδ᾽ ἐπανέσταν
πειθόμενοι· ἀπὸ δ᾽ εἵματ᾽ ἐπήτριμα νηήσαντο
λείῳ ἐπὶ πλαταμῶνι, τὸν οὐκ ἐπέβαλλε θάλασσα
365
κύμασι, χειμερίη δὲ πάλαι ἀποέκλυσεν ἅλμη.
νῆα δ᾽ ἐπικρατέως, Αργου ύποθημοσύνῃσιν,
ἔζωσαν πάμπρωτον ἐϋστρεφεῖ ἔνδοθεν ὅπλῳ,
τεινάμενοι ἑκάτερθεν, ἵν᾽ εὖ ἀραροίατο γόμφοις
δούρατα, καὶ ῥοθίοιο βίην ἔχοι ἀντιόωσαν.
370
σκάπτον δ᾽ αἶψα κατ᾿ εὖρος, ὅσον περιβάλλετο χῶρον,
ἠδὲ κατὰ πρώραν εἴσω ἁλὸς, ὁσσάτιόν περ
ἑλκομένη χείρεσσιν ἐπιδραμέεσθαι ἔμελλεν.
αἰεὶ δὲ προτέρω χθαμαλώτερον ἐξελάχαινον
στείρης, ἐν δ᾽ ὁλκῷ ξεστὰς στορέσαντο φάλαγγας·
375
τὴν δὲ κατάντη κλίναν ἐπὶ πρώτῃσι φάλαγξιν,
ὡς κεν ὀλισθαίνουσα δι' αὐτάων φορέοιτο.
ὕψι δ᾽ ἄρ᾽ ἔνθα καὶ ἔνθα μεταστρέψαντες ἐρετμὰ,
πηχύϊον προὔχοντα περὶ σκάλμοισιν ἔδησαν.
τῶν δ᾽ ἐναμοιβαδὶς αὐτοὶ ἐνέσταθεν ἀμφοτέρωθε,
380
στέρνα θ᾽ ὁμοῦ καὶ χεῖρας ἐπήλασαν. ἐν δ᾽ ἄρα Τἴφυς
βήσαθ᾽, ἵν᾽ ὀτρύνειε νέους κατὰ καιρὸν ἐρύσσαι·
κεκλόμενος δ᾽ ἤϋσε μάλα μέγα· τοὶ δὲ παρᾶσσον.
ᾧ κράτεϊ βρίσαντες ἰῇ στυφέλιξαν ἐρωῇ
νειόθεν ἐξ ἕδρης, ἐπὶ δ᾽ ἐῤῥώσαντο πόδεσσι
385
προπροβιαζόμενοι· ἡ δ᾽ ἕσπετο Πηλιὰς Αργὼ
ῥίμφα μάλ᾽· οἱ δ᾽ ἑκάτερθεν ἐπίαχον ἀΐσσοντες.
αἱ δ᾽ ἄρ᾽ ὑπὸ τρόπιδι στιβαρῇ στενάχοντο φάλαγγες
τριβόμεναι· περὶ δέ σφιν ἀϊδνὴ ἐκήκιε λιγνὺς
βριθοσύνη, κατόλισθε δ᾽ ἔσω ἁλός· οἱ δὲ μιν αὖθι
390
ἂψ ἀνασειράζοντες ἔχον προτέρωσε κιοῦσαν.
σκαλμοῖς δ᾽ ἀμφὶς ἐρετμὰ κατήρτυον· ἐν δὲ οἱ ἱστὸν,
λαίφεά τ᾽ εὐποίητα, καὶ ἁρμαλίην ἐβάλοντο.
394
Αὐτὰρ ἐπεὶ τὰ ἕκαστα περιφραδέως ἀλέγυναν,
κληΐδας μὲν πρῶτα πάλῳ διεμοιρήσαντο,
395
ἄνδρ᾽ ἐντυναμένω δοιὼ μίαν· ἐκ δ᾽ ἄρα μέσσην
ἥρεον Ηρακληϊ, καὶ ἡρώων ἄτερ ἄλλων
Αγκαίῳ, Τεγέης ὃς ῥα πτολίεθρον ἔναιε.
τοῖς μέσσην οἴοισιν ἀπὸ κληΐδα λίποντο
αὕτως, οὐ τι πάλῳ. ἐπὶ δ᾽ ἔτρεπον αἰνήσαντες.
400
Τίφυν ἐϋστείρης οἰήϊα νηὸς ἔρυσθαι.
Ενθεν δ᾽ αὖ λάϊγγας ἁλὸς σχεδὸν ὀχλίζοντες
νήεον αὐτόθι βωμὸν ἐπάκτιον Απόλλωνος,
Ακτίου, Εμβασίοιό τ᾽ ἐπώνυμον· ὦκα δὲ τοί γε
φιτροὺς ἀζαλέης στόρεσαν καθύπερθεν ἐλαίης.
405
τείως δ᾽ αὖτ᾿ ἀγέληθεν ἐπιπροέηκαν ἄγοντες
βουκόλοι Αἰσονίδαο δύω βόε. τοὺς δ᾽ ἐρύσαντο
κουρότεροι ἑτάρων βωμοῦ σχεδόν. οἱ δ᾽ ἄρ᾽ ἔπειτα
χέρνιβά τ᾽ οὐλοχύτας τε παρέσχεθον αὐτὰρ Ιήσων
εὔχετο κεκλόμενος πατρώϊον Απόλλωνα.
410
Κλῦθι ἄναξ, Παγασάς τε, πόλιν τ᾿ Αἰσωνίδα ναίων,
ἡμετέροιο τοκῆος ἐπώνυμον, ὅς μοι ὑπέστης,
Πυθοί χρειομένῳ, ἄνυσιν καὶ πείραθ᾽ ὁδοῖο
σημανέειν· αὐτὸς γὰρ ἐπαίτιος ἔπλευ ἀέθλων·
αὐτὸς νῦν ἄγε νῆα σὺν ἀρτεμέεσσιν ἑταίροις
415
,, κεῖσέ τε, καὶ παλίνορσον ἐς Ελλάδα. σοὶ δ᾽ ἄρ᾽ ὀπίσσω
τόσσων, ὅσσοι κεν νοστήσομεν, ἀγλαὰ ταύρων
ἱρὰ πάλιν βωμῷ ἐπιθήσομεν· ἄλλα δὲ Πυθοί,
ἄλλα δ᾽ ἐς Ορτυγίην ἀπερείσια δῶρα κομίσσω.
νῦν δ᾽ ἴθι, καὶ τήνδ᾽ ἡμὶν, Εκηβόλε, δέξο θυηλὴν,
420
ἣν τοι τῆςδ᾽ ἐπίβαθρα χάριν προτεθείμεθα νηὸς
πρωτίστην· λύσαιμι δ᾽, ἄναξ, ἐπ᾿ ἀπήμονι μοίρῃ
πείσματα, σὴν διὰ μῆτιν· ἐπιπνεύσειε δ᾽ ἀήτης
μείλιχος, ᾧ κ᾽ ἐπὶ πόντον ἐλευσόμεθ᾽ εὐδιόωντες.
Η, καὶ ἅμ᾽ εὐχωλῇ προχύτας βάλε. τὰ δ᾽ ἐπὶ βουσὶ.
425
ζωσάσθην, Αγκαῖος ὑπέρβιος, Ηρακλέης τε.
ἤτοι ὁ μὲν ῥοπάλῳ μέσσον κάρη ἀμφὶ μετώπῳ.
πλῆξεν, ὁ δ᾽ ἀθρόος αὖθι πεσὼν ἐνερείσατο γαίῃ·
Αγκαῖος δ᾽ ἑτέροιο κατὰ πλατὺν αὐχένα κόψας
χαλκείῳ πελέκει, κρατεροὺς διέκερσε τένοντας·
430
ἤριπε δ᾽ ἀμφοτέροισι περιρηδὴς κεράεσσι.
τοὺς δ᾽ ἕταροι σφάξαν τε θοῶς, δεῖράν τε βοείας,
κόπτον, δαίτρευόν τε, καὶ ἱερὰ μῆρ᾽ ἐτάμοντο,
καδδ᾽ ἄμυδις τὰ γε πάντα καλύψαντες πύκα δημῷ
καῖον ἐπὶ σχίζῃσιν· ὁ δ᾽ ἀκρήτους χέε λοιβὰς
435
Αἰσονίδης. γήθει δὲ σέλας θηεύμενος Ιδμων
πάντοσε λαμπόμενον θυέων ἄπο, τοῖό τε λιγνὺν
πορφυρέαις ἑλίκεσσιν ἐναίσιμον ἀΐσσουσαν·
αἶψα δ᾽ ἀπηλεγέως νόον ἔκφατο Λητοΐδαο.
Ὑμῖν μὲν δὴ μοῖρα θεῶν χρειώ τε περῆσαι
440
ἐνθάδε κῶας ἄγοντας· ἀπειρέσιοι δ᾽ ἐνὶ μέσσῳ
κεῖσέ τε δεῦρό τ᾽ ἔασιν ἀνερχομένοισιν ἄεθλοι.
αὐτὰρ ἐμοὶ θανέειν στυγερῇ ὑπὸ δαίμονος αἴσῃ
τηλόθι που πέπρωται ἐπ᾿ Ασίδος ἠπείροιο.
ὧδε κακοῖς δεδαὼς ἔτι καὶ πάρος οἰωνοῖσι
445
πότμον ἐμὸν, πάτρης ἐξήϊον, ὄφρ᾽ ἐπιβαίην
νηὸς, ἐϋκλείη δὲ δόμοις ἐπιβάντι λίπηται.
448
Ως ἄρ᾽ ἔφη· κοῦροι δὲ θεοπροπίης ἀΐοντες
νόστῳ μὲν γήθησαν, ἄχος δ᾽ ἕλεν Ιδμονος αἴσῃ.
ἦμος δ᾽ ἠέλιος σταθερὸν παραμείβεται ἦμαρ,
450
αἱ δὲ νέον σκοπέλοισιν ὑποσκιόωνται ἄρουραι,
δειελινὸν κλίνοντος ὑπὸ ζόφον ἠελίοιο,
τῆμος ἄρ᾽ ἤδη πάντες ἐπὶ ψαμάθοισι βαθείαν
φυλλάδα χευάμενοι, πολιοῦ πρόπαρ αἰγιαλοῖο
κέκλινθ᾽ ἑξείης· παρὰ δὲ σφίσι μυρί᾽ ἔκειτο
455
εἴδατα, καὶ μέθυ λαρὸν, ἀφυσσομένων προχόῃσιν
οἰνοχόων· μετέπειτα δ᾽ ἀμοιβαδὶς ἀλλήλοισι
μυθεῦνθ᾽, οἷά τε πολλὰ νέοι παρὰ δαιτὶ καὶ οἴνω
τερπνῶς ἑψιόωνται, ὅτ᾽ ἄατος ὕβρις ἀπείη.
ἔνθ᾽ αὖτ᾿ Αἰσονίδης μὲν ἀμήχανος εἰν ἑοῖ αὐτῷ
460
πορφύρεσκεν ἕκαστα, κατηφιόωντι ἐοικώς.
τὸν δ᾽ ἄρ᾽ ὑποφρασθεὶς μεγάλῃ ὀπὶ νείκεσεν Ιδας.
Αἰσονίδη, τίνα τήνδε μετὰ φρεσὶ μητιν ἑλίσσεις;
αὔδα ἐνὶ μέσσοισι τεὸν νόον. ἠε σε δαμνᾷ
τάρβος ἐπιπλόμενον, τότ᾽ ἀνάλκιδας ἄνδρας ἀτύζει;
465
ἴστω νῦν δόρυ θοῦρον, ὅτῳ περιώσιον ἄλλων·
κῦδος ἐνὶ πτολέμοισιν ἀείρομαι, οὐδ᾽ ἔμ᾽ ὀφέλλει
Ζεὺς τόσον, ὁσσάτιόν περ ἐμὸν δόρυ, μή νύ τι πῆμα
λοίγιον ἔσσεσθαι, μηδ᾽ ἀκράαντον ἄεθλον,
Ιδεω ἑσπομένοιο, καὶ εἰ θεὸς ἀντιόωτο.
470
τοϊόν μ' Αρήνηθεν ἀοσσητῆρα κομίζεις.
Η, καὶ ἐπισχόμενος πλεῖον δέπας ἀμφοτέρῃσι
πῖνε χαλίκρητον λαρὸν μέθυ· δεύετο δ᾽ οἴνῳ
χείλεα, κυάνεαί τε γενειάδες· οἱ δ᾽ ὁμάδησαν
πάντες ὁμῶς, Ιδμων δὲ καὶ ἀμφαδίην ἀγόρευσε.
475
Δαιμόνιε, φρονέεις ὀλοφώϊα καὶ πάρος αὐτῷ.
ἠέ τοι εἰς ἄτην ζωρὸν μέθυ θαρσαλέον κῆρ
οἰδάνει ἐν στήθεσσι, θεοὺς δ᾽ ἀνέηκεν ἀτίζειν;
ἄλλοι μύθοι ἔασι παρήγοροι, οἶσί κεν ἀνὴρ
θαρσύνοι ἕταρον· σὺ δ᾽ ἀτάσθαλα πάμπαν ἔειπας.
480
τοῖα φάτις καὶ τοὺς πρὶν ἐπιφλύειν μακάρεσσιν
υἷας Αλωϊάδας, οἷς οὐδ᾽ ὅσον ἰσοφαρίζεις
ἠνορέην· ἔμπης δὲ θοοῖς ἐδάμησαν ὀἴστοῖς
ἄμφω Λητοΐδαο, καὶ ἴφθιμοί περ ἐόντες.
