ἑαυτὸν ζητήσεις, ὡς κἀν τοῖς προοιμίοις εἴρηται· ὁ γὰρ ὑφ’ ἑτέρου παραλογιζόμενος
ῥᾳδίως καὶ τοῦτο μὴ διαισθανόμενος κἄν αὐτὸς ὑφ’ αὑτοῦ τοῦτο πάθοι πολλάκις. τρίτον δὲ καὶ τὸ λοιπὸν ἔτι πρὸς δόξαν, τὸ περὶ πάντα γεγυμνάσθαι δοκεῖν καὶ μηδενὸς ἀπείρως ἔχειν. τὸ γὰρ κοινωνοῦντα λόγων ψέγειν λόγους μηδὲν ἔχοντα διορίζειν περὶ τῆς φαυλότητος αὐτῶν ὑποψίαν δίδωσι τοῦ δοκεῖν δυσχεραίνειν οὐ διὰ τὸ ἀληθὲς. ἀλλὰ διὰ τὴν ἀπειρίαν.
μετατιθέμενον ἀγνοοῦμεν. ἔτι δ’ ὥσπερ ἐν τοῖς ἄλλοις τὸ θᾶττον καὶ τὸ βραδύτερον ἐκ τοῦ γεγυμνάσθαι γίνεται μᾶλλον, οὕτω καὶ ἐπὶ τῶν λόγων ἔχει, ὥστε, ἂν δῆλον μὲν ἡμῖν ᾖ, ἀμελέτητοι δ’ ὦμεν, ὑστεροῦμεν τῶν καιρῶν πολλάκις. ἔτι συμβαίνει ποτέ, καθάπερ ἐν τοῖς διαγράμμασι, καὶ ἐν τοῖς λόγοις. καὶ γὰρ ἐκεῖ ἀναλύσαντες καὶ τὰς προτάσεις εὑρόντες τὰς
τοῦ θεωρήματος δεικτικὰς συνθεῖναι πάλιν καὶ εἰς σχῆμα ἀγαγεῖν ἀδυνατοῦμεν·
οὐ γὰρ ἔχομεν εὐπετῶς ἰδεῖν ποία μείζων ἢ ἐλάττων διὰ τὴν ἀπειρίαν. καὶ ἐπὶ τῶν λόγων δὲ πλείονας ἁμαρτίας ἔστιν ὅτε τοῦ σοφίσματος ἔχοντος ἀποροῦμεν ἰδεῖν, ὅθεν ὁ ἔλεγχος. διὰ τοῦτο αἵ τε πρὸς ἄλλους συνεχεῖς διαλέξεις καὶ γυμνασίαι καὶ αἱ καθ’ αὑτοὺς συζητήσεις ἰδίᾳ περὶ
τῶν εἰς ἑκάτερα λόγων τοῦ τοιοῦδε προβλήματος μεγάλην ἐν τοῖς τοιούτοις 3 παρέχουσι τὴν ῥοπήν· αὔξουσι γὰρ τὴν ῥώμην καὶ τὴν ἐν ἡμῖν λογικὴν 4 ἕξιν τρέφουσι, κἀν τοῖς ἀγῶσι δὲ τοῦ κράτους πρόξενοι.
In Aristotelis Sophisticos Elenchos Paraphrasis. Anonymi in Aristotelis Sophisticos Elenchos. ed. Michael Hayduck. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.