ΚΕΦ. ΚΖ.
μετὰ ταῦτα. καὶ ὁ ἕκτος Ἄγγελος ἐσάλπισε, καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν τεσσάρων κεράτων τοῦ θυσιαστηρίου
τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ Θεοῦ, λέγοντος τῷ ἕκτῳ Ἀγγέλῳ, ὃς εἶχε τὴν σάλπιγγα· λῦσον τοὺς τέσσαρας Ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ
τῷ μεγάλῳ Εὐφράτη. καὶ ἐλύθησαν οἱ τέσσαρες Ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ εἰς τὴν ἡμέραν,
καὶ μῆνα καὶ ἐνιαυτὸν, ἵνα ἀποκτείνωσι τὸ τρίτον τῶν
ἀνθρώπων. καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ἱππικοῦ δύο μυριάδες μυριάδων. καὶ ἤκουσα τὸν ἀριθμὸν αὐτῶν.
ἐπιφέρον καλεῖται. ἀπῆλθεν οὖν οὐ τὸ ἐπίρρημα, πῶς γὰρ τὸ κατὰ συμβεβηκὸς καὶ οὐ καθ’ ὑπόστασιν ὑπάρχον, ἀλλ’ ἅμα τῆ γενέσει ἀφανιζόμενον, πρόοδον σχοίη ; ἀλλ’ ἐκείνων παρελθόντων 1 τῶν ὀδυνηρῶν δι’ ἃ καὶ τὸ τοιοῦτον προσφώνημα γίνεται, καὶ τὸ οὐαὶ εἰκότως ἐλέχθη ἀπελθεῖν.
ἤτοι τοῦ θυσιαστηρίου ἀπαρτιζομένου, ἐν ᾧ τὰ θύματα πυρὶ τῷ s Θεῷ καθήπτετο, καθεκάστην γωνίαν κερατοειδὴς ἐξοχὴ συνεστήρικται συνέξουσα τὰς σχίζας, αἷς ὁ βωμὸς ἀναπτόμενος τοῖς θύμασι τὸ καλλιερεῖσθαι παρεῖχεν, ἐξ οὗ καὶ τῷ ἄνω θυσιαστηρίῳ κατ’ εἰκόνα, τὸ κάτω καὶ ὑπὸ Μώσεως ἐν τῶ Σινᾶ διετάττετο.
διὸ καὶ ὁ χρηματίζων αὐτῷ, “ ὅρα,” φησὶ, “ ποιήσεις πάντα κάτα ’τον τύπον ’τον δειχθέντα σοι ἐν τῳ ὄρει. τὰς ἐξοχὰς δὴ ταύτας, ἃς νοερὰς δυνάμεις εἰρήκαμεν, συνέχειν εἰκὸς τὸ ὑπερσύσιον καὶ ἀνθρωπίνῃ φύσει ἀπρόσιτον μύημα, τοῦ μήτε προχείρως τοῖς μετ’ ἐκεῖνο τὴν φύσιν εἶναι, ληπτὸν, μήτε τὰς λογικὰς
θυσίας προσαγομένας αὐτῷ, ὡς ἃν τύχοι διαρρυΐσκεσθαι. τετράγωνον δὲ τὸ σχῆμα τοῦ θυσιαστηρίου, ἰσοσχημάτως τῷ τετραστοίχῳ κόσμῳ τούτῳ, ἀφ’ οὑ καὶ ἐκ παντὸς αὐτοῦ μέρους αἱ λογικαὶ θυσίαι καθαραὶ, κατὰ τὸν προφήτην, προσάγονται.