Ως ἔφατ᾽· ἐκ δ᾽ ἐγέλασσεν ἄδην Αφαρήϊος Ιδας,
485
καί μιν ἐπιλλίζων ἠμείβετο κερτομίοισιν.
Αγρει νυν τόδε σῇσι θεοπροπίῃσιν ἔνισπε,
εἰ καὶ ἐμοὶ τοιόνδε θεοὶ τελέουσιν ὄλεθρον,
οἷον Αλωϊάδῃσι πατήρ τεὸς ἐγγυάλιξε·
φράζεο δ᾽ ὅππως χεῖρας ἐμὰς σόος ἐξαλέοιο,
490
χρειὼ θεσπίζων μεταμώνιον εἴ κεν ἁλῴης.
Χώετ᾽ ἐνιπτάζων· προτέρω δέ κε νεῖκος ἐτύχθη,
εἰ μὴ δηριόωντας ὁμοκλήσαντες ἑταῖροι,
αὐτός τ᾽ Αἰσονίδης κατερήτυεν· ἐν δὲ καὶ Ορφεύς,
λαιῇ ἀνασχόμενος κίθαριν, πείραζεν ἀριδῆς.
495
Ηειδε δ᾽ ὡς γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα
τοπρὶν ἐπ᾿ ἀλλήλοισι μιῇ συναρηρότα μορφῇ,
νείκεος ἐξ ὀλοσῖο διέκριθεν ἀμφὶς ἕκαστα·
ἠδ᾽ ὡς ἔμπεδον αἰὲν ἐν αἰθέρι τέκμαρ ἔχουσιν
ἄστρα, σεληναίη τε, καὶ ἠελίοιο κέλευθοι·
500
οὔρεά θ᾽ ὡς ἀνέτειλε, καὶ ὡς ποταμοὶ κελάδοντες,
αὐτῇσι Νύμφησι, καὶ ἑρπετὰ πάντ᾽ ἐγένοντο.
ἤειδε δ᾽ ὡς πρῶτον Οφίων Εὐρυνόμη τε
Ωκεανὶς νιφόεντος ἔχον κράτος Οὐλύμποιο·
ὣς τε βίῃ καὶ χερσὶν ὁ μὲν Κρόνῳ εἴκαθε τιμῆς,
505
ἡ δὲ Ρέῃ, ἔπεσον δ᾽ ἐνὶ κύμασιν Ωκεανοῖο·
οἱ δὲ τέως μακάρεσσι θεοῖς Τιτῆσιν ἄνασσον,
ὄφρα Ζεὺς ἔτι κοῦρος, ἔτι φρεσὶ νήπια εἰδὼς,
Δικταίον ναίεσκεν ὑπὸ σπέος· οἱ δὲ μιν οὔπω
Γηγενέες Κύκλωπες ἐκαρτύναντο κεραυνῷ,
510
βροντῇ τε, στεροπῇ τε· τὰ γὰρ Διῒ κῦδος ὀπάζει.
512
Η, καὶ ὁ μὲν φόρμιγγα σὺν ἀμβροσίῃ σχέθεν αὐδῇ·
τοῦ δ᾽ ἄμοτον λήξαντος ἔτι προὔχοντο κάρηνα
πάντες ὁμῶς, ὀρθοῖσιν ἐπ᾽ οὔασιν ἠρεμέοντες
κηληθμῷ· τοίην σφιν ἐνέλλιπε θελκτὺν ἀοιδῆς.
515
οὐδ᾽ ἐπὶ δὴν μετέπειτα κερασσάμενοι δὴ λοιβὰς,
ᾗ θέμις ἐστὶ, τέως ἐπί τε γλώσσῃσι χέοντο
αἰθομέναις, ὕπνου δὲ διὰ κνέφας ἐμνώοντο.
Αὐτὰρ ὅτ᾽ αἰγλήεσσα φαεινοῖς ὄμμασιν Ηὼς
Πηλίου αἰπεινὰς ἴδεν ἄκριας, ἐκ δ᾽ ἀνέμοιο
520
εὔδιοι ἐκλύζοντο τινασσομένης ἁλὸς ἄκραι,
δὴ τότ᾽ ἀνέγρετο Τίφυς· ἄφαρ δ᾽ ὀρόθυνεν ἑταίρους
βαινέμεναί τ᾽ ἐπὶ νῆα καὶ ἀρτυνέεσθαι ἐρετμά.
σμερδαλέον δὲ λιμὴν Παγασήϊος, ἠδὲ καὶ αὐτὴ
Πηλιὰς ἴαχεν Αργὼ, ἐπισπέρχουσα νέεσθαι.
525
ἐν γάρ οἱ δόρυ θεῖον ἐλήλατο, τὸ ρ᾽ ἀνὰ μέσσην
στεῖραν Αθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ.
οἱ δ᾽ ἀνὰ σέλματα βάντες ἐπισχερὼ ἀλλήλοισιν,
ὡς ἐδάσαντο πάροιθεν ἐρεσσέμεν ᾧ ἐνὶ χώρῳ,
εὐκόσμως σφετέροισι παρ᾽ ἔντεσιν ἑδριόωντο. ·
530
μέσσῳ δ᾽ Αγκαῖος, μέγα τε σθένος Ηρακλῆος
ἵζανον· ἄγχι δὲ οἱ ρόπαλον θέτο, καί οἱ ἔνερθε
ποσσὶν ὑπεκλύσθη νηὸς τρόπις. εἵλκετο δ᾽ ἤδη
πείσματα, καὶ μέθυ λεῖβον ὑπερθ᾽ ἁλός. αὐτὰρ Ιήσων
δακρυόεις γαίης ἀπὸ πατρίδος ὄμματ᾽ ἔνεικεν.
535
οἱ δ᾽, ὥστ᾽ ἤΐθεοι Φοίβῳ χορὸν ἢ ἐνὶ Πυθοῖ,
ἤ που ἐν Ορτυγίῃ, ἢ ἐφ᾽ ὕδασιν Ισμηνοῖο
στησάμενοι, φόρμιγγος ὑπαὶ περὶ βωμὸν ὁμαρτῆ
ἐμμελέως κραὶπνοῖσι πέδον ῥήσσωσι πόδεσσιν·
ὡς οἱ ὑπ᾿ Ὀρφῆὸς κιθάρῃ πέπληγον ἐρετμοῖς
540
πόντου λάβρον ὕδωρ, ἐπὶ δὲ ῥόθια κλύζοντο·
ἀφρῷ δ᾽ ἔνθα καὶ ἔνθὰ κελαινὴ ἐκήκιεν ἅλμη,
δεινὸν μορμύρούσα ἐρισθενέων μένει ἀνδρῶν.
στράπτε δ᾽ ὑπ᾽ ἠελίῳ φλογὶ εἴκελα νηὸς ἰούσης
τεύχεα· μακρὰὶ δ᾽ ἀἰὲν ἐλευκαίνοντο κέλευθοι,
545
ἀτρἀπὸς ὡς χλοεροῖο διειδομένη πεδίοιο.
πάντες δ᾽ οὐρανόθεν λεῦσσον θεοὶ ἤματι κείνῳ
νῆα, καὶ ἡμιθέων ἀνδρῶν μένος, οἳ τότ᾽ ἄριστοι
πόντον ἐπιπλώεσκον· ἐπ᾿ ἀκροτάτῃσι δὲ Νύμφαι
Πηλιάδες κορύφῇσιν ἐθάμβεον εἰσορόωσαι
550
ἔργον Αθηναίης Ιτωνίδος, ἠδὲ καὶ αὐτοὺς
ἥρωας χείρεσσιν ἐπικραδάοντὰς ἐρετμά.
αὐτὰρ ὅ γ᾽ ἐξ ὑπάτου ὄρεος κίεν ἄγχι θαλάσσης
Χείρων Φιλυρίδης, πολιῇ δ᾽ ἐπὶ κύματος ἀγῇ
τέγγε πόδας, καὶ πολλὰ βαρείῃ χειρὶ κελεύων,
555
νόστον ἐπευφήμησεν ἀκηδέα νισσομένοισι·
σὺν καί οἱ παράκοιτις ἐπωλένιον φορέουσα
Πηλείδην Αχιλῆα, φίλῳ δειδίσκετο πατρί.
Οἱ δ᾽ ὅτε δὴ λιμένος περιηγέα κάλλιπον ἀκτὴν
φραδμοσύνῃ μήτι τε δαΐφρονος Αγνιάδαο
560
Τίφυος, ὃς ῥ᾽ ἐνὶ χερσὶν ἐὔξοα τεχνηέντως
πηδάλι᾽ ἀμφιέπεσκ᾽, ὄφρ᾽ ἔμπεδον ἐξιθύνοι,
δή ῥα τότε μέγαν ἱστὸν ἐνεστήσαντο μεσόδμῃ,
δῆσάν τε προτόνοισι, τανυσσάμενοι ἑκάτερθε,
καδδ᾽ αὐτοῦ λίνα χεῦαν, ἐπ᾿ ἠλακάτην ἐρύσαντες.
565
ἐν δὲ λιγὺς πέσεν οὖρος· ἐπ᾿ ἰκριόφιν δὲ κάλωας
ξεστῇσι περόνῃσι διακριδὸν ἀμφιβαλόντες,
Τισαίην εὔκηλοι ὑπὲρ δολιχὴν θέον ἄκρην.
τοῖσι δὲ φορμίζων ἐϋθήμονι μέλπεν ἀοιδῇ
Οἰάγροιο πάϊς νηοσσόον εὐπατέρειαν
570
Αρτεμιν, ἢ κείνας σκοπιὰς ἁλὸς ἀμφιέπεσκε,
ῥυομένη καὶ γαῖαν Ιωλκίδα· τῇ δὲ βαθείης
ἰχθύες ἀΐσσοντες ὕπερθ᾽ ἁλὸς, ἄμμιγα παύροις
ἄπλετοι, ὑγρὰ κέλευθα διασκαίροντες ἕποντο.
ὡς δ᾽ ὁπότ᾽ ἀγραύλοιο κατ᾽ ἴχνια σημαντῆρος
575
μυρία μῆλ᾽ ἐφέπονται, ἄδην κεκορημένα ποίης,
εἰς αὖλιν, ὁ δέ τ᾽ εἶσι πάρος, σύριγγι λιγείῃ
καλὰ μελιζόμενος νόμιον μέλος· ὡς ἄρα τοί γε
ὡμάρτευν· τὴν δ᾽ αἰὲν ἐπασσύτερος φέρεν ουρος.
580
Αὐτίκα δ᾽ ἠερίη πολυλήϊος αἷα Πελασγῶν
580
δύετο, Πηλιάδας δὲ παρεξήμειβον ἐρίπνας,
αἰὲν ἐπιπροθέοντες· ἔδυνε δὲ Σηπιὰς ἄκρη,
φαίνετο δ᾽ εἰναλίη Σκίαθος, φαίνοντο δ᾽ ἄπωθεν
Πειρεσιαὶ, Μάγνησά θ᾽, ὑπεύδιος ἠπείροιο
ἀκτὴ, καὶ τύμβος Δολοπήϊος· ἔνθ᾽ ἄρα τοίγε
585
ἑσπέριοι ἀνέμοιο παλιμπνοίῃσιν ἔκελσαν,
καί μιν κυδαίνοντες, ὑπὸ κνέφας ἔντομα μήλων
κεῖαν, ὀρινομένης ἁλὸς οἴδματι· διπλόα δ᾽ ἀκταῖς
ἤματ᾿ ἐλινύεσκον· ἀτὰρ τριτάτῳ προέηκαν
νῆα, τανυσσάμενοι περιώσιον ὑψόθι λαῖφος.
590
τὴν δ᾽ ἀκτὴν Αφέτας Αργοῦς ἔτι κικλήσκουσιν.
Ενθεν δὲ προτέρωσε παρεξέθεον Μελίβοιαν,
ἀκτήν τ᾽ αἰγιαλόν τε δυσήνεμον ἐκνεύσαντες.
ἠῶθεν δ᾽ Ομόλην αὐτοσχεδὸν εἰσορόωντες
πόντῳ κεκλιμένην, παρεμέτρεον· οὐδ᾽ ἔτι δηρόν
595
μέλλον ὑπὲκ ποταμοῖο βαλεῖν Αμύροιο ῥέεθρα.
κεῖθεν δ᾽ εὐρυμένας τε πολυκλύστους τε φάραγγας
Οσσης Οὐλύμποιό τ᾽ ἐσέδρακον· αὐταρ, ἔπειτα
κλίτεα Παλλήναια, Καναστραίην ὑπὲρ ἄκρην,
ἤνυσαν ἐννύχιοι, πνοιῆς ἀνέμοιο θέοντες.
600
ἦρι δὲ νισσομένοισιν Αθω ἀνέτελλε κολώνη
Θρηϊκίη, ἢ τόσσον ἀπόπροθι Λῆμνον ἐοῦσαν,
ὅσσον ἐς ἔνδιόν κεν ἐΰστολος ὁλκὰς ἀνύσσαι,
ἀκροτάτῃ κορυφῇ σκιάει, καὶ ἐσάχρι Μυρίνης.
τοῖσιν δ᾽ αὐτῆμαρ μὲν ἄεν καὶ ἐπὶ κνέφας οὖρος
605
πάγχυ μάλ᾽ ἀκραὴς, τετάνυστο δὲ λαίφεα νηός.
αὐτὰρ ἅμ᾿ ἠελίοιο βολαῖς ἀνέμοιο λιπόντος,
εἰρεσίῃ κραναὴν Σιντηΐδα Αῆμνον ἵκοντο.
