ΚΕΦ. ΟΑ.
ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος
ἁγιασθήτω ἔτι. ἰδοὺ ἔρχομαι ταχὺ, καὶ ὁ μισθός μου μετ’ ἐμοῦ ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον αὐτοῦ ἔσται.
ἐγὼ τὸ ἄλφα καὶ τὸ ω μέγα, ἀρχὴ καὶ τέλος, ὁ πρῶτος καὶ ὁ ἔσχατος.
χρεία, ὅσον δὲ τὸ μόνον οὐ παρεῖναι ἀλλὰ σχεδὸν ἐνεργεῖσθαι, πέριττον τὸ ἀκούειν.
ἡ τῶν γραμμάτων εὕρεσις. αὐτὰ δὲ ταῦτα, κατὰ τὸν Σταγειρίτην, σύμβολα τῶν ἐν τῇ εὐσήμῳ φωνῇ ἀνθρώπων. διὰ τοῦτο καὶ τὸ δηλωτικῇ τῶν ὀνομάτων χρῆσθαι φωνῇ ἐδόκει αὐτῷ. καὶ εἰκότως τῇ τοιαύτῃ δημιουργίᾳ καὶ τοιούτοις ὑποδείγμασι τῆς ἀρχῆς ἐχρήσατο καὶ του τέλους.
πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν. ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ, καὶ οἱ πόρνοι, καὶ οἱ φονεῖς, καὶ οἱ εἰδωλολάτραι, καὶ πᾶς ὁ ποιῶν καὶ φιλῶν ψεῦδος.
εὐχήν σου.
ὑμῖν ταῦτα ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος
Δαβὶδ, ὁ ἀστὴρ ὁ πρωινὸς ὁ λαμπρός. καὶ τὸ Πνεῦμα καὶ ἡ νύμφη λέγουσιν, ἔρχου. καὶ ὁ ἀκούων εἰπάτω, ἔρχου. καὶ ὁ διψῶν ἐρχέσθω, καὶ ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν.
“ Δαβὶδ, ἀκολουθότερον οὕτω νοεῖν. ἐγώ εἰμι ὁ ἐκ τῆς ῥίζης Δαβὶδ βλαστήσας κλάδος. γένος δὲ, ὡς ἐξ οὗ κατὰ σάρκα ἐκβλάστησας, ὡς εἶναι τὸν Ἐμμανουὴλ ἐκ θεότητός τε καὶ ἀνθρωπότητος. “ ἀστὴρ δὲ τπωϊνὸς,” αὐτὸς ὁ Κύριος πρωινὸς μὲν, ὡς πάσης σωφροσύνης παραίτιος. λαμπρὸς δὲ, ὡς
φωτίζων πάντα ἄνθρωπον εἰς τὸν κόσμον ἐρχόμενον. πνεῦμα δὲ καλεῖ, τοὺς ἠξιωμένους τοῦ πνευματικοῦ γάμου, νύμφην δὲ τὴν Ἐκκλησίαν. τὸ δὲ, “ καὶ ὁ ἀκούων,’’ τούτους ὑπεμφαίνει μήπω μὲν τῇ ἀγέλῃ προσειλημμένους, εἰς ἀκοὴν δὲ τῶν θείων ἀκουσμάτων παρεσκευασμένους, οἱ καὶ ἐπισπεύδουσι γνῶναι τὸν
Κύριον.
ἐν τῷ βιβλίῳ τούτῳ. καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν
λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφελεῖ ὁ Θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ
τούτῳ. λέγει ὁ μαρτυρῶν ταῦτα. καὶ ἔρχομαι ταχὺ,
ἀμήν. ἔρχου Κύριε Ἰησοῦ Χριστέ. ἡ χάρις τοῦ Χριστοῦ, μετὰ πάντων τῶν ἁγίων, ἀμήν.
καὶ ἀπαράβατον πᾶν τὸ ἐπισημανθὲν τοῖς λόγοις τῆς προφητείας ταύτης. μαρτύρομαι δὲ ταύτας τὰς πληγὰς ἁπάσας μέλλειν ἐπενεχθήσεσθαι ἀμετατρέπτως, τὰς δι’ ὅλου τοῦ βιβλίου τούτου ἐπηγγελμένας.
ἔρχομαι ταχύ. διέκοψε γὰρ τὸν εἱρμὸν τοῦ λόγου, ὡς καὶ πρὸ τούτου μεταξὺ τοῦ ἀφ’ ἑαυτοῦ λόγου, τὸν χρηματίζοντα Χριστὸν αὐτοπρόσωπον εἰσάγων. οὕτως οὖν καὶ νῦν τάχα εἰς παραμυθίαν τοῦ χρηματισθέντος ταῦτα, γηραιοῦ ὄντως φησὶ τὸ, ναὶ ἔρχομαι. ἣ οὑν ἀπὸ τοῦ χρηματίζοντος ἣ καὶ ἀπὸ τοῦ χρηματιζομένου
ἀκουστέον, ἵνα νοοῖτο οὕτως. ἐγὼ ὁ μαρτυρῶν ταῦτα, εἰ καὶ τῇ ἀναγκαίᾳ τοῦ βίου ἐλαύνομαι προθεσμίᾳ καὶ πρὸ τοῦ ἐπιστῆναι ταῦτα, ἀλλ’ οὖν καὶ αὐτὸς μηδὲν ἀναβαλλόμενος. “ ἔρχου, “ Ἰησοῦ Χριστὲ,” κατὰ τὴν δευτέραν σου παρουσίαν. τὸ δὲ “ ἡ “ χάρις τοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων,’’ βεβαιοῦντός
ἐστιν.
Commentarius In Apocalypsin. Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.