παρ’ ἣν τὸ ψεῦδος ἀνῃρηκώς, καὶ μάλιστα τὴν μείζω αὕτη γὰρ κἀν τοῖς
ἀληθέσι τὸ κῦρος ἔχει) ἢ καὶ ἀμφοτέρας, εἰ καὶ ἄμφω ψευδεῖς· τὸν δὲ δεύτερον ἐμφανίσας ἐν τίνι τῶν παρατετηρημένων ἐλλέλοιπε καὶ κατὰ τί ἐξέκλινε τὴν παράδοσιν. ὥστε συμβαίνει τοὺς ψευδεῖς τῶν λόγων τοὺς μὲν συλλελογισμένους ἀνελόντα παρ’ ὁποίαν ἐρώτησιν συμβαίνει τὸ ψεῦδος
λύειν, τοὺς δὲ φαινομένους καὶ τὸ εἶδος ἡμαρτημένους διελόντα. πάλιν δὲ ἐπεὶ· τῶν μὴ συλλελογισμένων λόγων οἱ μὲν ἀληθὲς οἱ δὲ ψευδὲς ἔχουσι τὸ συμπέρασμα, τοὺς μὲν κατὰ τὸ συμπέρασμα ψευδεῖς διχῶς ἐνδέχεται
λύειν· καὶ γὰρ τῷ ἀνελεῖν τι τῶν ἠρωτημένων καὶ τῷ δεῖξαι τὸ συμπέρασμα ἔχον οὐχ οὕτως· τοὺς δὲ κατὰ τὰς πρ.οτάσεις τῷ ἀνελεῖν τι μόνον·
τὸ γὰρ συμπέρασμα ἀληθές. οὐ γὰρ ἀεί, εἰ αἰ προτάσεις ψεύδονται, καὶ τὸ συμπέρασμα· ἔστι γὰρ καὶ ἐκ ψευδῶν ἀληθὲς συλλογίσασθαι· εἰ μέντοι τὸ συμπέρασμα, καὶ αἱ προ|τάσεις πάντως. ὥστε τοῖς βουλομένοις λύειν 3 λόγον σοφιστικὸν πρῶτον μὲν σκεπτέον εἰ συλλελόγισται ἢ μή, εἶτα πότερον ἀληθὲς τὸ συμπέρασμα ἢ ψεῦδος, ὅπως διαιροῦντες ἢ ἀναιροῦντες λύωμεν
τὰ ψευδῆ ἢ ὧδε ἢ ὧδε, καθάπερ ἐλέχθη πρότερον, διαιροῦντες μὲν εἰς τὰς προτάσεις καὶ ἀναλύοντες τὸν ἀσυλλόγιστον καὶ δεικνύντες ὡς ἐκ δύο μερικῶν ἢ ἀποφατικῶν συνιστάμενον, ἀναιροῦντες δὲ τὸν κατὰ τὴν ὕλην ἡμαρτημένον. διαφέρει δὲ πλεῖστον ἐρωτώμενόν τε καὶ μὴ λύειν τὸν λόγον.
τὸ μὲν γὰρ προϊδεῖν εὐθὺς χαλεπόν, τὸ δὲ κατὰ σχολὴν ἰδεῖν ῥᾷον.
In Aristotelis Sophisticos Elenchos Paraphrasis. Anonymi in Aristotelis Sophisticos Elenchos. ed. Michael Hayduck. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.