Ενθ᾽ ἄμυδις πᾶς δῆμος ὑπερβασίησι γυναικῶν
νηλειῶς δέδμητο παροιχομένῳ λυκάβαντι.
610
δὴ γὰρ κουριδίας μὲν ἀπηνῄναντο γυναῖκας
ἀνέρες ἐχθήραντες, ἔχον δ᾽ ἐπὶ ληϊάδεσσι
τρηχὺν ἔρον, ἃς αὐτοὶ ἀγίνεον ἀντιπέρηθεν·
Θρηϊκίην δῃοῦντες· ἐπεὶ χόλος αἰνὸς ὄπαζε
Κύπριδος, οΰνεκά μιν γεράων ἐπὶ δηρὸν ἄτισσαν.
615
ὢ μέλεαι, ζήλοιό τ᾽ ἐπισμυγερῶς ἀκόρητοι.
οὐκ οἶον σὺν τῇσιν ἑοὺς ἔῤῥαισαν ἀκοίτας
ἀμφ᾽ εὐνῇ, πᾶν δ᾽ ἄρσεν ὁμοῦ γένος, ὡς κεν ὀπίσσω
μή τινα λευγαλέοιο φόνου τίσειαν ἀμοιβήν.
οἴη δ᾽ ἐκ πασέων γεραροῦ περιφείσατο πατρὸς
620
Υψιπύλεια Θόαντος, ὃ δὴ κατὰ δῆμον ἄνασσε·
λάρνακι δ᾽ ἐν κοίλῃ μιν ὑπερθ᾽ ἁλὸς ἦκε φέρεσθαι,
αἴ κε φύγοι. καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο,
πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθύστερον αὐδηθεῖσαν,
νῆσον ἐπακτῆρες, Σικίνου ἄπο, τὸν ῥα Θόαντι
625
Νηϊὰς Οἰνοίη Νύμφη τέκεν εὐνηθεῖσα.
τῇσι δὲ βουκόλιαί τε βοῶν, χάλκειά τε δύνειν
τεύχεα, πυροφόρους τε διατμήξασθαι ἀρούρας
ῥηΐτερον πάσῃσιν Αθηναίης πέλεν ἔργών,
οἷς αἰεὶ τοπάροιθεν ὁμίλεον. ἀλλὰ γὰρ ἔμπης
630
ἢ θαμὰ δὴ πάπταινον ἐπὶ πλατὺν ὄμμασι πόντον
δείματι λευγαλέῳ, ὁπότε Θρήϊκες ἴασι.
τῷ καὶ ὅτ᾽ ἐγγύθι νήσου ἐρεσσομένην ἴδον Αργώ,
αὐτίκα πασσυδίη πυλέων ἔκτοσθε Μυρίνης,
δήϊα τεύχεα δῦσαι, ἐς αἰγιαλὸν προχέοντο,
635
Θυιάσιν ὠμοβόροις ἴκελαι· φὰν γάρ που ἱκάνειν
Θρήϊκας· ἠδ᾽ ἅμα τῇσι Θοαντιὰς Υψιπύλεια
δῦν᾽ ἐνὶ τεύχεσι πατρός. ἀμηχανίῃ δ᾽ ἐκέχυντο
ἄφθογγοι· τοῖόν σφιν ἐπὶ δέος ᾐωρεῖτο.
640
Τείως δ᾽ αὖτ᾽ ἐκ νηὸς ἀριστῆες προέηκαν
640
Αἰθαλίδην, κήρυκα θοὸν, τῷπέρ τε μέλεσθαι
ἀγγελίας, καὶ σκῆπτρον ἐπέτραπον Ερμείαο,
σφωϊτέροιο τοκῆος, ὃς οἱ μνῆστιν πόρε πάντων
ἄφθιτον· οὐδ᾽ ἔτι νῦν περ ἀποιχομένου Αχέροντος
δίνας ἀπροφάτοὺς ψυχὴν ἐπιδέδρομε λήθη.
645
ἀλλ᾽ ἡ γ᾽ ἔμπεδον αἰὲν ἀμειβομένη μεμόρηται,
ἄλλοθ᾽ ὑποχθονίοις ἐναρίθμιος, ἄλλοτ᾽ ἐς αὐγὰς
ἠελίου ζωοῖσι μετ᾿ ἀνδράσιν. ἀλλὰ τί μύθους
Αἰθαλίδεω χρειώ με διηνεκέως ἀγορεύειν ;
ὃς ῥα τόθ᾽ Υψιπύλην μειλίξατο δέχθαι ἰόντας
650
ἤματος ἀνομένοιο διὰ κνέφας· οὐδὲ μὲν ἠοῖ
πείσματα νηὸς ἔλυσαν ἐπὶ πνοιῇ Βορέαο.
Λημνιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἶζον ἰοῦσαι
εἰς ἀγορήν· αὐτὴ γὰρ ἐπέφραδεν Υψιπύλεια.
καί ὁ᾽ ὅτε δὴ μάλα πᾶσαι ὁμιλαδὸν ἠγερέθοντο,
655
αὐτίκ᾿ ἄρ᾽ ἦγ᾽ ἐνὶ τῇσιν ἐποτρύνουσ᾽ ἀγόρευεν.
Ω φίλαι, εἰ δ᾽ ἄγε δὴ μενοεικέα δῶρα πόρωμεν
ἀνδράσιν, οἷά τ᾽ ἔοικεν ἄγειν ἐπὶ νηὸς ἔχοντας,
ἤϊα, καὶ μέθυ λαρὸν, ἵν᾽ ἔμπεδον ἔκτοθι πύργων
μίμνωσι, μηδ' ἄμμε κατὰ χρειὼ μεθέποντες
660
ἀτρεκέως γνώωσι, κακὴ δ᾽ ἐπὶ πολλὸν ἵκηται
βάξις· ἐπεὶ μέγα ἔργον ἐρέξαμεν, οὐδέ τι πάμπαν
θυμηδὲς τοῖσίν γε τόδ᾽ ἔσσεται, εἴ κε δαεῖεν.
ἡμετέρη μέν νυν τοίη παρενήνοθε μῆτις·
ὑμέων δ' εἴ τις ἄρειον ἔπος μητίσεται ἄλλη,
665
ἐγρέσθω· τοῦ γάρ τε καὶ εἵνεκα δεῦρο κάλεσσα.
Ως ἄρ᾽ ἔφη, καὶ θῶκον ἐφίζανε πατρὸς ἑοῖο
λάϊνον· αὐτὰρ ἔπειτα φίλη τροφὸς ὧρτο Πολυξώ,
γήραϊ δὴ ῥικνοῖσιν ἐπισκάζουσα πόδεσσι,
βάκτρῳ ἐρειδομένη, πέρι δὲ μενέαιν᾿ ἀγορεῦσαι.
670
τῇ καὶ παρθενικαὶ πίσυρες σχεδὸν ἑδριόωντο,
ἀδμῆτες, λευκῇσιν ἐπιχνοάουσαι ἐθείραις.
στῆ δ᾽ ἄρ᾽ ἐνὶ μέσσῃ ἀγορῇ, ἀνὰ δ᾽ ἔσχεθε δειρὴν
ἦκα μόλις κυφοῖο μεταφρένου, ὧδέ τ᾽ ἔειπε.
Δῶρα μὲν, ὡς αὐτῇ περ ἐφανδάνει Υψιπυλείῃ,
675
πέμπωμεν ξείνοισιν, ἐπεὶ καὶ ἄρειον ὀπάσσαι.
ὔμμι γε μὴν τίς μῆτις ἐπαύρεσθαι βιότοιο,
αἴ κεν ἐπιβρίσῃ Θρήϊξ στρατός, ἠἑ τις ἄλλος
δυσμενέων, ἅτε πολλὰ μετ᾿ ἀνθρώποισι πέλονται,
ὡς καὶ νῦν ὅδ᾽ ὅμιλος ἀνωΐστως ἀφικάνει;
680
εἰ δὲ τὸ μὲν μακάρων τις ἀποτρέποι, ἄλλα δ᾽ ὀπίσσω
μυρία, δηϊοτῆτος ὑπέρτερα, πήματα μίμνει.
εὖτ᾽ ἂν δὴ γεραραὶ μὲν ἀποφθινύθωσι γυναῖκες,
κουρότεραι δ᾽ ἄγονοι στυγερὸν ποτὶ γῆρας ἵκησθε,
πῶς τῆμος βώσεσθε δυσάμμοροι; ἠὲ βαρείαις
685
αὐτόματοι βόες ὕμμιν ἐνιζευχθέντες ἀρούραις
γειοτόμον νειοῖο διειρύσσουσιν ἄροτρον,
καὶ πρόκα, τελλομένου ἔτεος, στάχυν ἀμήσονται;
ἢ μὲν ἐγὼν, εἰ καί με τανῦν ἔτι πεφρίκασι
Κῆρες, ἐπερχόμενόν που οΐομαι εἰς ἔτος ἤδη
690
γαῖαν ἐφέσσεσθαι, κτερέων ἀπὸ μοῖραν ἑλοῦσαν
αὕτως ᾗ θέμις ἐστὶ, πάρος κακότητα πελάσσαι.
ὁπλοτέρῃσι δὲ πάγχυ τάδε φράζεσθαι ἄνωγα.
νῦν γὰρ δὴ παρὰ ποσσὶν ἐπήβολος ἔστ᾽ ἀλεωρή,
εἴ κεν ἐπιτρέψητε δόμους καὶ ληΐδα πᾶσαν
695
ὑμετέρην ξείνοισι, καὶ ἀγλαὸν ἄστυ μέλεσθαι.
697
Ως ἔφατ᾿· ἐν, δ᾽ ἀγορὴ πλῆτο θρόου. εὔαδε γάρ σφι
μῦθος. ἀτὰρ μετὰ τὴν γε παρασχεδὸν αὖτις ἀνῶρτο
Υψιπύλη, καὶ τοῖον ὑποβλήδην ἔπος ηὔδα.
Εἰ μὲν δὴ πάσῃσιν ἐφανδάνει ἥδε μενοινή,
700
ἤδη κεν μετὰ νῆα καὶ ἄγγελον ὀτρύναιμι.
ἦ ῥα καὶ Ιφινόην μετεφώνεεν ἆσσον ἐοῦσαν.
Ορσο μοι, Ιφινόη, τοῦδ᾽ ἀγέρος ἀντιόωσα
ἡμέτερόνδε μολεῖν, ὅστις στόλου ἡγεμονεύει;
ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπω·
705
καὶ δ᾽ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κ᾽ ἐθέλωσι,
κέκλεο θαρσαλέως ἐπιβαινέμεν εὐμενέοντας.
Η, καὶ ἔλυσ᾽ ἀγορήν· μετὰ δ᾽ εἰς ἑὸν ὠρτο νέεσθαι·
ὡς δὲ καὶ Ιφινόη Μινύας ἵκεθ᾽· οἱ δὲ ἐρέεινον
χρεῖος ὅ τι φρονέουσα μετήλυθεν. ὦκα δὲ τοὺς γε
710
πασσυδίη μύθοισι προσέννεπεν ἐξερέοντας.
Κούρη τοί μ᾽ ἐπέηκε Θοαντιὰς ἐνθάδ᾽ ἰοῦσαν
Υψιπύλη, καλέειν νηὸς πρόμον, ὅστις ὄρωρεν,
ὄφρα τί οἱ δήμοιο, ἔπος θυμῆρες ἐνίσπῃ·
καὶ δ᾽ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κ᾽ ἐθέλητε,
715
κέκλεται αὐτίκα νῦν ἐπιβαινέμεν εὐμενέοντας.
Ως ἄρ᾽ ἔφη· πάντεσσι δ᾽ ἐναίσιμος ἥνδανε μύθος.
Υψιπύλην δ᾽ εἴσαντο καταφθιμένοιρ Θόαντος
τηλυγέτην γεγαυῖαν ἀνασσέμεν· ὦκα δὲ τόν γε
πέμπον ἴμεν, καὶ δ᾽ αὐτοὶ ἐπεντύνοντο νέεσθαι.
720
Αὐτὰρ ὅγ᾽ ἀμφ᾽ ὤμοισι θεᾶς Ιτωνίδος ἔργον,
δίπλακα πορφυρέην περονήσατο, τήν οἱ ὄπασσε
Παλλὰς, ὅτε πρῶτον δρυόχους ἐπεβάλλετο νηὸς
Αργοῦς, καὶ κανόνεσσι δάε ζυγὰ μετρήσασθαι.
ἢ μὲν ῥηϊτερόν κεν ἐς ἠέλιον ἀνιόντα
725
ὄσσε βάλοις, ἢ κεῖνο μεταβλέψειας ἔρευθος.
δὴ γάρ τοι μέσση μὲν ἐρευθήεσσα τέτυκτο,
ἄκρα δὲ, πορφυρέη πάντη πέλεν· ἐν δ᾽ ἄρ᾽ ἑκάστῳ
τέρματι δαίδαλα πολλὰ διακριδὸν εὐ ἐκέκαστο.
Εν μὲν ἔσαν Κύκλωπες ἐπ᾿ ἀφθίτῳ ἥμενοι ἔργῳ,
730
Ζηνὶ κεραυνὸν ἄνακτι πονεύμενοι, ὃς τόσον ἤδη
παμφαίνων ἐτέτυκτο, μιῆς δ᾽ ἔτι δεύετο μοῦνον
ἀκτῖνος, τὴν οἵγε σιδηρείῃς ἐλάασκον
σφύρῃσι, μαλεροῖο πυρὸς ζείουσαν ἀϋτμῇ.
