τὸ σόφισμα προβέβηκεν· οὐ γὰρ εἰ τόδε τῷδε ἕπεται, καὶ τῷδε τόδε ἕπεσθαι ἀνάγκη. ἔστι δὲ διττὴ τῶν ἑπομένων ἡ ἀκολούθησις. ἢ 1 γὰρ ὡς ἐν τῷ μέρει τὸ καθόλου, οἷον ἀνθρώπῳ ζῶον, ἢ κατὰ τὰς ἀντιθέσεις, ὡς εἴρηται· εἰ γὰρ τόδε ·τῷδε ἀκολουθεῖ, καὶ τῷ ἀντικειμένῳ τὸ ἀντικείμενον, οἷον εἰ τὸ πῦρ θερμόν, τὸ μὴ θερμὸν οὐδὲ πῦρ. παρ᾿ ὃ καὶ
τὸν τοῦ Μελίσσου λόγον εὐθύνομεν ἁμαρτάνοντα· εἰ γὰρ τὸ γεγονὸς ἔχει ἀρχήν, φησί, τὸ ἀγένητον οὐχ ἕξει· ὥστ’ εἰ ἀγένητος ὁ οὐρανός, καὶ ἄπειρος. τὸ δ’ οὐκ ἔστιν· ἀνάπαλιν γὰρ ἐχρῆν οὑτωσί πως ‘εἰ τὸ γεγονὸς
ἀρχὴν ἔχει, τὸ μὴ ἀρχὴν ἔχον οὐδὲ γέγονεν.᾿
In Aristotelis Sophisticos Elenchos Paraphrasis. Anonymi in Aristotelis Sophisticos Elenchos. ed. Michael Hayduck. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.