ΚΕΦ. Ις.
ἵππος χλωρὸς, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ, ὄνομα
αὐτῷ ὁ θάνατος, καὶ ὁ ᾅδης ἠκολούθει αὐτῷ. καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ῥομφαίᾳ, καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ, καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.
ἰατρῶν καλουμένη χλωρά. ὁ δέ γε θάνατος καὶ ὁ ᾅδης καταστρατεῦσαι νοητῶς ἔστησαν κατὰ τῶν ἀλιτηρίων c δαιμόνων, καὶ δίκην εἰσπράξασθαι τῆς τῶν ἀνθρώπων ἀπωλείας. οὔπω δὲ τῷ λόγῳ ἡ τελεία καθαίρεσις τῶν δαιμόνων εἰσφέρεται, ἀλλὰ μόνον τετάρτου μέρους, ἐπειδὴ τῷ λόγῳ τῆς μετὰ χεῖρα ὀπτασίας,
οὔπω κατὰ τὸ τρίτον πάθος ἐπράχθη Χριστοῦ. τὴν δὲ καθαίρεσιν τροπικῶς σφαγὴν ὀνομάζει, καὶ λιμὸν τῶν πάλαι προσκυνούντων αὐτοῖς τὴν ἔκλειψιν, καὶ τὸν ἀφανισμὸν τῆς τυραννίδος αὐτῶν καὶ ὑπὸ τῶν θηρίων διαφθορὰν e αὐτῶν· θηρία καλῶν γῆς, τὰς τῶν δαιμόνων καθ’ ἡμῶν εἰς φθοροποιὰ πάθη f ὀχλήσεις καὶ ἐπαναστάσεις g,
καὶ κατακρατήσεις δι’ ἀκενοδοξίας, φέρε, καὶ αἰσχρότητος καὶ τῶν ἀναλόγων αὐτοῖς παθῶν, ἃ γηίνους ὄντας ἡμᾶς 1 αὐτοὺς δὲ ἀσωμάτους, ὅμως χαίροντας τοῖς ἐπὶ γῆς ἰλυσπωμένοις πάθεσιν· ὑποσμύχει e γὰρ αὐτοὺς καὶ κατεσθίει τῆς τῶν ἀνθρώπων ἐκβαλλομένους ἀρχῆς, ἧς ἐξαπ * * * Ἀδὰμ τῆς ὑπ’ αὐτῶν ἐκ φθόνου ἐνσκευασθείσης τῆς ὑπὸ Θεοῦ πλάσεως αὐτοχειρίας ἐτύχθη.
θανάτῳ τοὺς ἡμαρτηκότας, οἱ διὰ μακροθυμίας ἔμελλον τὴν ἥτταν ἀναμαχέσασθαι.
ἔναλλα τῆς τοῦ γένους ἀμείψεως τοῦ ἀπὸ τῆς φωνῆς δηλου- μένου. οἷον ἴνα ᾖ οὕτως ἤκουσα ὡς φωνὴν ἐν μέσῳ τῶν δ΄ ζώων, οὐχὶ λέγουσαν, ἀλλὰ λέγοντος. καὶ διατὶ τὸ μετὰ τῆς προσθήκης καὶ τῆς τοῦ γένους ἀμ’ * * καὶ πτώσεως εὐδοκιμώτερον ἡ παρακειμένη τῷ ῥητῷ παραστήσει γραφή.
διεφθείροντο, ὥστε ταφῇ μὴ δύνασθαι παραδίδοσθαι, καίπερ 2 EHHrHSIS ΕΙΣ THN ΑΠΟΚΑΛΥΨlΝ. VI. ̀ Χριστιανῶν τότε φιλοτίμως περὶ τὰς κηδείας ἠσχολημένων, καὶ τῷ φιλανθρώπῳ τοὺς πεπλανημένους ἐναγόντων πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν. ὑπὸ δὲ Ἀρμενίων ἐπαναστάντων Ῥωμαίοις οὐκ ὀλίγους ἀνῃρῆσθαι ῥομφαίᾳ. καὶ ὑπὸ κυνῶν δέ φησιν ἀνηλῶσθαι τὰ τῶν θανόντων σώματα, ὡς λοιπὸν τοὺς λειπομένους εἰς
κυνοκτονίαν τραπῆναι, δεδιότας μὴ καὶ αὐτοὶ θανόντες ζῶντας τούτους τάφους κτήσωνται. οὐκ ἀπεικὸς δὲ τοῖς κυσὶ τῆς αὐτῆς θοίνης καὶ ἀγρίους θῆρας συμμετέχειν διὰ τὸ τῆς τροφῆς ἄφθονον. καὶ ἐν τῇ ἡμετέρᾳ δὲ γενεᾷ τούτων ἕκαστον συμβὰν ἔγνωμεν, ἐκ τῶν νυνὶ φαινομένων.
Commentarius In Apocalypsin. Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.