“ ρους ἐπικλύζων δόξαν ἐθνῶν.” καὶ Δαβὶδ, “ τοῦ ποταμοῦ τὰ “ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.’’ εἶναι δὲ τοὺς τέσσαρας Ἀγγέλους τὸν παρὰ τῷ Δανιὴλ Μιχαὴλ, Γαβριὴλ παρὰ τῷ Ματθαίῳ, Ῥαφαὴλ παρὰ τῷ Μαρδοχαίῳ, καὶ τὸν Οὐριήλ. ἀπολυθῆναι δὲ αὐτοὺς τῆς τοιαύτης θείας ἀσχολίας εἰς
οὐκ ἀπᾴδουσαν λειτουργίαν τῆς τε τοῦ θείου δικαιοδοσίας καὶ τῆς αὐτῶν μεγαλοδόξου παρουσίας. τινὲς δὲ οὐκ Ἀγγέλους, ἀλλὰ δαίμονας πονηροὺς, δεθέντας μὲν ἐν τῇ τοῦ Χριστοῦ παρουσίᾳ κατὰ τὸ θεῖον πρόσταγμα, ἐκ τοῦ ὑπερανθρωπίνου δὲ θυσιαστηρίου ἐξελθόντας, λύεσθαι ὑπὸ τοῦ θείου Ἀγγέλου. ὡς ἔστι ταράξαι ἔθνη, καὶ τῇ ταραχῇ ταύτῃ διάδηλον γενέσθαι τῶν τε πιστῶν τὸ σιτῶδες καὶ πρὸς ἀποθήκας αὐτῶν ταμιεύσιμον, τῶν τε ἁμαρτωλῶν τὸ ἀχυρῶδες καὶ πρὸς καῦσιν ἕτοιμον τὸ ἄχρηστον. οὐκ ἀδόκιμον
δέ ἐστι τὸ φάσκειν εἰς τὸν Εὐφράτην δεδέσθαι τοὺς δαίμονας, τάχα ἐκεῖθεν τοῦ Ἀντιχρίστου ἐξελευσομένου ἀπὸ τῶν διασωθέντων ἐν τῇ Ἱερουσαλὴμ αἰχμαλώτων Ἑβραίων καὶ τοῖς ἐκεῖ τόποις ἐναπομεινάντων.
σωφρονισθέντες μηδὲ πρὸς ἐμπειρίαν μεταχωρηθέντες ; εἰς ἀποχὴν φιλανθρώπως ἡ τῶν δεινῶν πεῖρα ἐπρυτανεύθη κατὰ τὸ ἀνεξεύρητον τῶν τοῦ Θεοῦ * * ἴσως δὲ καὶ τῇ τῶν πονηρῶν κολάσει, ὡς ἂν αὐτοὶ τὸ σωτήριον ἑαυτοῖς προμηθεύσοιντο λοιμοῦ μαστιγουμένου. “ πανουργότερος ἄφρων γίνεται,” ὁ Παροιμιαστὴς φησὶ Σολομῶν.
τί τούτοις συμβαι * * * * ἐπενεχθείη τιμωρία, οὐκ ἐμνήσθη· τάχα δὲ ὑπερβάλλουσαν κακῶσιν, ὡς γὰρ “ τὰ ἡτοιμασμένα τοῖς “ ἀγαπῶσιν Θεὸν ἀγαθὰ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, “ καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη·” οὕτως καὶ τὰ τοῖς καταφρονηταῖς ὀφειλόμενα κακά. εἰ δέ τις ἐρεῖ, ὅτι καὶ μὴν καὶ τῶν
ἀγαθῶν ἐστιν ἐπαγγελία παράδεισος καὶ οὐρανῶν βασιλεία, καὶ τῶν κακῶν ὡσαύτως τὸ ἐν Εὐαγγελίοις σκότος καὶ τὸ πῦρ αἰώνιον καὶ τὰ τοιαύτα· τούτων οὕτως ἐχόντων ἡ ἀποσιώπησις καὶ τῶν κρειττόνων καὶ τῶν χειρόνων· ἐροῦμεν οὖν ὡς τὰ ἀποκείμενα ἀγαθὰ καὶ κακὰ οὐκ ἀπροφάσιστον ἔχει τὴν ἀνταμοιβὴν, ἀλλὰ τῷ κόπῳ
σύμμετρον τῶν μετιόντων· ἐξ οὗ καὶ Παῦλος ὁ θεῖος καὶ Γρηγόριος ὁ θεῖος τὸν λόγον· ὁ μὲν τῷ κόπῳ τὴν χάριν παρισοῖ· Γρηγόριος δὲ τρισὶ τάξεσι τοὺς σωζομένους ἐναρμόσας, δουλείας, μισθαρνίας, υἱότητος· οἷς καὶ κατ’ ὀφειλὴν ἀποκεῖσθαι· δουλείᾳ τὸν φόβον· μισθαρνίᾳ τὴν λῆψιν· υἱότητι τὴν ἀκαταίσχυντον ἀγάπην, ἥτις
ἔξω μᾶλλον οἶδεν τὸν φόβον· ἐπεὶ τοίνυν αἱ δύο τὰς ἀμοιβὰς προχείρους παρέστησαν, ἡ δὲ υἱότης διὰ τὸ ὑπέρβαλλον τῆς d 2 ἀγαπῆς οὐκ ἔσχεν τῶν κατ’ ἀνθρώπους γνωρίμων τὴν ἐνάμιλλον ἀνταπόδοσιν, σιωπῇ τετίμηκε τὴν παραβολὴν, ἐκ τοῦ μὴ ὀφθαλμὸν ἰδεῖν μηδὲ οὖς ἀκοῦσαι πρὸς ἐξίσωσιν· σιωπῇ τιμήσας τὸ πρὸς τὴν γνῶσιν χειραγωγοῦν. ὡς οὖν ἐπὶ τῶν ἀγαθῶν τὸ ὑπερβάλλον, οὕτως κἀν τοῖς κακοῖς τὸ ὑπερτεῖνον τὴν ἀπὸ τοῦ ὁμοίου
γνῶσιν παρείλετο.