Εν δ᾽ ἔσαν Αντιόπης Ασωπίδος υἱέε δοιώ,
735
Αμφίων καὶ Ζῆθος· ἀπύργωτος δ᾽ ἔτι Θήβη
κεῖτο πέλας, τῆς οἵγε νέον βάλλοντο δομαίους
ἱέμενοι. Ζῆθος μὲν ἐπωμαδὸν ἠέρταζεν
οὔρεος ἠλιβάτοιο κάρη, μογέοντι ἐοικώς·
Αμφίων δ᾽ ἐπί οἱ χρυσέῃ φόρμιγγι λιγαίνων
740
ἤϊε, δὶς τόσση δὲ μετ᾽ ἴχνια νίσσετο πέτρη.
Εξείης δ᾽ ἤσκητο βαθυπλόκαμος Κυθερείη
Αρεος ὀχμάζουσα θοὸν σάκος· ἐκ δὲ οἱ ὤμου
πῆχυν ἐπὶ σκαιὸν ξυνοχὴ κεχάλαστο χιτῶνος
νέρθεν ὑπὲρ μαζοῖο· τὸ δ᾽ ἀντίον ἀτρεκὲς αὕτως
745
χαλκείῃ δείκηλον ἐν ἀσπίδι φαίνετ᾿ ἰδέσθαι.
747
Εν δὲ βοῶν ἔσκε λάσιος νομός· ἀμφὶ δὲ βουσὶ
Τηλεβόαι μάρναντο καὶ υἱέες Ηλεκτρύωνος··
οἱ μὲν ἀμειβόμενοι, ἀτὰρ οἵγ᾽ ἐθέλοντες ἀμέρσαι
ληϊσταὶ Τάφιοι· τῶν δ᾽ αἵματι δεύετο λειμών
750
ἑρσήεις, πολέες δ᾽ ὀλίγους βιόωντο νομῆας.
Εν δὲ δύω δίφροι πεπονήατο δηριόωντες.
καὶ τὸν μὲν προπάροιθε Πέλοψ ἴθυνε, τινάσσων.
ἡνία, σὺν δὲ οἱ ἔσκε παραιβάτις Ιπποδάμεια·
τὸν δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλασεν ἵππους,
755
σὺν τῷ δ᾽ Οἰνόμαος προτενὲς δόρυ χειρὶ μεμαρπὼς
ἴξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο
πίπτεν, ἐπεσσύμενος Πελοπήϊα νῶτα δαΐξαι.
Εν καὶ Απόλλων Φοῖβος ὀϊστεύων ἐτέτυκτο,
βούπαις οὔπω πολλὸς, ἑὴν ἐρύοντα καλύπτρης
760
μητέρα θαρσαλέως Τιτυὸν μέγαν, ὃν σ᾽ ἔτεκέν γε
δι᾽ Ελάρη, θρέψεν δὲ καὶ ἂψ ἐλοχεύσατο Γαῖα.
Εν καὶ Φρίξος ἔην Μινυήϊος, ὡς ἐτεόν περ
εἰσαΐων κριοῦ, ὁ δ᾽ ἄρ᾽ ἐξενέποντι ἐῴκει.
κείνους κ᾽ εἰσορόων ἀκέοις, ψεύδοιό τε θυμὸν,
765
ἐλπόμενος πυκινήν τιν᾿ ἀπὸ σφείων ἐσακοῦσαι
βάξιν, ὃ καὶ δηρόν νυν ἐπ᾿ ἐλπίδι θηήσαιο.
Τοῦ ἄρα δῶρα θεᾶς Ιτωνίδος ἦεν Αθήνης.
δεξιτερῇ δ᾽ ἕλεν ἔγχος ἑκηβόλον, ὁ δ᾽ Αταλάντη
Μαινάλῳ ἔν ποτέ οἱ ξεινήϊον ἐγγυάλιξε,
770
πρόφρων ἀντομένη· πέρι γὰρ μενέαινεν ἕπεσθαι
τὴν ὁδόν· ἀλλὰ γὰρ αὐτὸς ἑκὼν ἀπερήτυε κούρην·
δεῖσεν δ᾽ ἀργαλέας ἔριδας φιλότητος ἕκητι.
Βῆ δ᾽ ἴμεναι προτὶ ἄστυ, φαεινῷ ἀστέρι ἶσὸς,
ὃν ῥά τε νηγατέῃσιν ἐεργόμεναι καλύβῃσι
775
νύμφαι θηήσαντο δόμων ὑπεραντέλλοντα,
καὶ σφίσι κυανέοιο δι' ἠέρος ὄμματα θέλγει
καλὸν ἐρευθόμενος, γάνυται δέ τε ἠϊθέοιο
παρθένος ἱμείρουσα μετ᾿ ἀλλοδαποῖσιν ἐόντος
ἀνδράσιν, ᾧ κέν μιν μνηστὴν κομέωσι τοκῆες·
780
τῷ ἴκελος πρὸ πόληος ἀνὰ στίβον ἤΐεν ἥρως.
καί ῥ᾽ ὅτε δὴ πυλέων τε καὶ ἄστεος ἐντὸς ἔβησαν;
δημότεραι μὲν ὄπισθεν ἐπεκλονέοντο γυναῖκες,
γηθόσυναι ξείνῳ· ὁ δ᾽ ἐπὶ χθονὸς ὄμματ᾽ ἐρείσας
νίσσετ᾽ ἀπηλεγέως, ὄφρ᾽ ἀγλαὰ δώμαθ᾽ ἵκανεν
785
Υψιπύλης· ἄνεσαν δὲ θύρας προφανέντι θεράπναι
δικλίδας, εὐτύκτοισιν ἀρηραμένας σανίδεσσιν.
ἔνθα μιν Ιφινόη κλισμῷ ἐνὶ παμφανόωντι
ἐσσυμένως καλῆς διὰ παστάδος εἶσεν ἄγουσα
ἀντία δεσποίνης· ἡ δ᾽ ἐγκλιδὸν ὄσσε βαλούσα
790
παρθενικὰς ἐρύθηνε παρηΐδας· ἔμπα δὲ τόνγε
αἰδομένη μύθοισι προσέννεπεν αἱμυλίοισι.
Ξεῖνε, τίη μίμνοντες ἐπὶ χρόνον ἔκτοθι πύργων
ἦσθ᾽ αὕτως; ἐπεὶ οὐ μὲν ὑπ᾽ ἀνδράσι ναίεται ἄστυ.
ἀλλὰ Θρηϊκίης ἐπινάστιοι ἠπείροιο
795
πυροφόρους ἀρόωσι γύας. κακότητα δὲ πᾶσαν
ἐξερέω νημερτὲς, ἵν᾽ εὖ γνοίητε καὶ αὐτοί.
εὖτε Θόας ἀστοῖσι πατὴρ ἐμὸς ἐμβασίλευε,
τηνίκα Θρηϊκίων, οἱ τ᾽ ἀντία ναιετάουσι,
Λήμνου ἀπορνύμενοι λαοί πέρθεσκον ἐπαύλους
800
ἐκ νηῶν, αὐτῇσι δ᾽ ἀπείρονα ληΐδα κούραις
δεῦρ᾽ ἄγον· οὐλομένης δὲ θεᾶς πορσύνετο μῆτις
Κύπριδος, ἥτε σφιν θυμοφθόρον ἔμβαλεν ἄτην.
δὴ γὰρ κουριδίας μὲν ἀπέστυγον, ἐκ δὲ μελάθρων,
ᾗματίη εἴξαντες, ἀπεσσεύοντο γυναῖκας·
805
αὐτὰρ ληϊάδεσσι δορυκτήταις παρίαυον,
σχέτλιοι. ἦ μὲν δηρὸν ἐτέτλαμεν, εἴ κέ ποτ᾽ αὖτις
ὀψὲ μεταστρέψωσι νόον· τὸ δὲ διπλόον αἰεὶ
πῆμα κακὸν προὔβαινεν. ἀτιμάζοντο δὲ τέκνα
γνήσι᾽ ἐνὶ μεγάροις, σκοτίη δ᾽ ἀνέτελλε γενέθλη.
810
αὕτως δ᾽ ἀδμῆτές τε κόραι, χῆραί τ᾽ ἐπὶ τῇσι
μητέρες ἀμπτολίεθρον ἀτημελέες ἀλάληντο.
οὐδὲ πατὴρ ὀλίγον περ ἑῆς ἀλέγιζε θυγατρός,
εἰ καὶ ἐν ὀφθαλμοῖσι δαϊζομένην ὁρόῳτο
μητρυιῆς ὑπὸ χερσὶν ἀτασθάλου· οὐδ᾽ ἀπὸ μητρός
815
λώβην, ὡς τοπάροιθεν, ἀεικέα παῖδες ἄμυνον·
οὐδὲ κασιγνήτοισι κασιγνήτη μέλε θυμῷ.
ἀλλ᾽ οἶαι κοῦραι ληΐτιδες ἔν τε δόμοισιν,
ἔν τε χοροῖς, ἀγορῇ τε, καὶ εἰλαπίνῃσι μέλοντο.
εἰσόκε τις θεὸς ἄμμιν ὑπέρβιον ἔμβαλε θάρσος,
820
ἂψ ἐπανερχομένους Θρῃκῶν ἄπο μηκέτι πύργοις
δέχθαι, ἵν᾽ ἢ φρονέοιεν ἅπερ θέμις, ἠἐ πη ἄλλῃ
αὐταῖς ληϊάδεσσιν ἀφορμηθέντες ἵκοιντο.
οἳ δ᾽ ἄρα θεσσάμενοι παίδων γένος, ὅσσον ἔλειπτο
ἄρσεν ἀνὰ πτολίεθρον, ἔβαν πάλιν, ἔνθ᾽ ἔτι νῦν περ
825
Θρηϊκίης ἄροσιν χιονώδεα ναιετάουσι.
τῷ ὑμεῖς στρωφᾶσθ᾽ ἐπιδήμιοι· εἰ δέ κεν αὖθι
ναιετάειν ἐθέλοις, καί τοι ἅδοι, ἦτ᾽ ἂν ἔπειτα
πατρὸς ἐμοῖο Θόαντος ἔχοις γέρας· οὐδέ τί σ᾽ οἴω
γαῖαν ὀνόσσεσθαι· πέρι γὰρ βαθυλήϊος ἄλλων
830
νήσων, Αἰγαίῃ ὅσαι εἰν ἁλὶ ναιετάουσιν.
ἀλλ᾽ ἄγε νῦν ἐπὶ νῆα κιὼν ἑτάροισιν ἔνισπε
μύθους ἡμετέρους, μηδ᾽ ἔκτοθι μίμνε πόληος.
834
Ισκεν, ἀμαλδύνουσα φόνου τέλος, οἷον ἐτύχθη
ἀνδράσιν· αὐτὰρ ὃ τήνγε παραβλήδην προσέειπεν.
835
Υψιπύλη, μάλα κεν θυμηδέος ἀντιάσαιμεν
χρησμοσύνης, ἣν ἄμμι, σέθεν χατέουσιν, ὀπάζεις.
εἶμι δ᾽ ὑπότροπος αὖτις ἀνὰ πτόλιν, εὔτ᾽ ἂν ἕκαστα
ἐξείπω κατὰ κόσμον. ἀνακτορίη δὲ μελέσθω
σοί τ᾽ αὐτῇ καὶ νῆσος· ἔγωγε μὲν οὐκ ἀθερίζων
840
χάζομαι, ἀλλά με λυγροὶ ἐπισπέρχουσιν ἄεθλοι.
Η, καὶ δεξιτερῆς χειρὸς θίγεν· αἶψα δ᾽ ὀπίσσω
βῆ ρ᾽ ἴμεν, ἀμφὶ δὲ τόνγε νεήνιδες ἄλλοθεν ἄλλαι
μυρίαι είλίσσοντο κεχαρμέναι, ὄφρα πυλάων
ἐξέμολε· μετέπειτα δ᾽ ἐϋτροχάλοισιν ἁμάξαις
845
ἀκτὴν εἰσανέβαν, ξεινήϊα πολλὰ φέρουσαι,
μῦθον ὅτ᾽ ἤδη πάντα διηνεκέως ἀγόρευσε,
τὸν ῥα καλεσσαμένη διεπέφραδεν Υψιπύλεια·
καὶ δ᾽ αὐτοὺς ξεινοῦσθαι ἐπὶ σφέα δώματ᾽ ἄγεσκον
ῥηϊδίως· Κύπρις γὰρ ἐπὶ γλυκὺν ἵμερον ὧρσεν,
850
Ηφαίστοιο χάριν πολυμήτιος, ὄφρα κεν αὖτις
ναίηται μετόπισθεν ἀκήρατος ἀνδράσι Λήμνος.
Ενθ᾽ ὁ μὲν Υψιπύλης βασιλήϊον ἐς δόμον ὠρτο
Αἰσονίδης· οἱ δ᾽ ἄλλοι ὅπη καὶ ἔκυρσαν ἕκαστος,
Ηρακλῆος ἄνευθεν. ὁ γὰρ παρὰ νηϊ λέλειπτο
855
αὐτὸς ἑκὼν, παῦροί τε διακρινθέντες ἑταῖροι.
αὐτίκα δ᾽ ἄστυ χοροῖσι καὶ εἰλαπίνῃσι γεγήθει,
καπνῷ κνισσήεντι περίπλεον· ἔξοχα δ᾽ ἄλλων
ἀθανάτων Ηρης υἷα κλυτὸν, ἠδὲ καὶ αὐτὴν
Κύπριν ἀοιδῇσι θυέεσσί τε μειλίσσοντο.
860
ἀμβολίη δ᾽ εἰς ἦμαρ ἀεὶ ἐξ ἤματος ἦε
ναυτιλίης· δηρὸν δ᾽ ἂν ἐλίκυον αὖθι μένοντες,
εἰ μὴ ἀολλήσας ἑτάρους ἀπάνευθε γυναικῶν
Ηρακλέης, τοίοισιν ἐνιπτάζων προσέειπε.
