ΚΕΦ. ΜΗ.
καὶ εἰς τὰς πηγὰς τῶν ὑδάτων, καὶ ἐγένετο αἷμα. καὶ ἤκουσα τοῦ Ἀγγέλου τῶν ὑδάτων λέγοντος, Δίκαιος εἶ
ὁ ὣν καὶ ὁ ἦν ὁ ὅσιος, ὅτι ταῦτα ἔκρινας, ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς ἔδωκας
πιιεῖν· ἄξιοι γάρ εἰσιν. καὶ ἤκουσα ἄλλου ἐκ τοῦ θυσιαστηρίου λέγοντος, Ναὶ Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.
τοὺς τολμῶντας ἐκάλεσε. διαφθαρέντων γὰρ ποταμῶν καὶ συστημάτων τῶν πηγαίων, ποθὲν ἃν ἄλλοθεν τὴν δίψαν ἀκέσαιντο;
διὰ τῶν παρόντων ἡ θεόθεν αὕτη Ἀποκάλυψις εἰσηγεῖται. ἀπὸ τῶν αὐτῶν νοερῶν καὶ θείων πνευμάτων εἶναι μανθάνομεν ἐφόρους. παντοδύναμος γὰρ ὣν ὁ Θεὸς καὶ προνοῶν τῶν αὐτοῦ κτισμάτων ἀνενδεῶς, οὐ γὰρ τὸ θελῆσαι μόνον ἔργον ἐστὶ παριστάμενον, καὶ οὑ τῇ ὁρμῇ του βουλήματος οὐσιώθη τὸ πᾶν, πῶς ἃν ὁ τοιοῦτος
δεηθείη τοῦ συνεργοῦ, καὶ προστὰς εὐεργεσίας συλληψομένου; ἀλλ’ ἐπειδὴ ὁ ἕτερον εὐεργετῶν ἀνενδέης ἦ, οὐ τοσοῦτον ἐκεῖνον ὅσον ἑαυτὸν ὠφελεῖ. ἔταξεν ὁ Θεὸς τῆς νοερᾶς αὐτοῦ διακοσμήσεως ὑπουργούς· ἀνενδεεῖς μὲν καὶ αὐτοὺς, ἅτε τὸ εἶναι καὶ αὐτοὺς τῷ πρὸς τὸ θεῖον ἐγγύτητι τὸ ἀνενδεὲς καταπλουτοῦντας,
τῶν ἐπιγείων ἐνδείᾳ πιεζομένων ἀγαθωσύνης προνοητάς. ὃ καὶ 1 Δανιὴλ ἐκδιδάσκει, τὸν Μιχαὴλ εἰσάγων τὸν Ἀρχάγγελον ἔφορον τοῦ Ἰουδαίων φύλου. ὥσπερ καὶ νῦν ἡ Ἀποκάλυψις **οτη τὸν ἐπὶ τῶν ὑδάτων Ἄγγελον τεταγμένον. ἐκ δ΄ γὰρ στοιχείων τῆς ἐπιγείου κτίσεως ἐμπεπηγυίας, ἀέρος, πυρὸς, γῆς τε καὶ ὕδατος· τὰ γὰρ οὐράνιά τινες εἰς πέμπτην φύσιν σώματος ἔταξαν διὰ τὴν
κυκλοφορίαν· ἀὴρ γὰρ καὶ πῦρ καὶ ὕδωρ, τὴν κατ’ εὐθυωρίαν εἴληχε κίνησιν. τὰ μὲν οὑν τρία τῶν στοιχείων πῦρ καὶ γῆ καὶ ἀὴρ ἄφθονα, ἀὴρ εἰς ἀναπνόην, πῦρ εἰς θάλψιν, γῆ πρὸς τροφὴν ἅτε μητὴρ, καὶ πρὸς ταφήν· καὶ ἐπειδὴ καὶ ταῦτα, εἰ καὶ στοιχεῖα, πλὴν οὐχ ἁπλότητος ἐπειλημμένα, ὡς δῆλον ἀφ’ ὧν καὶ ἐξ ἀέρος ἀποθλιβομένου τῷ συγκρουσμῷ τῶν στερεωτέρων ὑλῶν καὶ ἀποθλίψει πῦρ ἀποπάλλεται· ἤδη δὲ καὶ ἐξ ὕδατος ἐν σκεύεσιν ὑάλου στεγομένου ἕλκεται πῦρ, ὅταν πρὸς ἥλιον μάλιστα ἀνίσχοντα ἀντιπρόσωπα γένωνται· ἀλλὰ τούτων μὲν ἀφθονία πολλὴ τῆς χρήσεως. μόνου δὲ τοῦ ποτίμου οὐ πάρεστιν ἐν πηγαῖς τε