πὼς τῷ ταξιάρχῃ τὸ στῖφος ἕπεσθαι. χιλίας δὲ χιλιάδας καὶ μυρίας μυριάδας τῶν λειτουργούντων ἐν τῷ Δανιὴλ μάθοιμεν ἄν. ἐπιδιπλάσιον δὲ νῦν τοῦ μυριοστοῦ ἀριθμοῦ τὸ πλῆθος τὸ ἑπόμενον τοῖς ταξιάρχαις διέξεισιν ὁ ὁρῶν, τῷ ἀνυποστόλως μετὰ τὴν ἀνανθρώπησιν τοῦ Κυρίου, Ἀγγέλους ἀνθρώποις ἐνδιαιτᾶσθαι. διὸ καὶ
τὸ ἀναβαίνοντας καὶ καταβαίνοντας εἰρῆσθαι ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου.
ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν
ἐκπορεύεται πῦρ καὶ καπνὸς, καὶ θεῖον. ἀπὸ τῶν τριῶν πληγῶν τούτων, ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἀπὸ τοῦ πυρὸς, καὶ τοῦ καπνοῦ, καὶ τοῦ θείου, τοῦ
ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν. ἡ γὰρ ἐξουσία
τῶν ἵππων, ἐν τῷ στόματι αὐτῶν ἐστὶ, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ὄφεων ἔχουσαι κεφαλὰς, καὶ ἐν αὐταῖς ἀδικοῦσι.
κρεῖττον ῥυθμιστικόν. οὕτω γὰρ καὶ τοὺς ἵππους οἱ πωλοδάμναι ῥυθμίζουσιν ἀναβαίνοντες κημῷ τε καὶ χαλινοῖς. εἴτε καὶ θεῖα προστάγματα ζήλῳ τῶν ἀπολλυμένων εἰς πυρίνην ἀπεικασθέντα καὶ ὑακινθίνην καὶ θειώδη παντευχίαν. ἀφ’ οὗ καὶ Δαβὶδ, τοῦ θείου φημὶ ζήλου,) τὸ, “ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ,’’ μηνυρεῖ d, “καὶ “ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλεγῆναι καὶ ἄνθρακας ἀναφθῆ- “ ναι.” ὁποτέρῳ τούτων πρόσθοιτό τις, μᾶλλον καθ’ ἡδονήν μοι ἔσται, τοῦ πρὸς πονηροὺς ἀπευθύνοντος τὸ ἴνδαλμα.
λειτουργίαν χρὴ μετιέναι. “ ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ πάσης “ τομώτερος μαχαίρας. διόπερ ὡς ἑκατοντάρχης τὸ κεφάλαιον ἐμφανίζει τὴν ἀγανάκτησιν μετὰ λεοντιαίου σφοδρότητος, ὡς οὐκ ἂν ἄλλω,, ἢ οὕτως ἕξειν τὸν ἀκροατὴν εἰς συγκατάθεσιν ἔμπρακτον. οὐκ ἄμοιρος δὲ τῆσδε καὶ Παῦλος τῆς περινοίας, ὁπότε
Κορινθίοις τὴν μετὰ ῥάβδου αὐτοῖς ἐπιδημίαν ἑαυτοῦ ἀπειλεῖ. τοῦτο μὲν οὖν αἱ κεφαλαὶ ὑπαινίττοντο. τὰ στόματα δὲ τὸ ἀπὸ τῆς ἐγγύτητος ὀλέθριον ἄσθμα, οὐ πόρρωθεν δι’ ὁράσεως ἐλπιζόμενον, ἀλλ’ ἀγχοτάτω τῇ προσπελάσει, τὸ ἀναπόδραστον ἐμπεδούμενον, πυρὸς μὲν τὸ ἀφανιστικὸν, καπνοῦ τὸ μετ’ ὀργῆς, (“ἀνέβη γὰρ
“ καπνὸς ἐν ὀργῇ αὐτοῦ,”) θείου δὲ τὸ ἀπὸ θείας μήνιδος ἐμφαίνοντος, ἣ καὶ τὸ θεαρέστως τοῖς ἀκολάστοις ἐπενεχθῆναι ταῦτα. ὅτι δὲ ὀχήματι τῶν ἑαυτοῦ κριμάτων καὶ μυστηρίων εἴωθε χρῆσθαι τὸ θεῖον τοῖς ἰσαγγέλως βιοῦσιν, ἱκανῶς τὸ παρ’ αὐτοῦ πρὸς Ἀνανίαν χρηματισθὲν περὶ Παύλου παραστήσει, δι’ ὧν φησὶ “ Παῦλον
“ σκεῦος ἐκλογῆς εἶναι,” ἀκαμάτως βαστάζειν ἔχοντα τὰ θεοπρεπῆ δόγματα, ἅπερ διὰ τοῦ ὀνόματος παρεδήλωσεν, ἐπειδὰν ἔφη, “ τοῦ “ βαστάσαι τὸ ὄνομά μου,” ὄνομα ἀντὶ τοῦ τὴν δόξαν εἰπὼν καὶ μεγαλειότητα, καὶ πᾶν τὸ ὑπὲρ λόγον, ἤγουν κατανόησιν, οὐ μόνον θνητὴν, ἀλλὰ καὶ ἀγγελικήν.