Δαιμόνιοι, πάτρης ἐμφύλιον αἷμ᾽ ἀποέργει
865
ἡμέας; ἠὲ γάμων ἐπιδευέες ἐνθάδ᾽ ἔβημεν
κεῖθεν, ὀνοσσάμενοι πολιήτιδας; αὖθι δ᾽ ἕαδε
ναίοντας λιπαρὴν ἄροσιν Λήμνοιο ταμέσθαι;
οὐ μὰν εὐκλειεῖς γε σὺν ὀθνείῃσι γυναιξὶν
ἐσσόμεθ᾽ ὧδ᾽ ἐπὶ δηρὸν ἐελμένοι· οὐδέ τι κῶας
870
αὐτόματον δώσει τις ἑλὼν θεὸς εὐξαμένοισιν.
ἴομεν αὖτις ἕκαστος ἐπὶ σφέα· τὸν δ᾽ ἐνὶ λέκτροις
Υψιπύλης εἰᾶτε πανήμερον, εἰσόκε. Λῆμνον
παισὶν ἐπανδρώσῃ, μεγάλη τέ ἑ βάξις ἵκηται.
Ως νείκεσσὲν ὅμιλον· ἐναντία δ᾽ οὐ νύ τις ἔτλη
875
ὄμματ᾽ ἀνασχεθέειν, οὐδὲ προτιμυθήσασθαι·
ἀλλ᾽ αὕτως ἀγορῆθεν ἐπαρτίζοντο νέεσθαι
σπερχόμενοι. ταὶ δὲ σφιν ἐπέδραμον, εὖτ᾽ ἐδάησαν.
ὡς δ᾽ ὅτε λείρια καλὰ περιβρομέουσι μέλισσαι
πέτρης ἐκχύμεναι σιμβληΐδος, ἀμφὶ δὲ λειμών
880
ἑρσήεις γάνυται, ταὶ δὲ γλυκὺν ἄλλοτε ἄλλον
καρπὸν ἀμέργουσι πεποτημέναι· ὡς ἄρα ταί γε
ἐνδυκὲς ἀνέρας ἀμφὶ κινυρόμεναι προχέοντο,
χερσί τε καὶ μύθοισὶν ἐδεικανόωντο ἕκαστον,
εὐχόμεναι μακάρεσσιν ἀπήμονα νόστον ὀπάσσαι.
885
ὣς δὲ καὶ Υψιπύλη ἠρήσατο, χεῖρας ἑλοῦσα
Αἰσονίδεω, τὰ δὲ οἱ ῥέε δάκρυα χήτει ἰόντος.
888
Νίσσεο, καὶ σὲ θεοὶ σὺν ἀπηρέσιν αὖτις ἑταίροις
χρύσειον βασιλῆϊδέρος κομίσειαν ἄγοντα
αὕτως, ὡς ἐθέλεις καί τοι φίλον· ἥδε δὲ νῆσος
890
σκῆπτρά τε πατρὸς ἐμοῖο παρέσσεται, εἴ κεν ὀπίσσω
δή ποτε νοστήσας ἐθέλοις ἄψοῤῥον ἱκέσθαι.
ῥηϊδίως δ᾽ ἄν τοι καὶ ἀπείρονα λαὸν ἀγείραις.
ἄλλων ἐκ πολίων. ἀλλ᾽ οὐ σύ γε τήνδε μενοινὴν
σχήσεις, οὔτ᾽ αὐτὴ προτιόσσομαι ὧδε τελεῖσθαι.
895
μνώεο μὴν ἀπεών περ ὁμῶς καὶ νόστιμος ἤδη
Υψιπύλης· λίπε δ᾽ ἡμὶν ἔπος, το κεν ἐξανύσαιμι
πρόφρων, ἣν ἄρα δή με θεοὶ δώωσι τεκέσθαι.
Τὴν δ᾽ αὖτ᾿ Αἴσονος υἱὸς ἀγαιόμενος προσέειπεν·
Υψιπύλη, τὰ μὲν οὕτω ἐναίσιμα πάντα γένοιτο
900
ἐκ μακάρων· τύνη δ᾽ ἐμέθεν πέρι θυμὸν ἀρείω
ἴσχαν᾽, ἐπεὶ πάτρην μοι ἅλις Πελίαο ἕκητι
ναιετάειν· μοῦνόν με θεοὶ λύσειαν ἀέθλων.
εἰ δ᾽ οὐ μοι πέπρωται ἐς Ελλάδα γαϊαν ἱκέσθαι
τηλοῦ ἀναπλώοντι, σὺ δ᾽ ἄρσενα παῖδα τέκοιο,
905
πέμπε μιν ἡβήσαντα Πελασγίδος ἔνδον Ιωλκού,
πατρί τ᾽ ἐμῷ καὶ μητρὶ δύης ἄκος, ἣν ἄρα τοὺς γε
τέτμῃ ἔτι ζώοντας, ἵν᾿ ἄνδιχα τοῖο ἄνακτος.
σφοῖσιν πορσύνωνται ἐφέστιον ἐν μεγάροισιν.
Η, καὶ ἔβαιν᾿ ἐπὶ νῆα παροίτατος· ὡς δὲ καὶ ἄλλοι
910
βαῖνον ἀριστῆες· λάζοντο δὲ χερσὶν ἐρετμὰ
ἐνσχερὼ ἑζόμενοι· πρυμνήσια δὲ σφίσιν Αργος
λῦσεν ὑπὲκ πέτρης ἁλιμυρέος. ἔνθ᾽ ἄρα τοίχε
κόπτον ὕδωρ δολιχῇσιν ἐπικρατέως ἐλάτῃσιν.
ἑσπέριοι δ' Ορφῆος ἐφημοσύνῃσιν ἔκελσαν
915
νῆσον ἐς Ηλέκτρης Ατλαντίδος, ὄφρα δαέντες
ἀῤῥήτους ἀγανῇσι τελεσφορίῃσι θέμιστας
σωότεροι κρυόεσσαν ὑπεὶρ ἅλα ναυτίλλοιντο.
τῶν μὲν ἔτ᾽ οὐ προτέρω μυθήσομαι· ἀλλὰ καὶ αὐτὴ
νῆσος ὁμῶς κεχάροιτο, καὶ οἱ λάχον ὄργια κεῖνα
920
δαίμονες ἐνναέται, τὰ μὲν οὐ θέμις ἄμμιν ἀείδειν.
Κεῖθεν δ᾽ εἰρεσίῃ Μέλανος διὰ βένθεα πόντου
ἰέμενοι, τῇ μὲν Θρῃκῶν χθόνα, τῇ δὲ περαίην
Ιμβρον ἔχον καθύπερθε· νέον γε μὲν ἠελίοιο
δυομένου, Χερόνησον ἐπὶ προὔχουσαν ἵκοντο.
925
ἔνθα σφι λαιψηρὸς ἄη νότος, ἱστία δ᾽ οὔρῳ
στησάμενοι, κούρης Αθαμαντίδος αἰπὰ ῥέεθρα
εἰσέβαλον· πέλαγος δὲ τὸ μὲν καθύπερθε λέλειπτο
ἦρι, τὸ δ᾽ ἐννύχιοι Ροιτειάδος ἔνδοθεν ἀκτῆς
μέτρεον, Ιδαίην ἐπὶ δεξιὰ γαῖαν ἔχοντες.
930
Δαρδανίην δὲ λιπόντες ἐπιπροσέβαλλον Αβύδῳ,
Περκώπην δ᾽ ἐπὶ τῇ, καὶ Αβαρνίδος ἠμαθόεσσαν
ἠϊόνα, ζαθέην τε παρήμειβον Πιτύειαν.
καὶ δὴ τῇ γ᾽ ἐπὶ νυκτὶ, διάνδιχα νηὸς ἰούσης,
δίνῃ πορφύροντα διήνυσαν Ελλήσποντον.
935
Εστι δέ τις αἰπεῖα Προποντίδος ἔνδοθι νῆσος
τυτθὸν ἀπὸ Φρυγίης πολυληΐου ἠπείροιο
εἰς ἅλα κεκλιμένη, ὅσσον τ᾽ ἐπιμύρεται ἰσθμὸς
χέρσῳ ἐπιπρηνὴς καταειμένος· ἐν δὲ οἱ ἀκταὶ
ἀμφίδυμοι, κεῖνται δ᾽ ὑπὲρ ὕδατος Αἰσήποιο.
940
Αρκτων μιν καλέουσιν ὄρος περιναιετάοντες·
καὶ τὸ μὲν ὑβρισταί τε καὶ ἄγριοι ἀμφινέμονται
Γηγενέες, μέγα θαῦμα περικτιόνεσσιν ἰδέσθαι.
ἓξ γὰρ ἑκάστῳ χεῖρες ὑπέρβιοι ἠερέθονται,
αἱ μὲν ἀπὸ στιβαρῶν ὤμων δύο, ταὶ δ᾽ ὑπένερθε
945
τέσσαρες αἰνοτάτῃσιν ἐπὶ πλευρῇς ἀραρυῖαι.
ἰσθμὸν δ᾽ ἀμπεδίον τε Δολίονες ἀμφενέμοντο
ἀνέρες· ἐν δ᾽ ἥρως Αἰνήϊος υἱὸς ἄνασσε
Κύζικος, ὃν κούρη δίου τέκεν Εὐσώροιο
Αἰνήτη. τοὺς δ᾽ οὐ τι, καὶ ἔκπαγλοί περ ἐόντες,
950
Γηγενέες σίνοντο, Ποσειδάωνος ἀρωγῇ·
τοῦ γὰρ ἔσαν ταπρῶτα Δολίονες ἐκγεγαῶτες.
ἔνθ᾽ Αργὼ προὔτυψεν ἐπειγομένη ἀνέμοισι
Θρηϊκίοις, καλὸς δὲ λιμὴν ὑπέδεκτο θέουσαν.
κεῖσε καὶ εὐναίης ὀλίγον λίθον ἐκλύσαντες,
955
Τίφυος ἐννεσίῃσιν ὑπὸ κρήνῃ ἐλίποντο,
κρήνῃ ὑπ᾿ Αρτακίῃ· ἕτερον δ᾽ ἕλον, ὅστις ἀρήρει,
βριθύν· ἀτὰρ κεῖνόν γε θεοπροπίαις Εκάτοιο
Νηλεΐδαι μετόπισθεν Ιάονες ἱδρύσαντο
ἱερὸν, ᾗ θέμις ἦεν, Ιησονίης ἐν Αθήνης.
960
961
Τοὺς δ᾽ ἄμυδις φιλότητι Δολίονες, ἠδὲ καὶ αὐτὸς
Κύζικος ἀντήσαντες, ὅτε στόλον ἠδὲ γενέθλην
ἔκλυον οἵτινες εἶεν, ἐϋξείνως ἀρέσαντο,
καὶ σφέας εἰρεσίῃ πέπιθον προτέρωσε κιόντας
ἄστεος ἐν λιμένι πρυμνήσια νηὸς ἀνάψαι.
965
ἔνθ᾽ οἱ γ' Εκβασίῳ βωμὸν θέσαν. Απόλλωνι,
εἰσάμενοι παρὰ θίνα, θυηπολίης τ᾿ ἐμέλοντο.
δῶκεν δ᾽ αὐτὸς ἄναξ λαρὸν μέθυ δευομένοισι,
μῆλά θ᾽ ὁμοῦ. δὴ γὰρ οἱ ἔην φάτις, εὖτ᾽ ἂν ἵκωνται
ἀνδρῶν ἡρώων θεῖος στόλος, αὐτίκα τόνγε
970
μείλιχον ἀντιάαν, μηδὲ πτολέμοιο μέλεσθαι.
νεῖόν που κἀκείνῳ ἐπισταχύεσκον ἴουλοι,
οὐδὲ νύ πω παίδεσσιν ἀγαλλόμενος μεμόρητο·
ἀλλ᾽ ἔτι οἱ κατὰ δώματ᾽ ἀκήρατος ἦεν ἄκοιτις
ὠδίνων, Μέροπος Περκωσίου ἐκγεγαυῖα,
975
Κλείτη ἐϋπλόκαμος. τὴν μὲν νέον ἐξέτι πατρὸς
θεσπεσίοις ἕδνοισιν ἀνήγαγεν ἀντιπέρηθεν.
ἀλλὰ καὶ ὡς θάλαμόν τε λιπὼν καὶ δέμνια νύμφης
τοῖς μέτα δαῖτ᾽ ἀλέγυνε, βάλεν δ᾽ ἀπὸ δείματα θυμοῦ.
ἀλλήλους δ᾽ ἐρέεινον ἀμοιβαδίς. ἤτοι ὁ μὲν σφέων
980
πεύθετο ναυτιλίης ἄνυσιν, Πελίαό τ᾽ ἐφετμάς·
οἱ δὲ περικτιόνων πόλιας, καὶ κόλπον ἅπαντα
εὐρείης πεύθοντο Προποντίδος· οὐ μὲν ἐπιπρὸ
ἠείδει καταλέξαι ξελδομένοισι δαῆναι.
ἠοῖ δ᾽ εἰσανέβαν μέγα Δίνδυμον, ὄφρα κεν αὐτοὶ
985
θηήσαιντο πόρους κείνης ἁλός· ἐκ δ᾽ ἄρα τοίγε
νῆα χυτοῦ λιμένος προτέρου ἐξήλασαν ὅρμου·
ἥδε δ' Ιησονίη πέφαται ὁδὸς, ἥνπερ ἔβήσαν.