καὶ κρήναις καὶ φρέασι καὶ ποταμοῖς· καὶ τοῦ ἀερίου ὃ ταῖς νεφέλαις μετεωριζόμενον εὔκαιρον ἐκ θείου προστάγματος δίδωσιν ἡμῖν ὑετὸν, ὃ τρέφει πᾶν ζῶον. καὶ ἐπειδὴ οὐκ ἄφθονος τούτου ἡ παροχὴ, τέτακται τις τῶν θείων Ἀγγέλων οἱα ταμιοῦχος, ὡς ἀνενδεῶς τε τοῦτο καὶ σύμμετρον τῇ χρείᾳ παρέχη δεομένοις·
διὸ πολλάκις ταῖς κακίαις ἡμῶν πρὸς ἀξίαν, ἢ ὑπερβλύζον ἢ * πτόμενον αὐχμοῖς καὶ λιμοῖς ἐπιφέρει τὴν κάκωσιν, τούτου, φησι, τοῦ Ἀγγέλου τοῦ ἐπὶ τῶν ὑδάτων, ἤκουσα ὅσα ἡ ἑξῆς ἀναπτύξει γραφή.
ἐπεὶ καὶ αὐτοὺς ἀποκτενοῦσι. πῶς δὲ αἷμα πίωσιν; ἐξ ἀναγκαίου γὰρ οἱ ἐν πολέμοις παρὰ ποταμοὺς ἐστρατοπεδευκότες, μεμολυσμένον πολλάκις e αἵματι ὕδωρ πίνουσιν f ἐκ τῆς τῶν θνησκόντων αναιρεσεως.
τοῦ Ἀποστόλου ἐμάθομεν. ἔνι δὲ νοεῖν καὶ εἰς τὰς ἀγγελικὰς δυνάμεις ὡς ἀναγωγικὰς τῶν ἡμετέρων προσευχῶν καὶ τῶν πνευματικῶν ὁλοκαρπωμάτων. εἰρῆσθαι δὲ θυσιαστήριον ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον συνεκδοχικῷ τῷ τρόπῳ. ἐκ τούτου τοίνυν τοῦ λογικοῦ καὶ λειτουργικοῦ θυσιαστηρίου, τὴν φωνήν φησιν
ἐνεχθῆναι, δικαιοῦσαν τὰ τοῦ Θεοῦ κρίματα πάντα λόγον καὶ νοῦν ὑπερβαίνοντα. h ἐπεὶ τοίνυν χαίρειν εἰκὸς καὶ ἑορτάζειν τὰς νοερὰς δυνάμεις, καὶ ἐπὶ τῇ ἀνταμοιβῇ τῶν ἑκάστῳ βεβιωμένων, καὶ ἐπὶ τῇ σωτηρίῳ ἐπιστροφῇ τῶν διὰ μετανοίας ἀναπαλαισάντων. ἀλλὰ καὶ ἐπ’ αὐτοῖς τοῖς διὰ τῆς παρούσης κολάσεως μετριωτέραν
ἕξειν τὴν μέλλουσαν φιλανθρωπίαν Θεοῦ ἀπεκδεχομένοις· οὐ γὰρ τάξει Κύριος δὶς ἐπὶ τὸ αὐτό· σπουδῇ τὸ ἀπὸ τοῦδε τὴν σωτηρίαν ἐπεργασώμεθα.
ἐνηδύνουσαι ἐπὶ ψιλῶν ἀτελευτῶσι ῥημάτων, ἀλλὰ καὶ ἔργοις ἀπροσπάθεσι τὸ ἔμπρακτον ἀποφέρονται. “ κρίσεις” οὐ τὸ αὐτοκράτως ἐπελθὼν εἰς ἔκβασιν ἐπιφέρονται· τῷ λελογισμένῳ δὲ ἐξακριβούμενα τὸ ἀμεμφὲς ἐγκολπίζονται.
Commentarius In Apocalypsin. Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.