ΚΕΦ. ΞΗ.
Καὶ ἔδειξέ μοι ποταμὸν καθαρὸν ὕδατος ζωῆς λαμπρὸν
ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ
Θεοῦ καὶ τοῦ ἀρνίου ἐν μέσῳ τῆς πλατείας αὐτῆς. καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα κατὰ μῆνα ἕνα ἕκαστον ἀποδιδοὺς τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν
τῶν ἐθνῶν, καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἐκεῖ. καὶ ὁ θρόνος τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται. καὶ οἱ
δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ, καὶ ὄψονται τὸ πρόσωτον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
καὶ νὺξ οὐκ ἔσται ἐκεῖ, καὶ χρείαν οὐκ ἔχουσι λύχνου
καὶ φωτὸς ἡλίου, ὅτι Κύριος ὁ Θεὸς φωτίζει αὐτούς· καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
παρουσίας Χριστοῦ προφητῶν, “ ἐδίψησέ σε, φασκόντων, “ἡ “ ἡμῶν,” καὶ βαπτίσματι θεουργῷ τοὺς λουομένους ἁγνίζουσα καὶ ὅτι τὸ βάπτισμα σκοπὸς παρεμφαίνειν τὸν ποταμὸν τῷ Εὐαγγελιστῇ, ἐνταῦθ’ ἐχέγγυον πιστώσασθαι τὸ ἀπὸ τοῦ θρόνου τοῦ ἀρνίου ἐκπορεύεσθαι αὐτὸν ὑποθέσθαι, καὶ μέσον τῆς πλατείας
διαρρεῖν, τοῦ εὐαγγελικοῦ δηλαδὴ κηρύγματος. οὐ γάρ ἐστιν εἰς τὴν ἄνω Ἱερουσαλὴμ εἰσελθεῖν, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, μὴ ἄνωθεν ἀναγεννηθέντα δι’ ὕδατος καὶ πνεύματος.
μακαριότητα καταντήσει. τίς δὲ ἡ ἐντεῦθεν εὐπραγία; τὸ προσηκόντως μεταχειρίζεσθαι καὶ κατὰ καιρὸν τὰς θεοποιοὺς ἀρετὰς, ἀλλὰ μὴ ἀκαίρως ἣ ὑπερβαθμίως ἐπ’ ἀνηνύτῳ σπουδάσματι ματαιοποιεῖν. ἰσάριθμος δὲ τοῖς διαπονοῦσι καὶ ἡ κατὰ καιρὸν μεταχείρησις, ὅτι μηδ’ ὑπερτείνειν, ἀεὶ δὲ ἐνδεῖν ἐχρῆν τοῦ καιροῦ
τοὺς ἐργάτας, τεταγμένως δὲ διεξάγεσθαι τὰ πάντα ἐν σοφίᾳ ποιοῦντας. πρὸς τούτοις, καὶ τὰ φύλλα φησὶ τοῦ ξύλου εἰς θεραπείαν καταγγέλλεσθαι, οἱονεὶ φημίζεσθαι, τῶν ἐθνῶν. τι διὰ τούτων ἐνστῆσαι θέλων; τὸ φύλλον οὖν περικάρπιον ἴσμεν σκέπασμα· ἐκ τούτου συνίεμεν ὡς τὰ τελεώτερα τῶν κατὰ Θεὸν καὶ διαυγείᾳ
κρυσταλλοειδεῖ περιαυγαζομένων ἔργων τοῖς τελεωτάτοις κατ’ ἀρετὴν εἰς ἐξέτασιν ἀνατίθεται. δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται. ὅσα δὲ τοῦ τροφίμου μὲν ἀμοιρεῖ τῶν καρπῶν, εἰς δεῖγμα δὲ τοῦ ὅτι τέθνηκε, τὸ φυτὸν μόνον παραλαμβάνεται. τῇ τῶν ἐθνῶν θεραπείᾳ προσνέμεται· τῇ Χριστοῦ γὰρ τούτων ὑπαχθέντων δουλείᾳ, τὸ
πρὸς ἀκρίβειαν, περιττὸν ἐπὶ τούτων ἀνερευνᾷν.
καινῆς διαθήκης θείων εἰσηγήσεων ἀόκνως δραμὼν, καὶ θείας ἱδρύσεως ηὐμοιρηκὼς, αὐτὸς τῆς πόλεως τῆς ἄνω Ἱερουσαλὴμ ἔσται οἰκήτωρ, καὶ ὄψεται τὸν Θεὸν πρόσωπον πρὸς πρόσωπον, οὐ δι’ αἰνιγμάτων, ἀλλ’ ὥσπερ τοῖς ἁγίοις Ἀποστόλοις ἐν τῷ ἁγίῳ ὄρει τεθέαται, ὥς φησιν ὁ μέγας Διονύσιος.
Commentarius In Apocalypsin. Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.