Γηγενέες δ᾽ ἑτέρωθεν ἀπ᾿ οὔρεος ἀΐξαντες
φράξαν ἀπειρεσίοιο Χυτοῦ στόμα νειόθι πέτρης
990
πόντιον, οἷά τε θῆρα λοχώμενοι ἔνδον ἐόντα.
ἀλλὰ γὰρ αὖθι λέλειπτο σὺν ἀνδράσιν ὁπλοτέροισιν
Ηρακλέης, ὃς δή σφι παλίντονον αἶψα τανύσσας
τόξον, ἐπασσυτέρους πέλασε χθονί· τοὶ δὲ καὶ αὐτοὶ
πέτρας ἀμφιρῶγας ἀερτάζοντες ἔβαλλον.
995
δὴ γάρ που κἀκεῖνα θεὰ τρέφεν αἰνὰ πέλωρα
Ηρη, Ζηνὸς ἄκοιτις, ἀέθλιον Ηρακλῆϊ.
σὺν δὲ καὶ ὦλλοι δῆθεν ὑπότροποι ἀντιόωντες,
πρίν περ ἀνελθέμεναι σκοπιὴν, ἥπτοντο φόνοιο
Γηγενέων ἥρωες ἀρήϊοι, ἠμὲν ὀϊστοῖς,
1000
ἠδὲ καὶ ἐγχείῃσι δεδεγμένοι, εἰσόκε πάντας
ἀντιβίην ἀσπερχὲς ὀρινομένους ἐδάϊξαν.
ὡς δ᾽ ὅτε δούρατα μακρὰ νέον πελέκεσσι τυπέντα
ὑλοτόμοι στοιχηδὸν ἐπὶ ῥηγμῖνι βάλωσιν,
ὄφρα νοτισθέντα κρατεροὺς ἀνεχοίατο γόμφους·
1005
ὡς οἱ ἐνὶ ξυνοχῇ λιμένος πολιοῖο τέταντο
ἑξείης, ἄλλοι μὲν ἐς ἁλμυρὸν ἀθρόοι ὕδωρ
δύπτοντες κεφαλὰς καὶ στήθεα, γυῖα δ᾽ ὕπερθε
χέρσω τεινάμενοι· τοὶ δ᾽ ἔμπαλιν, αἰγιαλοῖο
κράατὰ μὲν ψαμάθοισι, πόδας δ᾽ εἰς βένθος ἔρειδον,100
1010
ἄμφω ἅμ᾽ οἰωνοῖσι καὶ ἰχθύσι κύρμα γενέσθαι.
1012
Ήρωες δ᾽, ὅτε δή σφιν ἀταρβὴς ἔπλετ᾽ ἄεθλος,
δὴ τότε πείσματα νηὸς ἐπὶ πνοιῆς ἀνέμοιο
λυσάμενοι, προτέρωσε διὲξ ἁλὸς οἶδμα νέοντο.
ἡ δ᾽ ἔθεε λαίφεσσι πανήμερος· οὐ μὲν ἰούσης
1015
νυκτὸς ἔτι ῥιπὴ μένεν ἔμπεδον, ἀλλὰ θύελλαι
ἀντίαι ἁρπάγδην ὀπίσω φέρον, ὄφρ᾽ ἐπέλασσεν
αὖτις ἐϋξείνοισι Δολίοσιν. ἐκ δ᾽ ἄρ᾽ ἔβησαν
αὐτονυχί· Ιερὴ δὲ φατίζεται ἥδ᾽ ἔτι πέτρη,
ᾗ πέρι πείσματα νηὸς ἐπεσσύμενοι ἐβάλοντο.
1020
οὐδέ τις αὐτὴν νῆσον ἐπιφραδέως ἐνόησεν
ἔμμεναι· οὐδ᾽ ὑπὸ νυκτὶ Δολίονες ἂψ ἀνιόντας
ἥρωας νημερτὲς ἐπήϊσαν· ἀλλά που ἀνδρῶν
Μακριέων εἴσαντο Πελασγικὸν ἄρεα κέλσαι.
τῷ καὶ τεύχεα δύντες ἐπὶ σφίσι χεῖρας ἄειραν.
1025
σὺν δ᾽ ἔλασαν μελίας τε καὶ ἀσπίδας ἀλλήλοισιν,
ὀξείῃ ἴκελοι ῥιπῇ πυρὸς, ἥ τ᾽ ἐνὶ θάμνοις
αὐαλέοισι πεσοῦσα κορύσσεται· ἐν δὲ κυδοιμὸς
δεινός τε ζαμενής τε Δολιονίῳ πέσε δήμῳ.
οὐδ᾽ ὅγε δηϊοτῆτος ὑπὲρ μόρον αὖτις ἔμελλεν
1030
οἴκαδε νυμφιδίους θαλάμους καὶ λέκτρον ἱκέσθαι.
ἀλλά μιν Αἰσονίδης τετραμμένον ἰθὺς ἑεῖο
πλῆξεν ἐπαΐξας στῆθος μέσον, ἀμφὶ δὲ δουρί.
ὀστέον ἐῤῥαίσθη· ὁ δ᾽ ἐνὶ ψαμάθοισιν ἐλυσθεὶς
μοῖραν ἀνέπλησε. τὴν γὰρ θέμις οὔ ποτ᾿ ἀλύξαι
1035
θνητοῖσι· πάντη δὲ περὶ μέγα πέπταται ἕρκος.
ὡς τὸν ὀϊόμενόν που ἀδευκέος ἔκτοθεν ἄτης
εἶναι ἀριστήων, αὐτὴ ὑπὸ νυκτὶ πέδησε,τι
μαρνάμενον κείνοισι. πολεῖς δ᾽ ἐπαρηγόνες ἄλλοι
ἔκταθεν. Ηρακλέης μὲν ἐνήρατο Τηλεκλῆα
1040
ἠδὲ Μεγαβρόντην· Σφόδριν δ᾽ ἐνάριξεν Ακαστος·
Πηλεὺς δὲ Ζέλυν εἶλεν, ἀρηϊθούν τε Γέφυρον.
αὐτὰρ ἐϋμελίης Τελαμών Βασιλῆα κατέκτα.
Ιδας δ᾽ αὖ Προμέα, Κλύτιος δ' Υάκινθον ἔπεφνε,
Τυνδαρίδαι δ᾽ ἄμφω Μεγαλοσσάκεα, Φλόγιόν τε.
1045
Οἰνεΐδης δ᾽ ἐπὶ τοῖσιν ἕλε θρασὺν Ιτυμονῆα,
ἠδὲ καὶ Αρτακέα, πρόμον ἀνδρῶν· οὓς ἔτι πάντὰς
ἐνναέται τιμαῖς ἡρωΐσι κυδαίνουσιν.
οἱ δ᾽ ἄλλοι εἴξαντες ὑπέτρεσαν, ἠΰτε κίρκους
ὠκυπέτας ἀγεληδὸν ὑποτρέσσωσι πέλειαι.
1050
ἐς δὲ πύλας ὁμάδῳ πέσον ἀθρόοι· αἶψα δ᾽ αὐτῆς
πλῆτο πόλις, στονόεντος ὑποτροπίῃ πολέμοιο.
ἠῶθεν δ᾽ ὀλοὴν καὶ ἀμήχανον εἰσενόησαν
ἀμπλακίην ἄμφω· στυγερὸν δὲ ἄχος εἶλεν ἰδόντας
ἥρωας Μινύας Αἰνήϊον υἷα πάροιθε
1055
Κύζικον ἐν κονίῃσι καὶ αἵματι πεπτηῶτα.
ἤματα δὲ τρία πάντα γόων, τίλλοντό τε χαίτας
αὐτοὶ ὁμῶς λαοί τε Δολίονες. αὐτὰρ ἔπειτα
τρὶς περὶ χαλκείοις σὺν τεύχεσι δινηθέντες
τύμβῳ ἐνεκτερέϊξαν, ἐπειρήσαντό τ᾽ ἀέθλων,
1060
ᾗ θέμις, ἀμπεδίον λειμώνιον, ἔνθ᾽ ἔτι νῦν περ
ἐγκέχυται τόδε σῆμα καὶ ὀψιγόνοισιν ἰδέσθαι.
οὐδὲ μὲν οὐδ᾽ ἄλοχος Κλείτη φθιμένοιο λέλειπτο
οὗ πόσιος μετόπισθε· κακῷ δ᾽ ἔπι κύντερον ἄλλο
ἤνυσεν, ἁψαμένη βρόχον αὐχένι. τὴν δὲ καὶ αὐταὶ
1065
Νύμφαι ἀποφθιμένην ἀλσηΐδες ὠδύραντο·
καὶ οἱ ἀπὸ βλεφάρων ὅσα δάκρυα χεῦαν ἔραζε,
πάντα τάγε κρήνην τεῦξαν θεαὶ, ἣν καλέουσι
Κλείτην, δυστήνοιο περικλεὲς οὔνομα νύμφης.
αἰνότατον δὴ κεῖνο Δολιονίῃσι γυναιξὶν
1070
ἀνδράσι τ᾽ ἐκ Διὸς ἦμαρ ἐπήλυθεν· οὐδὲ γὰρ αὐτῶν
ἔτλη τις πάσσασθαι ἐδητύος, οὐδ᾽ ἐπὶ δηρὸν,
ἐξ ἀχέων, ἔργοιο μυληφάτου ἐμνώοντο·
ἀλλ᾽ αὕτως ἄφλεκτα διεζώεσκον ἔδοντες.
ἔνθ᾽ ἔτι νῦν, εὔτ᾽ ἂν σφιν ἐτήσια χύτλα χέωνται
1075
Κύζικον ἐνναϊοντες Ιάονες, ἔμπεδον αἰεὶ
πανδήμοιο μύλης πελάνους ἐπαλετρεύουσιν.
1078
Εκ δὲ τόθεν τρηχεῖαι ἀνηέρθησαν ἄελλαι
ἤμαθ᾽ ὁμοῦ νύκτας τε δυώδεκα, τοὺς δὲ κατ᾽ αὖθι
ναυτίλλεσθαι ἔρυκον. ἐπιπλομένῃ δ᾽ ἐνὶ νυκτὶ
1080
ὦλλοι μέν ῥα πάρος δεδμημένοι εὐνάζοντο
ὕπνῳ ἀριστῆες πύματον λάχος· αὐτὰρ Ακαστος
Μόψος τ' Αμπυκίδης ἀδινὰ κνώσσοντας ἔρυντο.
ἡ δ᾽ ἄρ᾽ ὑπὲρ ξανθοῖο καρήατος Αἰσονίδαο
πωτᾶτ᾽ ἀλκυονὶς λιγυρῇ ὀπὶ θεσπίζουσα
1085
λῆξιν ὀρινομένων ἀνέμων· συνέηκε δὲ Μόψος,
ἀκταίης ὄρνιθος ἐναίσιμον ὄσσαν ἀκούσας.
καὶ τὴν μὲν θεὸς αὐτις ἀπέτραπεν, ἶζε δ᾽ ὕπερθε
νηΐου ἀφλάστοιο μετῄορος ἀΐξασα.
τὸν δ᾽ ὅ γε κεκλιμένον μαλακοῖς ἐνὶ κώεσιν οἰῶν
1090
κινήσας ἀνέγειρε παρασχεδὸν, ὧδέ τ᾽ ἔειπεν,
Αἰσονίδη, χρειώ σε τόδ' ἱερὸν εἰσανιόντα
Δινδύμου ὀκριόεντος, ἐϋθρονον ἱλάξασθαι
μητέρα συμπάντων μακάρων· λήξουσι δ᾽ ἄελλαι
ζαχρηεῖς. τοίην γὰρ ἐγὼ νέον ὄσσαν ἄκουσα
1095
ἀλκυόνος ἁλίης, ἥτε κνώσσοντος ὕπερθε
σεῖο πέριξ τὰ ἕκαστα πιφαυσκομένη πεπότητο.
ἐκ γὰρ τῆς ἄνεμοί τε, θάλασσά τε, νειόθι τε χθὼν
πᾶσα πεπείρηται, νιφόεν θ᾽ ἕδος Οὐλύμποιο·
καί οἱ, ὅτ᾽ ἐξ ὀρέων μέγαν οὐρανὸν εἰσαναβαίνει,
1100
Ζεὺς αὐτὸς Κρονίδης ὑποχάζεται. ὡς δὲ καὶ ὦλλοι
ἀθάνατοι μάκαρες δεινὴν θεὸν ἀμφιέπουσιν.
Ως φάτο· τῷ δ᾽ ἀσπαστὸν ἔπος γένετ᾽ εἰσαΐοντι.
ὤρνυτο δ᾽ ἐξ εὐνῆς κεχαρημένος· ὧρσε δ᾽ ἑταίρους
ΙΙοὐπάντας ἐπισπέρχων, καί τε σφίσιν ἀγρομένοισιν
1105
Αμπυκίδεω Μόψοιο θεοπροπίας ἀγόρευεν.
αἶψα δὲ κουρότεροι μὲν ἀπὸ σταθμῶν ἐλάσαντες
ἔνθεν ἐπ᾿ αἰπεινὴν ἄναγον βόας οὔρεος ακρην.
οἱ δ᾽ ἄρα λυσάμενοι Ιερῆς ἐκ πείσματα πέτρης,
Ιπποὔρεσαν ἐς λιμένα Θρηΐκιον· ἀν δὲ καὶ αὐτοὶ
1110
βαῖνον, παυροτέρους ἑτάρων ἐν νηΐ λιπόντες.
τοῖσι δὲ Μακριάδες σκοπιαὶ, καὶ πᾶσα περαίη.