ὄφεσιν ἀπεικάζει ὁμοίας ἔχουσι κεφαλὰς, ἐξ αὐτῆς δηλαδὴ τῆς ἐφόδου τὸ ὀλέθριον ἐμφανιζούσας καὶ ἀναπόδραστον, καὶ τὸ ἀμελλητὶ τὴν κάκωσιν ἐπιφέρειν, οὐκ οὔσης ἔτι περινοίας τὴν κάκωσιν διαδιδράσκειν.
ἐν ταῖς πληγαῖς ταύταις, οὐ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ προσκυνήσωσι τὰ δαιμόνια, καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν δύναται, οὔτε ἀκούειν,
οὔτε περιπατεῖν . καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων
αὐτῶν, οὔτε ἐκ τῶν φαρμάκων αὐτῶν, οὔτε ἐκ τῆς πορνείας αὐτῶν, οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.
εἰς τὸ τὴν κατ’ ἀξίαν τῆς ῥᾳθυμίας αὐτῶν ἀνταπόδοσιν ἀποφέρειν· καίτοι γε καὶ πρὸ ὀμμάτων ἐνεργουμένης τῆς τῶν πονηρῶν ἀντιμισθίας. οἱ δὲ οὐχ ὅπως τῇ θέᾳ τῶν φοβερῶν τῶν αὐτοῖς ἑτοίμων e, βελτίους γεγόνασιν ἑαυτῶν, εἰ μὴ καὶ χείρους καὶ τοῖς ἀτοπωτέροις f ἐνδολιχεύοντες.
πρὸς τὰ πρῶτα τῆς δαιμονομανίας καὶ εἰδωλολατρείας, καὶ τὰ πρὸς τὸ σέβας τὴν δυσμένειαν φέροντα, οὐ τὸ ἀναίσθητον 4 ὑπειδόμενοι τῶν χειροκμήτων, ἀλλ’ ὅτι ἐπ’ ἀνομίᾳ ἀνομίαν προσέθεσαν. διόπερ καὶ τῆς ἀληθοῦς ἀπεκλείσθησαν δικαιοσύνης. τίς γὰρ δικαιοσύνη φονῶντι τὸν ὁμόφυλον h, ἢ διὰ ξίφους ἐπιφορᾶς, ἢ διὰ φαρμάκων ἐπιβουλῆς ; τίς δὲ τὸν ἀφειδῶς ἑαυτῷ χρώμενον οὐ μισήσει ; καὶ ὅσα καὶ ἐχθρὸς ἐπιβούλως διακείμενος
αὐτῷ, μηχανᾶσθαι εἰς αὐτὸν οὐ κατοκνήσει ; τίς γὰρ τὸ i διὰ πορνείας μυσαρίαν καὶ προσεδρείαν τοῦ θεῖον εἶναι σκήνωμα ἑαυτὸν ἀποστερεῖν, εἴγε τῷ θείῳ Παύλῳ πειστέον) οὐ βδελυγμίαν σχοίη καὶ ἀποτρόπαιον j ; τὸν κλέμμασι δὲ προσλιπαροῦντα ἐκεῖνος ἂν οἰκειώσαιτο, ὃς καὶ ἑαυτῷ τὸ ἀσύμφορον ἐμνηστεύσατο, τὰ
πρὸς τὸ ζῆν ἐφόδια διὰ μελέτης ἔχοντος ἐκφορεῖν τοῦ οἰκειουμενου.
Commentarius In Apocalypsin. Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.