1 Εἰς τοὺς ἐννέα λυρικούς. 2
Ἐννέα τῶν πρώτων λυρικῶν πάτρην γενεήν τε
μάνθανε, καὶ πατέρας καὶ διάλεκτον ἄθρει.
ὧν Μιτυληναῖος μὲν ἔην, γεραρώτερος ἄλλων
Ἀλκαῖος πρότερος, ἠχικὸς Αἰολίδης.
3 ἣ δ᾿ ἐπὶ τῷ, ξυνὴν πάτρην φωνήν τε δαεῖσα 4
Σαπφὼ, Κληῖδος καὶ πατρὸς Εὐρυγύου.
Στησίχορος Σικελός· πάτρη δέ οἱ Ἱμέρα ἐστίν·
Εὐφήμου πατρὸς, Δωρικὸς ἁρμονίην.
Ἴβυκος Ἰταλὸς ἐκ Ρηγίου ἠὲ Μεσήνης
5 Ἠελίδα πατρὸς, Δωρίδα δ᾿ ἡρμόσατο. 6
Παρθενίου δὲ πατρὸς λιγυρὸς πάις ἠετιήου
εἴδει μελπόμενος, Τήιος Ἀνακρέων.
Πίνδαρος ἦν Θηβαῖος, ἀτὰρ πατρὸς Σκοπελίνου,
Δώριον αἰνήσας ἁρμονίην ἐπέων.
ἠδὲ Σιμωνίδεω Κείου Δωριστὶ λαλοῦντος 7
τὸν πατέρ᾿ αἰνήσας ἴσθι Λεωπρεπέα.
ἶσα δαεὶς καὶ Κεῖος ἐὼν γενεῇ μελοποιὸς
Μίλωνος πατέρος ἔπλετο Βακχυλίδης.
8 Ἀλκμὰν ἐν Λυδοῖσι μέγα πρέπει· ἀλλὰ Δάμαντος
ἐστὶ καὶ ἐκ Σπάρτης, Δωρίδος ἁρμονίης. 9
Pentathlon et de novem lyricis. Vitae Pindari et varia de Pindaro. ed. A. B. Drachmann. Medford, MA. .
Funding provided by Google Digital Humanities Awards Program.