Θρηϊκίης ἐνὶ χερσὶν ἑαῖς προὐφαίνετ᾿ ἰδέσθαι·
φαίνετο δ᾽ ἠερόεν στόμα Βοσπόρου, ἠδὲ κολῶναι
Μυσίαι· ἐκ δ᾽ ἑτέρης ποταμοῦ ῥόος Αἰσήποιο
1115
ἄστυ τε καὶ πεδίον Νηπήϊον Αδρηστείης.
ἔσκε δέ τι στιβαρὸν στύπος ἀμπέλου ἔντροφον ὕλῃ
πρόχνυ γεράνδρυον· τὸ μὲν ἔκταμον, ὄφρα πέλοιτο
δαίμονος οὐρείης ἱερὸν βρέτας· ἔξεσε δ' Αργος
εὐκόσμως, καὶ δή μιν ἐπ᾿ ὀκριόεντι κολωνῷ
1120
ἵδρυσαν, φηγοῖσιν ἐπηρεφὲς ἀκροτάτῃσιν,
αἱ ῥά τε πασάων πανυπέρταται ἐρρίζωντο. ··
βωμὸν δ᾽ αὖ χεράδος παρενήνεον· ἀμφὶ δὲ φύλλοις
στεψάμενοι δρυΐνοισι θυηπολίης ἐμέλοντο,
Μητέρα Δινδυμίην πολυπότνιαν ἀγκαλέοντες,
1125
ἐνναέτιν Φρυγίης, Τιτίην θ᾽ ἅμα, Κυλληνόν τε,
οἳ μοῦνοι πολέων μοιρηγέται ἠδὲ πάρεδροι
Μητέρος Ιδαίης κεκλήαται, ὅσσοι ἔασι
Δάκτυλοι Ιδαῖοι Κρηταιέες, οὕς ποτε Νύμφη
Αγχιάλη Δικταῖον ἀνὰ σπέος, ἀμφοτέρῃσι
1130
δραξαμένη γαίης Οἰαξίδος, ἐβλάστησε.
πολλὰ δὲ τήνγε λιτῇσιν ἀποστρέψαι ἐριωλὰς
Αἰσονίδης γουνάζετ᾽ ἐπιλείβων ἱεροῖσιν
αἰθομένοις· ἄμυδις δὲ νέοι Ορφῆος ἀνωγῇ
σκαίροντες βηταρμὸν ἐνόπλιον ὠρχήσαντο,
1135
καὶ σάκεα ξιφέεσσιν ἐπέκτυπον, ὡς κεν ἰωὴ
δύσφημος πλάζοιτο δι' ἠέρος, ἣν ἔτι λαοὶ
κηδείῃ βασιλῆος ἀνέστενον. ἔνθεν ἐσαιεὶ
ῥόμβῳ καὶ τυπάνῳ Ρείην Φρύγες ἱλάσκονται.
ἡ δέ που εὐαγέεσσιν ἐπὶ φρένα θῆκε θυηλαῖς
1140
ἀνταίη δαίμων· τὰ δ᾽ ἐοικότα σήματ᾽ ἔγεντο.
δένδρεα μὲν καρπὸν χέον· ἄσπετον, ἀμφὶ δὲ ποσσὺν α
αὐτομάτη φύε γαῖα τερείνης ἄνθεα ποίης.
θῆρες δ᾽ εἰλυούς τε κατὰ ξυλόχους τε λιπόντες,
οὐρῇσι σαίνοντες ἐπήλυθον. ἠδὲ καὶ ἄλλα
1145
θῆκε τέρας· ἐπεὶ οὐ τι παροίτερον ὕδατι νᾶε
Δίνδυμον· ἀλλά σφιν τότ᾽ ἀνέβραχε διψάδος αὕτως
ἐκ κορυφῆς ἄλληκτου· Ιησονίην δ᾽ ἐνέπουσι
κεῖνο ποτὸν κρήνην περιψαιέται ἄνδρες ἀπίσσω.
καὶ τότε μὲν δαῖτ᾽ ἀμφὶ θεᾶς θέσαν οὔρεσιν Αρκτων,
1150
μέλποντες Ρείην πολυπότνιαν. αὐτὰρ ἐς ἠὼ,
ληξάντων ἀνέμων, νῆσον λίπον εἰρεσίῃσιν.
1153
Ενθ' ἔρις ἄνδρα ἕκαστον ἀριστήων ὀρόθυνεν,
ὅστις ἀπολήξειε πανύστατος. ἀμφὶ γὰρ αἰθὴρ
νήνεμος ἐστόρεσεν δίνας, κατὰ δ᾽ εὔνασε πόντον,
1155
οἱ δὲ γαληναίῃ πίσυνοι ἐλάασκαν ἐπιπρὸ
νῆα βίη· τὴν δ᾽ οὐ κε διὲξ ἁλὸς ἀΐσσουσαν
οὐδὲ Ποσειδάωνος ἀελλόποδες κίχον ἵπποι.
ἔμπης δ᾽ ἐχρομένοιο σάλου ζαχρηέσιν αὔραις,
αΐ νέον ἐκ ποταμῶν ὑπὸ δείελον ἠερέθοντο,
1160
τειρόμενοι καμάτῳ μετελώφεον. αὐτὰρ ὁ τούςγε
πασσυδίη μογέοντας ἐφέλκετο κάρτεϊ χειρῶν
Ηρακλέης, ἐτίνασσε δ᾽ ἀρηρότα δούρατα νηός,
ἀλλ᾽ ὅτε δὴ, Μυσῶν λελιημένοι ἠπείροιο,
Ρυνδακίδας προχοὰς, μέγα τ᾽ ἠρίον Αἰγαίωνος
1165
τυτθὸν ὑπὲκ Φρυγίης παρεμέτρεου εἰσορόωντες,
δὴ τότ᾽ ἀνοχλίζων τετρηχότος οἴδματος ὁλκοὺς,
μεσσόθεν ἄξεν ἐρετμόν, ἀτὰρ τρύφος ἄλλο μὲν αὐτὸς
ἄμφω χερσὶν ἔχων πέσε δόχμιος, ἄλλο δὲ πόντας
κλύζε παλιροθίοισι φέρων, ἀνὰ δ᾽ ἕζετο σιγῇ
1170
παπταίνων· χεῖρες γὰρ ἀήθεσαν ἠρεμέουσαι.
Ημος δ᾽ ἀγρόθεν εἶσι φυτοσκάφος, ἤ τις ἀροτρεὺς
ἀσπασίως εἰς αὖλιν ἑὴν, δόρποιο χατίζων,
αὐτοῦ δ᾽ ἐν προμολῇ τετρυμένα γούνατ' ἔκαμψεν
αὐσταλέος κονίησι, περιτριβέας δέ τε χεῖρας
1175
εἰσορόων, κακὰ πολλὰ ἑῇ ἠρήσατο γαστρί·
τῆμος ἄρ᾽ οἳ γ᾽ ἀφίκοντο Κιανίδος ἤθεα γαίης,
ἀμφ᾿ Αργανθώνειον ὄρος, προχοάς τε Κίοιο.
τοὺς μὲν ἐϋξείνως Μυσοὶ φιλότητι κιόντας
δειδέχατ᾽, ἐνναέται κείνης χθονὸς, ἤϊά τε σφι
1180
μῆλά τε δευομένοις, μέθυ τ᾽ ἄσπετον ἐγγυάλιξαν.
ἔνθα δ᾽ ἔπειθ᾽ οἱ μὲν ξύλα κάγκανα, τοὶ δὲ λεχαίην
φυλλάδα λειμώνων φέρον ἄσπετον ἀμήσαντες,
στόρνυσθαι· τοὶ δ᾽ ἀμφὶ πυρήϊα δινεύεσκον·
οἱ δ᾽᾽ οἶνον κρητῆρσι κέρων, πονέοντά τε δαῖτα,
1185
Εκβασίῳ ῥέξαντες ὑπὸ κνέφας Απόλλωνι.
Αὐτὰρ ὁ δαίνυσθαι ἑτάροις οἷς ἐὗ ἐπιτείλας
βῆ ῥ᾽ ἴμεν εἰς ὅλην υἱὸς Διὸς, ὡς κεν ἐρετμὸν
οἱ αὐτῷ φθαίη καταχείριον ἐντύνασθαι.
εὗρεν ἔπειτ᾽ ἐλάτην ἀλαλήμενος, οὔτε τι πολλοῖς
1190
ἀχθομένην ἄζοις, οὐδὲ μέγα τηλεθόωσαν,
ἀλλ᾽ οἷον ταναῆς ἔρνος πέλει αἰγείροιο·
τόσση ὁμῶς μῆκός τε καὶ ἐς πάχος ἦεν ἰδέσθαι.
ῥίμφα δ᾽ ὀϊστοδόκην μὲν ἐπὶ χθονὶ· θῆκε φαρέτρην
αὐτοῖσι· τόξοισιν, ἔδυ δ᾽ ἄπα δέρμα λέοντος,
1195
τὴν δ᾽ ὅγε χαλκοβαρεῖ ῥοπάλῳ δαπέδοιο τινάξας
νειόθὲν ἀμφοτέρῃσι περὶ στύπος ἔλλαβε χερσὶν,
ἠνορέῃ πίσυνος· ἐν δὲ πλατὺν ὦμον ἔρεισεν
εὖ διαβάς· πεδόθεν δὲ, βαθύριζόν περ ἐοῦσαν, κα
προσφὺς ἐξήειρε σὺν αὐτοῖς ἔχμασι γαίης. Α
1200
ὡς δ᾽ ὅταν ἀπροφάτως ἱστὸν νεὸς, εὖτε μάλιστα
χειμερίη ὀλοοῖο πέλει δύσις Ωρίωνος,
ὑψόθεν ἐμπλήξασα θοὴ ἀνέμοιο κατάϊξ
αὐτοῖσι σφήνεσσιν ὑπὲκ προτόνων ἐρύσηται·
ὡς ὅγε τὴν ἤειρεν. ὁμοῦ δ᾽ ἀνὰ τόξα καὶ ἰοὺς,
1205
δέρμα θ᾽ ἑλὼν, ρόπαλόν τε, παλίσσυτος ὧρτο νέεσθαι.
1207
Τόφρα δ' Υλας χαλκέῃ σὺν κάλπιδι νόσφιν ὁμίλου
δίζετο κρηναίης ἱερὸν ῥόον, ὥς κέν οἱ ὕδωρ
φθαίη ἀφυσσάμενος ποτιδόρπιον, ἄλλα τε πάντα
ὀτραλέως κατὰ κόσμον ἐπαρτίσσειεν ἰόντι.
1210
δὴ γάρ μιν τοίοισιν ἐν ἤθεσιν αὐτὸς ἔφερβε
νηπίαχον ταπρῶτα, δόμων ἐκ πατρὸς ἀπούρας,
δίου Θειοδάμαντος, ὃν ἐν Δρυόπεσσιν ἔπεφνε
νηλειῶς, βοὸς ἀμφὶ γεωμόρου ἀντιόωντα.
ἤτοι ὁ μὲν νειοῖο γύας τέμνεσκεν ἀρότρῳ
1215
Θειοδάμας ἀνίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγε
βοῦν ἀρότην ἤνωγε παρασχέμεν οὐκ ἐθέλοντα.
ἵετο γὰρ πρόφασιν πολέμου Δρυόπεσσι βαλέσθαι
λευγαλέην, ἐπεὶ οὐ τι δίκης ἀλέγοντες ἔναιον.
ἀλλὰ τὰ μὲν τηλοῦ κεν ἀποπλάγξειεν ἀοιδῆς.
1220
αἶψα δ' ὅ γε κρήνην μετεκίαθεν, ἣν καλέουσι
Πηγὰς ἀγχίγυοι περιναιέται. οἱ δέ που ἄρτι
Νυμφάων ἵσταντο χοροί· μέλε γὰρ σφίσι πάσαις,
ὅσσαι κεῖσ᾽ ἐρατὸν Νύμφαι ῥίον ἀμφενέμοντο,
Αρτεμιν ἐννυχίῃσιν ἀεὶ μέλπεσθαι ἀοιδαῖς.
1225
αἱ μὲν ὅσαι σκοπιὰς ὀρέων λάχον, ἢ καὶ ἐναύλους,
αἱ γε μὲν ὑλήωροι ἀπόπροθεν ἐστιχόωντο·
ἡ δὲ νέον κρήνης ἀνεδύετο καλλινάοιο
Νύμφη ἐφυδατίη· τὸν δὲ σχεδὸν εἰσενόησε
κάλλεϊ καὶ γλυκερῇσιν ἐρευθόμενον χαρίτεσσι.
1230
πρὸς γάρ οἱ διχόμηνις ἀπ' αἰθέρος αὐγάζουσα
βάλλε Σεληναίη, τὴν δὲ φρένας ἐπτοίησε
Κύπρις, ἀμηχανίῃ δὲ μόγις συναγείρατο θυμόν.
αὐτὰρ ὅγ᾽ ὡς ταπρῶτα ῥόῳ ἔνι κάλπιν ἔρεισε
λέχρις ἐπιχριμφθεὶς, περὶ δ᾽ ἄσπετον ἔβραχεν ὕδωρ
1235
χαλκὸν ἐς ἠχήεντα φορεύμενον, αὐτίκα δ᾽ ἤγε
λαιὸν μὲν καθύπερθεν ἐπ' αὐχένος ἄνθετο πῆχυν,
κύσσαι ἐπιθύουσα τέρεν στόμα· δεξιτερῇ δὲ
ἀγκῶν᾽ ἔσπασε χειρὶ, μέσῃ δ᾽ ἐνικάββαλε δίνῃ.
