ΚΕΦ. Ξς.
πιστοὶ καὶ ἀληθινοὶ τοῦ Θεοῦ εἰσί. καὶ εἶπέ μοι, γέγονα ἐγὼ τὸ Α καὶ τὸ Ω, ἀρχὴ καὶ τέλος. ἐγὼ τῷ διψῶντι δώσω αὐτῷ ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς, δωρεάν.
ὁ νικῶν, δώσω αὐτῷ ταῦτα, καὶ ἔσομαι αὐτῷ Θεὸς, καὶ
αὐτὸς ἔσται μοι υἱός. τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἁμαρτωλοῖς καὶ ἐβδελυγμένοις, καὶ φονεῦσι, καὶ πόρνοις, καὶ φαρμακοῖς, καὶ εἰδωλολάτραις, καὶ πᾶσι τοῖς ψευδέσι, τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ
καὶ θείω, ὅ ἐστι θάνατος ὁ δεύτερος.
εἰσι.
ὅτι γενήσεται. ἀληθινοὶ γὰρ καὶ πιστοὶ οἱ λόγοι, ὡς ὑπ’ αὐτῆς ἐκφερόμενοι τῆς τῷ ὄντι ἀληθείας. ἀρχὴ δὲ καὶ τέλος Χριστὸς, ὁ καὶ τὸ Α καὶ τὸ Ω ἑαυτῷ ἀναθείς· ἀρχὴ, ὡς πρῶτος διὰ τὴν θεότητα· τέλος δὲ, ὡς ἀπὸ τῆς πρώτης τῶν ἀσωμάτων κτίσεως, μέχρι τῶν τελευταίων ἀνθρώπων τὴν οἰκείαν ἐκτείνων πρόνοιαν. τῷ διψῶντι δὲ ἡ μὲν ἐπαγγελία δοθῆναι ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς, ἀλλὰ διψῶντι τὴν δικαιοσύνην, ὡς καὶ ὁ Χριστός φησιν.
“ μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ “ χορτασθήσονται·” ἐκ τῆς πηγῆς δὲ τοῦ ὕδατος τῆς ζωῆς ἡ τῆς δίψης ἀνάκτησις ἐπαγγέλλεται, ἥτις πηγὴ, οὐκ ἄλλη, εἰ μὴ ὁ Χριστός. δωρεὰν δὲ ἡ χορηγία τοῦ τοιούτου ὕδατος ὑπισχνεῖται, καίτοι ἀλλαχοῦ τὴν εἰς τὴν ζωὴν ἀπάγουσαν ὁδὸν κόπῳ καὶ βίᾳ
πολλῇ εὑρέσθαι λέγοντος. τί οὖν ἐνταῦθα τὸ, δωρεὰν αἰνίττεται ; ἢ τὸ μὴ ἔχειν παραμετρεῖσθαι τὰ πρόσκαιρα τοῖς διαιωνίζουσι· περὶ ὧν καὶ Παῦλος φησὶν, “ οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν “ καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.” Τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις, καὶ ἑξῆς.
περὶ τίνα γὰρ ὁ ψεύστης τὴν σπουδὴν ἀπασχολήσει, ἢ περὶ τὰ ψευδῆ καὶ τὸ φυσικὸν νοθεύοντα κάλλος τοῖς ἀπατηλοῖς ἐρεθίσμασιν ;
Commentarius In Apocalypsin. Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.