ΚΕΦ. ΚΓ.
ἀπώλεια γίνεται.
τπίτον τῆς θαλάσσης αἷμα, καὶ ἀπέθανε τὸ τρίτον τῶν κτισμάτων ἐν τῇ θαλάσσῃ τὰ ἔχοντα τὰς ψυχάς. καὶ
τὸ τρίτον τῶν πλοίων διεφθάρη.
1 φῶς, προθυμοποιοῦσα τοὺς ἀγωνιζομένους· ὡς καὶ παρ’ Ὁμήρῳ ὁ τῷ Τεύκρῳ εἰσηγούμενος βάλλειν οὕτως, εὐστόχως δηλαδὴ, ἐπιφέρει τὸ, “ ἴε φῶς ἑτάροισι γένοιο,’’ τὴν προθυμοποιΐαν φῶς οὐ κατοκνῃσας κάλεσαι. καὶ πέρι μὲν τῆς σάλπιγγος ταύτα.
τὸ θεῖον, ἀλλὰ καὶ δίκαιον. ἀφ’ οὗπερ ἔσθ’ ὅτε καὶ κατολιγωρούμενον παρ’ ἡμῶν τὴν δικαίαν ἀξίως αὐτοῦ ἐπιφέρει ὀργήν. καθὸ καὶ ὁ ψάλλων Δαβὶδ “ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν “ δὸς αὐτοῖς φησι· καίτοι καὶ αὐτὸς ἄνθρωπος καὶ τῆς αὐτῆς ἔμπλεος ῥαθυμίας, ἀλλὰ τὸ ἄγαν πλημμελὲς τῶν ἁμαρτανόντων
ἐπὶ τοιαύτην διάθεσιν ἤνεγκαν αὐτὸν κατὰ τῶν ὁμοφύλων. καὶ οὕτως μὲν τὰ περὶ τοῦ ὄρους νοεῖν ὑπειλήφαμεν. ἡ δὲ πρὸς θάλασσαν αὐτοῦ ἐμβολὴ, τὸ ἀστάτως κυμαινόμενον τοῦ παρόντος βίου σύστημα, καὶ μᾶλλον θαλάσσης ταῖς περιστάσεσιν ἀγριαινον παραδηλοῖ. καὶ ἄλλοτε καὶ καθεκάστην ἔχον τὸ ἀστατεῖν,
μάλιστα δὲ τῇ ἐπιδημίᾳ τοῦ Ἀντιχρίστου. οὕτως ταῖς τερατείαις ἀποπλανώσει, ὡς καὶ, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, καὶ τοὺς ἐκλεκτοὺς σκανδαλισθῆναι. τὸ δὲ τρίτον τῆς θαλάσσης, αἷμα γενέσθαι, τῶν διὰ μαρτυρίου τελειώσεως ἐρυθρωσάντων τὴν περίγειον κτίσιν. ἐπεὶ δὲ ὁ τρία ἀριθμὸς ἀρχὴ πλήθους ἐστὶν, ὡς ἡ
ἀριθμητικὴ βούλεται μέθοδος, τὸ πλέον τῶν ἀπολλυμένων u οὐ τὸ πᾶν, ὡς καὶ πρὸ μικροῦ παρεθέμεθα, διὰ τοῦ τρίτου ἐδήλωσεν.
ψαλμῷ ἀλληγορικῶς τεθεώρηται. ἐνταῦθα δὲ μάλιστα οὕτως ἐκδέχεσθαι δεῖ σύμβολα πράγματος x, οὐκ ἐνέργειαν τῆς προκειμένης Ἀποκαλύψεως παριστώσης. ἐπεὶ οὖν καὶ ἀπὸ τῶν τῆς σωτηρίας δραξαμένων y πλανηθῆναί τινας εἰκὸς, φόβῳ τοῦ μὴ τοῦτο παθεῖν ἄρδην, τῇ τοῦ τρίτου προαγγελίᾳ, τὴν παντοπάθειαν
ἠσφαλίσατο.
Commentarius In Apocalypsin. Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.