Τοῦ δ᾽ ἥρως ἰάχοντος ἐπέκλυεν οἷος ἑταίρων
1240
Εἰλατίδης Πολύφημος, ἰὼν προτέρωσε κελεύθου.
δέκτο γὰρ Ηρακλῆα πελώριον, ὁππόθ᾽ ἵκοιτο. Αυτό
βῆ δὲ μεταΐξας Πηγέων σχεδὸν, ἠὔτε τις θὴρ
ἄγριος, ὃν ῥά τε γῆρυς ἀπόπροθεν ἵκετο μήλων,
λιμῷ δ᾽ αἰθόμενος μετανίσσεται, οὐδ᾽ ἐπέκυρσε
1245
ποίμνῃσι· πρὸ γὰρ αὐτοὶ ἐνὶ σταθμοῖσι νομῆες
ἔλσαν· ὁ δὲ στενάχων βρέμει ἄσπετον, ὄφρα κάμησιν·
ὣς τότ᾽ ἄρ᾽ Εἰλατίδης μεγάλ᾽ ἔστενεν, ἀμφὶ δὲ χῶρον
φοίτα κεκληγώς· μελέη δὲ οἱ ἔπλετο φωνή.
αἶψα δ᾽ ἐρυσσάμενος μέγα φάσγανον ὧρτο δίεσθαι,
1250
μή πως ἢ θήρεσσιν ἕλωρ πέλεν, ἠε μιν, ἄνδρες. Α
μοῦνον ἐόντ᾽ ἐλόχησαν, ἄγουσι δὲ ληϊδ᾽ ἑτοίμην
ἔνθ᾽ αὐτῷ ξύμβλητο κατὰ στίβον Ηρακλῆϊ,
γυμνὸν ἐπαΐσσων παλάμη ξίφος· εὖ δέ μιν ἔγνω
σπερχόμενον μετὰ νῆα διὰ κνέφας. αὐτίκα δ᾽ ἄτην
1255
ἔκφατο, λευγαλέην, βεβαρημένος ἄσθματι θυμόν.
1257
Δαιμόνιε, στυγερόν τοῦ ἄχος πάμπρωτος ἐνίψω.
οὐ γὰρ Υλας κρήνηνδε κιών, σόος αὖτις ἱκάνει.
ἀλλὰ ἑ ληϊστῆρες ἐνιχρίμψαντες ἄγουσιν,
ἢ θῆρες σίνονται· ἐγὼ δ᾽ ἰάχοντος ἄκουσα.
1260
Ως φάτο· τῷ δ᾽ ἀΐοντι κατὰ κροτάφων ἅλις ἱδρὼς
κήκιεν, ἐν δὲ κελαινὸν ὑπὸ σπλάγχνοις ζέεν αἷμα.
χωόμενος δ᾽ ἐλάτην χαμάδις βάλεν, ἐς δὲ κέλευθον
τὴν θέεν, ᾗ πόδες αὐτὸν ὑπέκφέρον ἀΐσσοντα.
ὡς δ᾽ ὅτε τίς τε μύωπι τετυμμένος ἔσσυτο ταῦρος,
1265
πίσεά τε προλιπὼν καὶ ἐλεσπίδας, οὐδὲ νομήων
οὐδ᾽ ἀγέλης ὄθεται, πρήσσει δ᾽ ὁδὸν, ἄλλοτ᾽ ἄπαυστος,
ἄλλοτε δ᾽ ἱστάμενος, καὶ ἀνὰ πλατὺν αὐχέν᾿ ἀείρων
ἵησι μύκημα, κακῷ βεβολημένος οἴστρῳ·
ὡς ὅγε μαιμώων, ὁτὲ μὲν θοὰ γούνατ᾽ ἔπαλλε
1270
συνεχέως, ὁτὲ δ᾽ αὖτε μεταλήγων καμάτοιο
τῆλε διαπρύσιον μεγάλῃ βοάασκεν ἀϋτῇ.
Αὐτίκα δ᾽ ἀκροτάτας ὑπερέσχεθεν ἄκριας ἀστὴρ ·
ἠῷος, πνοιαὶ δὲ κατήλυθον· ὦκα δὲ Τίφυς
ἐσβαίνειν ὀρόθυνεν, ἐπαύρεσθαί τ᾽ ἀνέμοιο.
1275
οἱ δ᾽ ἐσέβαινον ἄφαρ λελιημένοι· ὕψι δὲ νηὸς
εὐναίας· ἐρύσαντες ἀνεκρούσαντο κάλωας.
κυρτώθη δ᾽ ἀνέμῳ λίνα μεσσόθι, τῆλε δ᾽ ἀπ᾿ ἀκτῆς
γηθόσυνοι φορέοντο παραὶ Ποσιδήϊον ἄκρην.
ἦμος δ᾽ οὐρανόθεν χαροπὴ ὑπολάμπεται ἠὼς
1280
ἐκ περάτης ἀνιοῦσα, διαγλαύσσουσι δ᾽ ἀταρποὶ,
καὶ πεδία δροσόεντα φαεινῇ λάμπεται αἴγλῃ,
τῆμος τούςγ᾽ ἐνόησαν ἀϊδρείῃσι λιπόντες.
ἐν δέ σφι κρατερὸν νεῖκος πέσεν, ἐν δὲ κολωὸς
ἄσπετος, εἰ τὸν ἄριστον ἀποπρολιπόντες ἔβησαν
1285
σφωϊτέρων ἑτάρων. ὁ δ᾽ ἀμηχανίῃσιν ἀτυχθεὶς
οὐδέ τι τοῖον ἔπος, μετεφώνεεν, οὐδέ τι τοῖον
Αἰσονίδης· ἀλλ᾽ ἦστο βαρείῃ νειόθεν ἄτῃ
θυμὸν ἔδων· Τελαμῶνα δ᾽ ἕλε χόλος, ὧδέ τ᾽ ἔειπεν.
Ησ᾿ αὕτως εὔκηλος, ἐπεὶ νύ του ἄρμενον ἦεν
1290
Ηρακλῆα λιπεῖν· σέο δ᾽ ἔκτοθι μῆτις ὄρωρεν,
ὄφρα τὸ κείνου κῦδος ἀν᾿ Ελλάδα μή σε καλύψη,
αἴ κε θεοὶ δώωσιν ὑπότροπον οἴκαδε νόστον.
ἀλλὰ τί μύθων ἦδος, ἐπεὶ καὶ νόσφιν ἑταίρων
εἶμι τεῶν, οἱ τόνγε δόλον συνετεκτήναντο.
1295
Η, καὶ ἐς Αγνιάδην Τίφυν θόρε· τὼ δὲ οἱ ὄσσε
ὄστλιγγες μαλεροῖο πυρὸς ὡς ἰνδάλλοντο.·
καὶ νύ κεν ἂψ ὀπίσω Μυσῶν ἐπὶ γαῖαν ἵκοντο,
λαῖτμα βιησάμενοι, ἀνέμου τ᾽ ἄλληκτον ἰωὴν,
εἰ μὴ Θρηϊκίοιο δύω υἷες Βορέαο
1300
Αἰακίδην χαλεποῖσιν ἐρητύεσκον ἔπεσσι,
σχέτλιοι· ἢ τέ σφι στυγερή τίσις ἔπλετ᾽ ὀπίσσω
χερσὶν ὑφ᾽ Ἡρακλῆος, ὅ μιν δίζεσθαι ἔρυκον.
ἄθλων γὰρ Πελίαο δεδουπότος ἂῳ ἀνιόντας
Τήνῳ ἐν ἀμφιρύτῃ πέφνε, καὶ ἀμήσατο γαῖαν
1305
ἀμφ᾿ αὐτοῖς, στήλας τε δύω καθύπερθεν ἔτευξεν,
ὧν ἑτέρη, θάμβος περιώσιον ἀνδράσι λεύσσειν,
κίνυται ἠχήεντος ὑπὸ πνοιῇ Βορέαο.
καὶ τὰ μὲν ὡς ἤμελλε μετὰ χρόνον ἐκτελέεσθαι.
τοῖσιν δὲ Γλαύκος βρυχίης ἁλὸς ἐξεφαάνθη,
1310
Νηρῆος θείοιο πολυφράδμων ὑποφήτης·
ὕψι δὲ λαχνῆέν τε κάρη καὶ στήθε᾽ ἀείρας
νειόθεν ἐκ λαγόνων, στιβαρῇ γ᾽ ἐπαρέξατο χειρὶ
νηΐου ὁλκαίοιο, καὶ ἴαχεν ἐσσυμένοισι.
1315
Τίπτε παρὲκ μεγάλοιο Διὸς μενεαίνετε βουλὴν
1315
Αἰήτεω πτολίεθρον ἄγειν θρασὺν Ηρακλῆα;
Αργεί οἱ μοῖρ᾽ ἐστὶν ἀτασθάλῳ Εὐρυσθῆϊ
ἐκπλῆσαι μογέοντα δυώδεκα πάντας ἀέθλους,
ναίειν δ᾽ ἀθανάτοισι συνέστιον, εἴ κ᾿ ἔτι παύρους
ἐξανύσῃ· τῷ μή τι ποθὴ κείνοιο πελέσθω.
1320
αὕτως δ᾽ αὖ Πολύφημον ἐπὶ προχοῇσι Κίοιο
πέπρωται Μυσοῖσι περικλεὲς ἄστυ καμόντα,
μοῖραν ἀναπλήσειν Χαλύβων ἐν ἀπείρονι γαίῃ.
αὐτὰρ Υλαν φιλότητι θεὰ ποιήσατο Νύμφη.
ὃν πόσιν, οἷα περ οΰνεκ᾽ ἀποπλαγχθέντες ἔλειφθεν.
1325
Η, καὶ κῦμ᾽ ἀλίαστον ἐφέσσατο νειόθι δύψας·
ἀμφὶ δὲ οἱ δίνῃσι κυκώμενον ἄφρεεν ὕδωρ
πορφύρεον, κοίλην δὲ διὲξ ἁλὸς ἔκλυσε νῆα.
γήθησαν δ᾽ ἥρωες· ὁ δ᾽ ἐσσυμένως ἐβεβήκει
Αἰακίδης Τελαμὼν ἐς Ιήσονα, χεῖρα δὲ χειρὶ
1330
ἄκρην ἀμφιβαλὼν προσπτύξατο, φώνησέν τε.
Αἰσονίδη, μή μοί τι χολώσεαι, ἀφραδίησιν
εἴ τί περ ἀασάμην. πέρι γάρ μ' ἄχος ἦκεν ἐνίσπειν
μύθον ὑπερφίαλόν τε καὶ ἄσχετον, ἀλλ᾽ ἀνέμοισι
δώομεν ἀμπλακίην, ὡς καὶ πάρος εὐμενέοντες.
1335
Τὸν δ᾽ αὖτ᾿ Αἴσονος υἱὸς ἐπιφραδέως προσέειπεν ·
Ω πέπον, ἢ μάλα δή με κακῷ ἐκυδάσσαο μύθῳ,
φὰς ἐνὶ τοῖσιν ἅπασιν ἐνηέος ἀνδρὸς ἀλείτην
ἔμμεναι, ἀλλ᾽ οὐ θήν του ἀδευκέα μῆνιν ἀέξω,
πρίν περ ἀνιηθείς· ἐπεὶ οὐ περὶ πώεσι μήλων,
1340
οὐδὲ περὶ κτεάτεσσι χαλεψάμενος μενέηνας,
ἀλλ᾽ ἑτάρου περὶ φωτός. ἔολπα δέ τοι σὲ καὶ ἄλλῳ
ἀμφ᾿ ἐμεῦ, εἰ τοιόνδε πέλοι ποτὲ, δηρίσεσθαι.
Ἦ ῥα, καὶ ἀρθμηθέντες, ὅπη πάρος, ἑδριόωντο.
τὼ δὲ Διὸς βουλῇσιν, ὁ μὲν Μυσοῖσι βαλέσθαι
1345
μέλλεν ἐπώνυμον ἄστυ πολισσάμενος ποταμοίο
Εἰλατίδης Πολύφημος· ὁ δ᾽. Εὐρυσθῆος ἀέθλους
αὖτις ἰὼν πονέεσθαι. ἐπηπείλησε δὲ γαῖαν
Μυσίδ᾽ ἀναστήσειν αὐτοσχεδὸν, ὁππότε μή οἱ
ἢ ζωοῦ εὕροιεν Υλα μόρον, ἠὲ θανόντος.
1350
τοῖο δὲ ῥύσι᾽ ὄπασσαν, ἀποκρίναντες ἀρίστους;
υἱέας ἐκ δήμοιο, καὶ ὅρκια ποιήσαντο,
μή πατε μαστεύοντες ἀπολήξειν καμάτοιο.
τοὔνεκεν εἰσέτι νῦν περ Υλαν ἐρέουσι Κιανοὶ,
κοῦρον Θειοδάμαντος, ἐϋκτιμένης τε μέλονται
1355
Τρηχῖνος. δὴ γάρ ῥα κατ᾿ αὐτόθι νάσσατο παῖδας,
οὕς οἱ ῥύσια κεῖθεν ἐπιπροέηκαν ἄγεσθαι,
Νηῦν δὲ πανημερίην ἄνεμος φέρε νυκτί τε πάσῃ
λάβρος ἐπιπνείων· ἀτὰρ οὐδ᾽ ἐπὶ τυτθὸν ἄητο
ἠοῦς τελλομένης. οἱ δὲ χθονὸς εἰσανέχουσαν
1360
ἀκτὴν ἐκ κόλποιο μάλ᾽ εὐρεῖάν γ᾽ ἐσιδέσθαι
φρασσάμενοι, κώπῃσιν ἅμ' ἠελίῳ ἐπέκελσαν.